Humanitext Reader

琉善 · 蒂蒙或愤世嫉俗者 §20-24

普路托斯的迟缓与盲目分配财富

第 5 段,共 12 段 · 希腊语

内容简介

赫尔墨斯与普路托斯交谈,揭示了普路托斯在分发财富时为何一瘸一拐,并批判了遗嘱继承制度所带来的道德沦丧。普路托斯还承认,由于他的盲目,他无法选择配得上富有的人,而只是随意徘徊。

§20Ἑρμῆς προΐωμεν, ὦ Πλοῦτε.
赫尔墨斯:我们走吧,普路托斯。
τί τοῦτο;
这是怎么回事?
ὑποσκάζεις;
你在一瘸一拐吗?
ἐλελήθεις με, ὦ γεννάδα, οὐ τυφλὸς μόνον ἀλλὰ καὶ χωλὸς ὤν.
好汉,我以前竟然没注意到你不仅瞎,而且还是个瘸子。
Πλοῦτος οὐκ ἀεὶ τοῦτο, ὦ Ἑρμῆ, ἀλλʼ ὁπόταν μὲν ἀπίω παρά τινα πεμφθεὶς ὑπὸ τοῦ Διός, οὐκ οἶδʼ ὅπως βραδύς εἰμι καὶ χωλὸς ἀμφοτέροις, ὡς μόγις τελεῖν ἐπὶ τὸ τέρμα, προγηράσαντος ἐνίοτε τοῦ περιμένοντος, ὁπόταν δὲ ἀπαλλάττεσθαι δέῃ, πτηνὸν ὄψει, πολὺ τῶν ὀνείρων ὠκύτερον·
普路托斯:并非总是如此,赫尔墨斯。 每当我在宙斯的派遣下前往某人那里时,不知怎的,我就变得迟缓,双脚都瘸了,以至于勉强走到终点,有时等待我的人在途中都变老了;但是当需要离去时,你会看到我长了翅膀,比梦境还要快得多。
ἅμα γοῦν ἔπεσεν ἡ ὕσπληγξ, κἀγὼ ἤδη ἀνακηρύττομαι νενικηκώς, ὑπερπηδήσας τὸ στάδιον οὐδὲ ἰδόντων ἐνίοτε τῶν θεατῶν.
总之,起跑线刚一落下,我就已经宣告获胜了,跳过了整个赛道,有时观众甚至都没看见我。
Ἑρμῆς οὐκ ἀληθῆ ταῦτα φής·
赫尔墨斯:你说的不是真话。
ἐγώ γέ τοι πολλοὺς ἂν εἰπεῖν ἔχοιμί σοι χθὲς μὲν οὐδὲ ὀβολὸν ὥστε πρίασθαι βρόχον ἐσχηκότας, ἄφνω δὲ τήμερον πλουσίους καὶ πολυτελεῖς ἐπὶ λευκοῦ ζεύγους ἐξελαύνοντας, οἷς οὐδὲ κἂν ὄνος ὑπῆρξε πώποτε.
我至少可以给你指出许多人,他们昨天连买一根上吊绳的一个奥博尔都没有,今天却突然变得富有和奢华,乘着白色的双马车出门,而他们以前甚至连一头驴子都不曾拥有过。
καὶ ὅμως πορφυροῖ καὶ χρυσόχειρες περιέρχονται οὐδʼ αὐτοὶ πιστεύοντες οἶμαι ὅτι μὴ ὄναρ πλουτοῦσιν.
然而,他们穿着紫衣,手上戴着金戒到处走动,我想连他们自己都不相信自己不是在梦中发财。
§21Πλοῦτος ἑτεροῖον τοῦτʼ ἐστίν, ὦ Ἑρμῆ, καὶ οὐχὶ τοῖς ἐμαυτοῦ ποσὶ βαδίζω τότε, οὐδὲ ὁ Ζεύς, ἀλλʼ ὁ Πλούτων ἀποστέλλει με παρʼ αὐτοὺς ἅτε πλουτοδότης καὶ μεγαλόδωρος καὶ αὐτὸς ὤν· δηλοῖ γοῦν καὶ τῷ ὀνόματι.
普路托斯:这是另一回事,赫尔墨斯,那时我并不是用自己的脚走路,也不是宙斯,而是普鲁托把我送往他们那里的,因为他自己也是“赐富者”和“慷慨大度者”;他确实用他的名字表明了这一点。
ἐπειδὰν τοίνυν μετοικισθῆναι δέῃ με παρʼ ἑτέρου πρὸς ἕτερον, ἐς δέλτον ἐμβαλόντες με καὶ κατασημηνάμενοι ἐπιμελῶς φορηδὸν ἀράμενοι μετακομίζουσιν·
因此,当需要把我从一个人转移到另一个人那里时,他们把我放进写板里,小心地盖上印章,像扛着货物一样把我抬走。
καὶ ὁ μὲν νεκρὸς ἐν σκοτεινῷ που τῆς οἰκίας πρόκειται ὑπὲρ τὰ γόνατα παλαιᾷ τῇ ὀθόνῃ σκεπόμενος, περιμάχητος ταῖς γαλαῖς, ἐμὲ δὲ οἱ ἐπελπίσαντες ἐν τῇ ἀγορᾷ περιμένουσι κεχηνότες ὥσπερ τὴν χελιδόνα προσπετομένην τετριγότες οἱ νεοττοί.
而死者的尸体则停放在屋里某个阴暗的角落,膝盖以上盖着破旧的亚麻布,成为黄鼠狼争夺的对象,而那些对我抱有期望的人则在广场上张大嘴巴等待着,像雏鸟等待飞来的燕子一样叽叽喳喳地叫着。
§22Πλοῦτος ἐπειδὰν δὲ τὸ σημεῖον ἀφαιρεθῇ καὶ τὸ λίνον ἐντμηθῇ καὶ ἡ δέλτος ἀνοιχθῇ καὶ ἀνακηρυχθῇ μου ὁ καινὸς δεσπότης ἤτοι συγγενής τις ἢ κόλαξ ἢ καταπύγων οἰκέτης ἐκ παιδικῶν τίμιος, ὑπεξυρημένος ἔτι τὴν γνάθον, ἀντὶ ποικίλων καὶ παντοδαπῶν ἡδονῶν ἃς ἤδη ἔξωρος ὢν ὑπηρέτησεν αὐτῷ μέγα τὸ μίσθωμα ὁ γενναῖος ἀπολαβών, ἐκεῖνος μέν, ὅστις ἂν ᾖ ποτε, ἁρπασάμενός με αὐτῇ δέλτῳ θεῖ φέρων ἀντὶ τοῦ τέως Πυρρίου ἢ Δρόμωνος ἢ Τιβείου Μεγακλῆς ἢ Μεγάβυζος ἢ Πρώταρχος μετονομασθείς, τοὺς μάτην κεχηνότας ἐκείνους ἐς ἀλλήλους ἀποβλέποντας καταλιπὼν ἀληθὲς ἄγοντας τὸ πένθος, οἷος αὐτοὺς ὁ θύννος ἐκ μυχοῦ τῆς σαγήνης διέφυγεν οὐκ ὀλίγον τὸ δέλεαρ καταπιών.
普路托斯:当印章被除去、系绳被剪断、写板被打开,我的新主人被宣告时——他要么是某个亲戚,要么是谄媚者,要么是因男色关系而受宠、下巴还刮得精光的下流奴隶,作为在他已经过了青春期后向主人提供各种各样享乐的丰厚报酬,这高贵的人得到了我。 那个人,不管他是谁,一把夺过连同写板在内的我,飞奔而去,把之前的名字皮里亚斯、德罗蒙或蒂比奥斯改成了梅加克勒斯、梅加比佐斯或普罗塔科斯,留下那些徒劳张大嘴巴的人面面相觑,陷入真正的悲哀,因为他们看到,金枪鱼在吞下了不少诱饵之后,是如何从拖网的最深处逃脱的。
§23Πλοῦτος ὁ δὲ ἐμπεσὼν ἀθρόος εἰς ἐμὲ ἀπειρόκαλος καὶ παχύδερμος ἄνθρωπος, ἔτι τὴν πέδην πεφρικὼς καὶ εἰ παριὼν ἄλλως μαστίξειέ τις ὄρθιον ἐφιστὰς τὸ οὖς καὶ τὸν μυλῶνα ὥσπερ τὸ Ἀνάκτορον προσκυνῶν, οὐκέτι φορητός ἐστι τοῖς ἐντυγχάνουσιν, ἀλλὰ τούς τε ἐλευθέρους ὑβρίζει καὶ τοὺς ὁμοδούλους μαστιγοῖ ἀποπειρώμενος εἰ καὶ αὐτῷ τὰ τοιαῦτα ἔξεστιν, ἄχρι ἂν ἢ ἐς πορνίδιόν τι ἐμπεσὼν ἢ ἱπποτροφίας ἐπιθυμήσας ἢ κόλαξι παραδοὺς ἑαυτὸν ὀμνύουσιν, ἦ μὴν εὐμορφότερον μὲν Νιρέως εἶναι αὐτόν, εὐγενέστερον δὲ τοῦ Κέκροπος ἢ Κόδρου, συνετώτερον δὲ τοῦ Ὀδυσσέως, πλουσιώτερον δὲ συνάμα Κροίσων ἑκκαίδεκα, ἐν ἀκαρεῖ τοῦ χρόνου ἄθλιος ἐκχέῃ τὰ κατʼ ὀλίγον ἐκ πολλῶν ἐπιορκιῶν καὶ ἁρπαγῶν καὶ πανουργιῶν συνειλεγμένα.
普路托斯:而那个一下子落到我身上的粗鄙、厚脸皮的家伙,至今还在因足枷而战栗,如果路过的人无端挥起鞭子,他就会竖起耳朵、停下脚步,把制粉所像皇宫一样崇拜。 他对于遇见他的人来说再也无法忍受了,而是侮辱自由人,抽打他的同伴奴隶,以此试验自己是否也被允许做这样的事,直到他要么落入某个娼妓手中,要么渴望养马,要么把自己交托给那些向他发誓说他确实比尼柔斯更美、比凯克洛普斯或科德鲁斯更高贵、比奥德修斯更聪明,且同时比十六个克罗伊斯还要富有的谄媚者,在一瞬间,这个可怜的家伙就会将那些通过多次伪誓、掠夺和恶行一点一滴积累起来的财富全部挥霍一空。
§24Ἑρμῆς αὐτά που σχεδὸν φὴς τὰ γινόμενα·
赫尔墨斯:你说的几乎就是实际发生的事情。
ὁπόταν δʼ οὖν αὐτόπους βαδίζῃς, πῶς οὕτω τυφλὸς ὢν εὑρίσκεις τὴν ὁδόν;
但既然如此,当你用自己的脚走路时,你这么瞎,又是怎么找到路的呢?
ἢ πῶς διαγινώσκεις ἐφʼ οὓς ἄν σε ὁ Ζεὺς ἀποστείλῃ κρίνας εἶναι τοῦ πλουτεῖν ἀξίους;
或者,你怎么分辨出那些被宙斯判定为配得上富有并派你去寻找的人呢?
Πλοῦτος οἴει γὰρ εὑρίσκειν με οἵτινές εἰσι;
普路托斯:你以为我能找到他们是谁吗?
μὰ τὸν Δία οὐ πάνυ·
指着宙斯起誓,完全没有。
οὐ γὰρ ἂν Ἀριστείδην καταλιπὼν Ἱππονίκῳ καὶ Καλλίᾳ προσῄειν καὶ πολλοῖς ἄλλοις Ἀθηναίων οὐδὲ ὀβολοῦ ἀξίοις.
因为如果是那样,我绝不会放过阿里斯泰德,而去接近希波尼科斯、卡里亚斯,以及许多其他连一个奥博尔都不值的雅典人。
Ἑρμῆς πλὴν ἀλλὰ τί πράττεις καταπεμφθείς;
赫尔墨斯:但既然被派下去,你又是怎么做的呢?
Πλοῦτος ἄνω καὶ κάτω πλανῶμαι, περινοστῶν ἄχρι ἂν λάθω τινὶ ἐμπεσών·
普路托斯:我上上下下地游荡,四处徘徊,直到在神不知鬼不觉中撞上某个人。
ὁ δέ, ὅστις ἂν πρῶτός μοι περιτύχῃ, ἀπαγαγὼν παρʼ αὑτὸν ἔχει, σὲ τὸν Ἑρμῆν ἐπὶ τῷ παραλόγῳ τοῦ κέρδους προσκυνῶν.
而最先遇到我的那个人,就把我带回自己家里占为己有,并为这意外的收获而崇拜你——赫尔墨斯。

词汇与语法注释

  1. §20ἐλελήθεις με ... χωλὸς ὤν — 动词 λανθάνω 连用分词(此处为 ὤν)的句型,表示“(我)没有注意到……”。宾格代词 με 作 λανθάνω 的直接宾语。过去完成时 ἐλελήθεις 在此起未完成过去时的作用。
  2. §22οἷος αὐτοὺς ὁ θύννος ἐκ μυχοῦ τῆς σαγήνης διέφυγεν — 由感叹/关系代词 οἷος 引导的从句,与前文的名词 πένθος(悲痛、丧事)起同格说明作用。意为“他们如何为一条大鱼(金枪鱼)从网底逃脱而陷入真正的悲哀”。
  3. §23εἰ παριὼν ἄλλως μαστίξειέ τις — 由 εἰ +祈愿式(由 μᾶστιγξ 派生的动词 μαστίξειε)构成的潜在条件句。副词 ἄλλως 在此表示“无端地”或“仅仅、毫无目的地”,暗示了奴隶日常所遭受的无理暴力。
  4. §23ἐν ἀκαρεῖ τοῦ χρόνου — 惯用语,意为“一瞬间”或“转眼之间”。形容词 ἀκαρής(极短的、不可分割的)作中性名词,后接时间属格 τοῦ χρόνου。
  5. §24μὰ τὸν Δία — 由表示否定的发誓小词 μά 连同宾格神名组成的短语。通常后接否定词 οὐ,表示“凭宙斯起誓(决不……)”。

引用这一段

琉善, 蒂蒙或愤世嫉俗者 §20-24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg022.humanitext-grc2:20-24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。