Humanitext Reader

琉善 · 悲剧演员宙斯 §8-13

诸神座次的纷争与公民大会的召开

第 3 段,共 14 段 · 希腊语

内容简介

在按财产估值安排神明座次时,金身的外邦神明挤占了优雅的希腊神明的前排席位,引发了波塞冬、阿佛洛狄忒以及罗得岛巨像等的争执。由于座位难以调配,宙斯下令让他们混杂就座,并在嘈杂的外语喧闹声中开始民会。

§8Ἑρμῆς ἐοίκασι δʼ οὖν, ὦ Ζεῦ, οἱ βαρβαρικοὶ προεδρεύσειν μόνοι·
赫尔墨斯:宙斯啊,看来只有外邦的神明能坐前排了。
ὡς τούς γε Ἕλληνας ὁρᾷς ὁποῖοί εἰσι, χαρίεντες μὲν καὶ εὐπρόσωποι καὶ κατὰ τέχνην ἐσχηματισμένοι, λίθινοι δὲ ἢ χαλκοῖ ὅμως ἅπαντες ἢ οἵ γε πολυτελέστατοι αὐτῶν ἐλεφάντινοι ὀλίγον ὅσον τοῦ χρυσοῦ ἐπιστίλβον ἔχοντες, ὡς ἐπικεχράνθαι καὶ ἐπηυγάσθαι μόνον, τὰ δὲ ἔνδον ὑπόξυλοι καὶ οὗτοι, μυῶν ἀγέλας ὅλας ἐμπολιτευομένας σκέποντες· ἡ Βενδῖς δὲ αὕτη καὶ ὁ Ἄνουβις ἐκεινοσὶ καὶ παρʼ αὐτὸν ὁ Ἄττις καὶ ὁ Μίθρης καὶ ὁ Μὴν ὁλόχρυσοι καὶ βαρεῖς καὶ πολυτίμητοι ὡς ἀληθῶς.
因为你看到了希腊神明都是些什么样:他们确实优雅、面容姣好、且工艺精湛,但归根结底全都是石头或青铜做的,或者其中最昂贵的也不过是象牙做的、上面仅有的一丁点黄金在闪烁,那只是表面涂金、略微增辉罢了,而里面其实也是木头的,掩盖着成群结队在此安家落户的耗子;而这边的本迪斯、那边的阿努比斯、以及他身旁的阿提斯、米特拉、还有门,可都是纯金的,沉甸甸的,确实价值连城。
§9Ποσειδῶν καὶ ποῦ τοῦτο, ὦ Ἑρμῆ, δίκαιον, τὸν κυνοπρόσωπον τοῦτον προκαθίζειν μου τὸν Αἰγύπτιον, καὶ ταῦτα Ποσειδῶνος ὄντος;
波塞冬:赫尔墨斯,这算哪门子公道? 这个狗头人身埃及像居然坐在我前面,更何况我可是波塞冬!
Ἑρμῆς ναί, ἀλλὰ σὲ μέν, ὦ ἐννοσίγαιε, χαλκοῦν ὁ Λύσιππος καὶ πτωχὸν ἐποίησεν, οὐκ ἐχόντων τότε Κορινθίων χρυσόν·
赫尔墨斯:没错,但是震撼大地者啊,利西波斯把你做成青铜的,穷酸得很,因为当时科林斯人没有黄金。
οὗτος δὲ ὅλοις μετάλλοις πλουσιώτερός ἐστιν.
而这一位,却富得拥有整座金矿。
ἀνέχεσθαι οὖν χρὴ παρεωσμένον, καὶ μὴ ἀγανακτεῖν εἴ τις ῥῖνα τηλικαύτην χρυσῆν ἔχων προτετιμήσεταί σου.
所以你只得忍受被推到一旁,别因为有人长着那么大个金鼻子就比你更受尊崇而愤愤不平。
§10Ἀφροδίτη οὐκοῦν, ὦ Ἑρμῆ, κἀμὲ λαβὼν ἐν τοῖς προέδροις που κάθιζε· χρυσῆ γάρ εἰμι.
阿佛洛狄忒:既然如此,赫尔墨斯,把我也带去,让我坐在前排某处吧;因为我是金身的。
Ἑρμῆς οὐχ ὅσα γε, ὦ Ἀφροδίτη, κἀμὲ ὁρᾶν, ἀλλʼ εἰ μὴ πάνυ λημῶ, λίθου τοῦ λευκοῦ, Πεντέληθεν, οἶμαι, λιθοτομηθεῖσα, εἶτα δόξαν οὕτω Πραξιτέλει Ἀφροδίτη γενομένη Κνιδίοις παρεδόθης.
赫尔墨斯:阿佛洛狄忒,依我看可不是这样。 除非我眼睛全花了,否则你只是白石头做的,我想是从彭特利库斯山开采出来的,后来因为普拉克西特列斯的主意,你才成了阿佛洛狄忒,并交给了克尼多斯人。
Ἀφροδίτη καὶ μὴν ἀξιόπιστόν σοι μάρτυρα τὸν Ὅμηρον παρέξομαι ἄνω καὶ κάτω τῶν ῥαψῳδιῶν χρυσῆν με τὴν Ἀφροδίτην εἶναι λέγοντα.
阿佛洛狄忒:可是,我可以给你提供荷马这位可靠的证人,他在诗篇里到处称我是“金色的阿佛洛狄忒”。
Ἑρμῆς καὶ γὰρ τὸν Ἀπόλλω ὁ αὐτὸς πολύχρυσον εἶναι ἔφη καὶ πλούσιον·
赫尔墨斯:没错,因为这位诗人也说过阿波罗富含黄金且富有。
ἀλλὰ νῦν ὄψει κἀκεῖνον ἐν τοῖς ζευγίταις που καθήμενον, ἀπεστεφανωμένον τε ὑπὸ τῶν λῃστῶν καὶ τοὺς κόλλοπας τῆς κιθάρας περισεσυλημένον.
但现在你也会看到他坐在中等阶层的某个地方,冠冕被强盗抢走,竖琴的弦轴也被剥夺一空。
ὥστε ἀγάπα καὶ σὺ μὴ πάνυ ἐν τῷ θητικῷ ἐκκλησιάζουσα.
所以,你只要没彻底沦落到跟最底层的无产阶层一起参会,就该感到满足了。
§11Κολοσσός Ῥοδίων ἐμοὶ δὲ τίς ἂν ἐρίσαι τολμήσειεν Ἡλίῳ τε ὄντι καὶ τηλικούτῳ τὸ μέγεθος;
罗得岛巨像:谁敢与我抗衡? 我既是赫利俄斯,体型又如此巨大。
εἰ γοῦν μὴ ὑπερφυᾶ μηδὲ ὑπέρμετρον οἱ Ῥόδιοι κατασκευάσασθαί με ἠξίωσαν, ἀπὸ τοῦ ἴσου τελέσματος ἑκκαίδεκα χρυσοῦς θεοὺς ἐπεποίηντο ἄν·
至少,如果罗得岛人没有把我建得如此庞大、超出常规,他们用同样的费用本可以造出十六尊纯金的神像。
ὥστε ἀνάλογον πολυτελέστερος ἂν νομιζοίμην.
因此,按比例来看,我应当被视作更加贵重。
καὶ πρόσεστιν ἡ τέχνη καὶ τῆς ἐργασίας τὸ ἀκριβὲς ἐν μεγέθει τοσούτῳ.
而且在如此巨大的体型中,还融入了高超的艺术与精细的雕琢。
Ἑρμῆς τί, ὦ Ζεῦ, χρὴ ποιεῖν;
赫尔墨斯:宙斯,该怎么办呢?
δύσκριτον γὰρ ἐμοὶ γοῦν τοῦτο·
这对我来说确实难以抉择。
εἰ μὲν γὰρ ἐς τὴν ὕλην ἀποβλέποιμι, χαλκοῦς ἐστιν, εἰ δὲ λογιζοίμην ἀφʼ ὁπόσων ταλάντων κεχάλκευται, ὑπὲρ τοὺς πεντακοσιομεδίμνους ἂν εἴη.
因为如果看材料,他是青铜的;但如果计算他是用多少塔兰同铸造出来的,他将超过“五百斗”的富豪阶层。
Ζεύς τί γὰρ ἔδει παρεῖναι καὶ τοῦτον ἐλέγξοντα τὴν τῶν ἄλλων μικρότητα καὶ ἐνοχλήσοντα τῇ καθέδρᾳ;
宙斯:本来为什么非要让他也来,显露其他人的渺小并给座位添乱?
πλὴν ἀλλʼ, ὦ Ῥοδίων ἄριστε, εἰ καὶ ὅτι μάλιστα προτιμητέος εἶ τῶν χρυσῶν, πῶς ἂν καὶ προεδρεύοις, εἰ μὴ δεήσει ἀναστῆναι πάντας ὡς μόνος καθέζοιο, τὴν Πνύκα ὅλην θατέρᾳ τῶν πυγῶν ἐπιλαβών;
不过,罗得岛的豪杰啊,即便你比起那些金身的确实应当享有最高优先权,但你又怎么坐得进前排呢? 除非大家都得站起来好让你一个人坐,而你的一瓣屁股就占满了整个普尼克斯。
ὥστε ἄμεινον ποιήσεις ὀρθοστάδην ἐκκλησιάζων, ἐπικεκυφὼς τῷ συνεδρίῳ.
所以,你最好还是直挺挺地站着参会,躬身俯瞰会场就行了。
§12Ἑρμῆς ἰδοὺ πάλιν ἄλλο δύσλυτον καὶ τοῦτο· χαλκῶ μὲν γὰρ ἀμφοτέρω ἐστὸν καὶ τέχνης τῆς αὐτῆς, Λυσίππου ἑκάτερον τὸ ἔργον, καὶ τὸ μέγιστον, ὁμοτίμω τὰ ἐς γένος, ἅτε δὴ Διὸς παῖδε, ὁ Διόνυσος οὑτοσὶ καὶ Ἡρακλῆς.
赫尔墨斯:瞧,这里又有一个难解的问题:因为两个都是青铜做的,出自同一工艺,都是利西波斯的作品,而且最重要的是,在出身血统上地位相等,因为他们都是宙斯之子——也就是这边的狄奥尼索斯和赫拉克勒斯。
πότερος οὖν αὐτῶν προκαθίζει;
那么,他们中哪一个应该坐在前面呢?
φιλονεικοῦσι γάρ, ὡς ὁρᾷς.
正如你所见,他们正在争执不休。
Ζεύς διατρίβομεν, ὦ Ἑρμῆ, πάλαι δέον ἐκκλησιάζειν·
宙斯:赫尔墨斯,我们耽误太久了,本该早早开会的。
ὥστε νῦν μὲν ἀναμὶξ καθιζόντων, ἔνθʼ ἂν ἕκαστος ἐθέλῃ, εἰσαῦθις δὲ ἀποδοθήσεται περὶ τούτων ἐκκλησία, κἀγὼ εἴσομαι τότε ἥντινα χρὴ ποιήσασθαι τὴν τάξιν ἐπʼ αὐτοῖς.
因此,现在就让他们混杂着就座,每个人想坐哪就坐哪。 以后再针对这些问题专门召开一次大会,到时候我就会知道该给他们安排什么样的席位顺序了。
§13Ἑρμῆς ἀλλʼ, Ἡράκλεις, ὡς θορυβοῦσι τὰ κοινὰ καὶ τὰ καθʼ ἡμέραν ταῦτα βοῶντες, διανομάς·
赫尔墨斯:哎呀,赫拉克勒斯啊,他们吵成什么样了,大声喊着这些日常的陈词滥调:“分发福利!
ποῦ τὸ νέκταρ;
神露在哪?
ἡ ἀμβροσία ἐπέλιπεν·
神粮没了!
ποῦ αἱ ἑκατόμβαι;
百牛大祭在哪?
κοινὰς τὰς θυσίας.
把祭祀公开分享!
Ζεύς κατασιώπησον αὐτούς, ὦ Ἑρμῆ, ὡς μάθωσιν ὅτου ἕνεκα συνελέγησαν τοὺς λήρους τούτους ἀφέντες.
” 宙斯:让他们安静下来,赫尔墨斯,好让他们放下这些废话,明白为了什么而召集在一起。
Ἑρμῆς οὐχ ἅπαντες, ὦ Ζεῦ, τὴν Ἑλλήνων φωνὴν συνιᾶσιν·
赫尔墨斯:宙斯啊,并非所有人能听懂希腊语。
ἐγὼ δὲ οὐ πολύγλωττός εἰμι, ὥστε καὶ Σκύθαις καὶ Πέρσαις καὶ Θρᾳξὶν καὶ Κελτοῖς συνετὰ κηρύττειν.
而我又不是通晓多国语言的人,能向斯基泰人、波斯人、色雷斯人和凯尔特人发出他们听得懂的宣告。
ἄμεινον οὖν, οἶμαι, τῇ χειρὶ σημαίνειν καὶ παρακελεύεσθαι σιωπᾶν.
因此,我想最好用手示意,要求他们安静。
Ζεύς οὕτω ποίει.
宙斯:就这么办。

词汇与语法注释

  1. §9ἀνέχεσθαι οὖν χρὴ παρεωσμένον — 不定式 `ἀνέχεσθαι` 的逻辑主语以宾格分词 `παρεωσμένον` 形式出现,这是由于受到了无人称动词 `χρή` 句型的支配。虽然动词 `ἀνέχομαι` 通常要求与格或属格分词来修饰主语,但此处在“宾格加不定式”的框架下,分词被同化为了宾格。
  2. §10κἀμὲ ὁρᾶν — 这是一个由 `κἀμὲ`(即 καὶ ἐμέ)与不定式 `ὁρᾶν` 组成的惯用语,属于“限制性不定式”(或绝对不定式),意为“就我所见”或“在我的眼里”。该不定式短语在句中起副词作用,限制主句陈述的范围。
  3. §11ὑπὲρ τοὺς πεντακοσιομεδίμνους ἂν εἴη — 此处由潜在希求语气 `ἂν εἴη` 与介词短语 `ὑπέρ`(超过)构成。这里使用了一种政治幽默,将梭伦改革中雅典的最富有阶层——“五百斗级”(pentakosiomedimnoi)套用到神明的座次等级上,指出若按青铜价值折算,罗得岛巨像将远远超出这一最高财产等级。

引用这一段

琉善, 悲剧演员宙斯 §8-13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg018.humanitext-grc2:8-13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。