← ルキアノス

ティモンまたは人間嫌い

§15-19

富の浪費と死蔵への批判とゼウスの説得

プルトスは、富の極端な放任と過度な死蔵の双方の愚かさを結婚の比喩を用いてゼウスに説明し、ティモンへの不信を語るが、ゼウスはティモンがすでに教訓を得たとして、ヘルメスとともに彼を富ませるよう命じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§15

Πλοῦτος καὶ μὴν εἴ γε τἀληθὲς ἐξετάζοις, ἄμφω σοι εὔλογα δόξω ποιεῖν· τοῦ τε γὰρ Τίμωνος τὸ πάνυ τοῦτο ἀνειμένον ἀμελὲς καὶ οὐκ εὐνοϊκὸν ὡς πρὸς ἐμὲ εἰκότως ἂν δοκοίη·1 τούς τε αὖ κατάκλειστον ἐν θύραις καὶ σκότῳ φυλάττοντας, ὅπως αὐτοῖς παχύτερος γενοίμην καὶ πιμελὴς καὶ ὑπέρογκος ἐπιμελουμένους, οὔτε προσαπτομένους αὐτοὺς οὔτε ἐς τὸ φῶς προάγοντας, ὡς μηδὲ ὀφθείην πρός τινος, ἀνοήτους ἐνόμιζον εἶναι καὶ ὑβριστάς, οὐδὲν ἀδικοῦντά με ὑπὸ τοσούτοις δεσμοῖς κατασήποντας, οὐκ εἰδότας ὡς μετὰ μικρὸν ἀπίασιν ἄλλῳ τινὶ τῶν εὐδαιμόνων με καταλιπόντες.

プルトス それに、もしあなたが真実を究明なさるなら、私はどちらに対しても道理にかなった振る舞いをしていると思われるでしょう。というのも、ティモンのこの極度の締まりのなさは、私に対して不注意であり好意的でないと当然思われるでしょうし、他方で、私を扉と暗闇の中に閉じ込めて見張り、彼らにとって私がより太り、肥えて、巨大になるようにと世話し、自らは触れもせず、光の中に出しもしないで、誰にも見られないようにする者たちを、私は愚かで侮辱的であると考えていました。彼らは何も悪くない私をこれほど多くの鎖で朽ち果てさせ、少しの後には、彼らが死んで幸運な誰か他の者に私を残していくことも知らないのですから。

§16

Πλοῦτος οὔτʼ οὖν ἐκείνους οὔτε τοὺς πάνυ προχείρους εἰς ἐμὲ2 τούτους ἐπαινῶ, ἀλλὰ τούς, ὅπερ ἄριστόν ἐστι, μέτρον ἐπιθήσοντας τῷ πράγματι καὶ μήτε ἀφεξομένους τὸ παράπαν μήτε προησομένους τὸ ὅλον. σκόπει γάρ, ὦ Ζεῦ, πρὸς τοῦ Διός. εἴ τις νόμῳ γήμας γυναῖκα νέαν καὶ καλὴν ἔπειτα μήτε φυλάττοι μήτε ζηλοτυποῖ τὸ παράπαν, ἀφιεὶς καὶ βαδίζειν ἔνθα ἐθέλοι νύκτωρ καὶ μεθʼ ἡμέραν καὶ συνεῖναι τοῖς βουλομένοις, μᾶλλον δὲ αὐτὸς ἀπάγοι μοιχευθησομένην ἀνοίγων τὰς θύρας καὶ μαστροπεύων καὶ πάντας ἐπʼ αὐτὴν καλῶν, ἆρα ὁ τοιοῦτος ἐρᾶν δόξειεν ἄν; οὐ σύ γε, ὦ Ζεῦ, τοῦτο φαίης ἄν, ἐρασθεὶς πολλάκις.

プルトス したがって、私はあのような者たちも、また私に対してあまりにも手荒なこれらの者たちも称賛しません。しかし、それこそが最善であるのですが、その事柄に「中庸」を課し、まったく手放しもしなければ、すべてを投げ出しもしない者たちを称賛します。 考えてみてください、ゼウスよ、ゼウスにかけて。もしある人が法に従って若く美しい女性を妻に娶り、その後まったく見張りもしなければ嫉妬もせず、彼女が夜も昼も望むところに歩き回ること、望む者たちと交わることを許し、それどころか自ら進んで彼女を不貞に導くために扉を開け、ポン引きの役割をして、あらゆる人を彼女のもとに招くとしたら、そのような人が彼女を愛していると思われるでしょうか。ゼウスよ、あなたは何度も恋をされたのですから、そんなことはおっしゃらないでしょう。

§17

Πλοῦτος εἰ δέ τις ἔμπαλιν ἐλευθέραν γυναῖκα εἰς τὴν οἰκίαν νόμῳ παραλαβὼν ἐπʼ ἀρότῳ παίδων γνησίων,3 ὁ δὲ μήτε αὐτὸς προσάπτοιτο ἀκμαίας καὶ καλῆς παρθένου μήτε ἄλλῳ προσβλέπειν ἐπιτρέποι, ἄγονον δὲ καὶ στεῖραν κατακλείσας παρθενεύοι, καὶ ταῦτα ἐρᾶν φάσκων καὶ δῆλος ὢν ἀπὸ τῆς χρόας καὶ τῆς σαρκὸς ἐκτετηκυίας καὶ τῶν ὀφθαλμῶν ὑποδεδυκότων, ἔσθʼ ὅπως ὁ τοιοῦτος οὐ παραπαίειν δόξειεν ἄν, δέον4 παιδοποιεῖσθαι καὶ ἀπολαύειν τοῦ γάμου, καταμαραίνων εὐπρόσωπον οὕτω καὶ ἐπέραστον κόρην καθάπερ ἱέρειαν τῇ Θεσμοφόρῳ τρέφων διὰ παντὸς τοῦ βίου; ταῦτα καὶ αὐτὸς ἀγανακτῶ, πρὸς ἐνίων μὲν ἀτίμως λακτιζόμενος καὶ λαφυσσόμενος καὶ ἐξαντλούμενος, ὑπʼ ἐνίων δὲ ὥσπερ στιγματίας δραπέτης πεπεδημένος.

プルトス 逆に、もしある人が自由な身分の女性を、嫡出の子供を得るための耕作のために、法に従って家に迎えながら、自らはその盛りで美しい乙女に触れもせず、他の者が彼女を見ることも許さず、子を産まない不妊のまま閉じ込めて処女のままでいさせるとしたら、しかも自分は愛していると主張し、その顔色や衰えた肉体、落ち込んだ目から愛していることが明らかなのに、そうした人物が狂っていると思われないことがあり得るでしょうか。子供を作り結婚を楽しむべきであるのに、これほど美しく愛らしい乙女を衰えさせ、生涯を通じてテスモポロスに仕える巫女のように育てるなどということは。これらのことで私も憤っているのです。ある者たちからは不当に蹴られ、浪費され、汲み出され、またある者たちからは刻印を押された逃亡奴隷のように縛り付けられていることに。

§18

Ζεύς τί οὖν ἀγανακτεῖς κατʼ αὐτῶν; διδόασι γὰρ ἄμφω καλὴν τὴν δίκην, οἱ μὲν ὥσπερ ὁ Τάνταλος ἄποτοι καὶ ἄγευστοι καὶ ξηροὶ τὸ στόμα, ἐπικεχηνότες μόνον τῷ χρυσίῳ, οἱ δὲ καθάπερ ὁ Φινεὺς ἀπὸ τῆς φάρυγγος τὴν τροφὴν ὑπὸ τῶν Ἁρπυιῶν ἀφαιρούμενοι. ἀλλʼ ἄπιθι ἤδη σωφρονεστέρῳ παρὰ πολὺ τῷ Τίμωνι ἐντευξόμενος. Πλοῦτος ἐκεῖνος γάρ ποτε παύσεται ὥσπερ ἐκ κοφίνου τετρυπημένου, πρὶν ὅλως εἰσρυῆναί με, κατὰ σπουδὴν ἐξαντλῶν, φθάσαι βουλόμενος τὴν ἐπιρροήν, μὴ ὑπέραντλος εἰσπεσὼν ἐπικλύσω αὐτόν;5 ὥστε ἐς τὸν τῶν Δαναΐδων πίθον ὑδροφορήσειν μοι δοκῶ καὶ μάτην ἐπαντλήσειν, τοῦ κύτους μὴ στέγοντος, ἀλλὰ πρὶν εἰσρυῆναι σχεδὸν ἐκχυθησομένου τοῦ ἐπιρρέοντος· οὕτως εὐρύτερον τὸ πρὸς τὴν ἔκχυσιν κεχηνὸς τοῦ πίθου καὶ ἀκώλυτος ἡ ἔξοδος.

ゼウス それではなぜお前は彼らに憤るのか。両者とも見事な罰を受けているのだ。ある者はタンタロスのように、飲み物も食べ物もなく、口を渇かせ、ただ金を見つめてぽかんと口を開けており、別の者はフィネウスのように、喉から食べ物をハルピュイアたちに奪われている。だが、今やすっかり慎み深くなったティモンのもとへ今すぐ行って会うがよい。 プルトス あの男が果たして、穴の開いた籠から汲み出すように、私が完全に流れ込む前に、急いで私を汲み出し、流れ込みに先んじようとすることをやめるでしょうか。私が過剰に流れ込んで彼を押し流してしまわないように、と恐れて?したがって、私はダナオスの娘たちの甕に水を運ぶようなもので、無駄に注ぎ入れることになると思います。器が水漏れを止められず、流れ込む前に、流れ入るものがほとんど流れ出てしまうでしょうから。そのように、その甕の排出のための開き口は広く、出口は妨げられていないのです。

§19

Ζεύς οὐκοῦν εἰ μὴ ἐμφράξεται τὸ κεχηνὸς τοῦτο καὶ ἔσται ἅπαξ ἀναπεπταμένον, ἐκχυθέντος ἐν βραχεῖ σου ῥᾳδίως εὑρήσει τὴν διφθέραν αὖθις καὶ τὴν δίκελλαν ἐν τῇ τρυγὶ τοῦ πίθου. ἀλλʼ ἄπιτε ἤδη καὶ πλουτίζετε αὐτόν· σὺ δὲ μέμνησο, ὦ Ἑρμῆ, ἐπανιὼν πρὸς ἡμᾶς ἄγειν τοὺς Κύκλωπας ἐκ τῆς Αἴτνης, ὅπως τὸν κεραυνὸν ἀκονήσαντες ἐπισκευάσωσιν· ὡς ἤδη γε τεθηγμένου αὐτοῦ δεησόμεθα.

ゼウス それなら、もし彼がこのぽっかり開いた口を塞がず、一度開いたままにしておくなら、お前が短時間で流れ出た後、彼は再び、甕の滓の中に、彼の革の作業着とつるはしを容易に見出すことになるだろう。だが、今すぐ行って、彼を富ませるがよい。ヘルメスよ、お前は我々のところに戻る際に、エトナからキクロプスたちを連れてくることを忘れるな。彼らが雷電を研いで修理するように。今や研ぎ澄まされた雷電が必要になるだろうから。

構文注5 件
  1. 15τοῦ τε γὰρ Τίμωνος τὸ πάνυ τοῦτο ἀνειμένον ἀμελὲς καὶ οὐκ εὐνοϊκὸν ὡς πρὸς ἐμὲ εἰκότως ἂν δοκοίη

    主節の動詞 δοκοίη ἄν(思われるだろう)の主語は冠詞を伴う中性名詞句 τὸ πάνυ τοῦτο ἀνειμένον(この極度の締まりのなさ・放任)であり、ἀμελὲς καὶ οὐκ εὐνοϊκόν(不注意であり好意的でない)がその補語として機能している。

  2. 16τοὺς πάνυ προχείρους εἰς ἐμὲ

    直訳すると「私に対して極めて手元が軽い人々」であり、文脈上「お金(プルトス)を惜しみなくすぐに使い果たしてしまう者」「私を手荒に扱う者」を指す。

  3. 17ἐπʼ ἀρότῳ παίδων γνησίων

    古典期アテナイにおける婚姻契約で伝統的に用いられた定型表現(「嫡出子をもうけるための耕作として」)を踏まえた比喩表現。農業における「耕作(耕犂)」を女性の身体による生殖に見立てている。

  4. 17δέον

    非人称動詞 δεῖ(〜すべきである)の分詞中性対格 δέον による対格絶対(accusative absolute)。「〜すべきであるのに、〜するのが当然であるのに」という譲歩・対比の意味を表す。

  5. 18μὴ ὑπέραντλος εἰσπεσὼν ἐπικλύσω αὐτόν

    μὴ + 接続法による懸念・恐れを表す表現。前文の παύσεται ... ἐξαντλῶν(汲み出すのをやめるだろうか)に係り、「私が(船底に溜まった水のように)過剰に入り込んで彼を溺れさせてしまわないかと恐れて(汲み出すのだろうか)」という意味を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg022.humanitext-grc2:15-19