← ルキアノス

悲劇役者ゼウス

§8-13

神々の席順をめぐる紛争と民会の開会

財産評価額に基づく神々の席順決定において、金製のバルバロイの神々がギリシアの美しい神々や古参の神々を押しのけて最前列を占め、ロドスの巨像やリシッポスの彫像を巡って混乱が生じる中、ゼウスは一時的に混席を命じ、多言語の神々が集まる中で民会が騒がしく始まる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8

Ἑρμῆς ἐοίκασι δʼ οὖν, ὦ Ζεῦ, οἱ βαρβαρικοὶ προεδρεύσειν μόνοι· ὡς τούς γε Ἕλληνας ὁρᾷς ὁποῖοί εἰσι, χαρίεντες μὲν καὶ εὐπρόσωποι καὶ κατὰ τέχνην ἐσχηματισμένοι, λίθινοι δὲ ἢ χαλκοῖ ὅμως ἅπαντες ἢ οἵ γε πολυτελέστατοι αὐτῶν ἐλεφάντινοι ὀλίγον ὅσον τοῦ χρυσοῦ ἐπιστίλβον ἔχοντες, ὡς ἐπικεχράνθαι καὶ ἐπηυγάσθαι μόνον, τὰ δὲ ἔνδον ὑπόξυλοι καὶ οὗτοι, μυῶν ἀγέλας ὅλας ἐμπολιτευομένας σκέποντες· ἡ Βενδῖς δὲ αὕτη καὶ ὁ Ἄνουβις ἐκεινοσὶ καὶ παρʼ αὐτὸν ὁ Ἄττις καὶ ὁ Μίθρης καὶ ὁ Μὴν ὁλόχρυσοι καὶ βαρεῖς καὶ πολυτίμητοι ὡς ἀληθῶς.

Ἑρμῆς ですがゼウスよ、どうやらバルバロイの神々だけが最前列を占めることになりそうです。というのも、ギリシアの神々がどのような有様か、あなたもご覧の通りだからです。彼らは優美で美形であり、技術に則って形作られてはいますが、それでも皆、石製か青銅製、あるいは彼らのうちで最も高価なものでも象牙製で、金がほんのわずかに輝いているだけであり、それは単に表面に塗られ、輝きを与えているにすぎず、内側はこれらも木製であって、ネズミの群れが丸ごと住み着いているのを覆い隠しているのです。一方、こちらのベンディスや、あそこのアヌビス、その隣のアッティス、ミトラス、メンは、総金製で、重く、本当に極めて高価なのです。

§9

Ποσειδῶν καὶ ποῦ τοῦτο, ὦ Ἑρμῆ, δίκαιον, τὸν κυνοπρόσωπον τοῦτον προκαθίζειν μου τὸν Αἰγύπτιον, καὶ ταῦτα Ποσειδῶνος ὄντος; Ἑρμῆς ναί, ἀλλὰ σὲ μέν, ὦ ἐννοσίγαιε, χαλκοῦν ὁ Λύσιππος καὶ πτωχὸν ἐποίησεν, οὐκ ἐχόντων τότε Κορινθίων χρυσόν· οὗτος δὲ ὅλοις μετάλλοις πλουσιώτερός ἐστιν. ἀνέχεσθαι οὖν χρὴ παρεωσμένον,1 καὶ μὴ ἀγανακτεῖν εἴ τις ῥῖνα τηλικαύτην χρυσῆν ἔχων προτετιμήσεταί σου.

Ποσειδῶν ヘルメスよ、この犬の顔をしたエジプト人が私より前に座るなど、どうして正義と言えようか。それも、この私がポセイドンであるというのに。 Ἑρμῆς ええ、しかし、大地揺らしよ、リシッポスはあなたを青銅製で貧しく作りました。当時コリントス人には金がなかったからです。しかし、こちらは鉱山丸ごと分も富んでいるのです。だから、脇に押しやられても耐えねばなりませんし、これほど大きな金の鼻を持った者があなたより優先されたからといって憤慨してはなりません。

§10

Ἀφροδίτη οὐκοῦν, ὦ Ἑρμῆ, κἀμὲ λαβὼν ἐν τοῖς προέδροις που κάθιζε· χρυσῆ γάρ εἰμι. Ἑρμῆς οὐχ ὅσα γε, ὦ Ἀφροδίτη, κἀμὲ ὁρᾶν,2 ἀλλʼ εἰ μὴ πάνυ λημῶ, λίθου τοῦ λευκοῦ, Πεντέληθεν, οἶμαι, λιθοτομηθεῖσα, εἶτα δόξαν οὕτω Πραξιτέλει Ἀφροδίτη γενομένη Κνιδίοις παρεδόθης. Ἀφροδίτη καὶ μὴν ἀξιόπιστόν σοι μάρτυρα τὸν Ὅμηρον παρέξομαι ἄνω καὶ κάτω τῶν ῥαψῳδιῶν χρυσῆν με τὴν Ἀφροδίτην εἶναι λέγοντα. Ἑρμῆς καὶ γὰρ τὸν Ἀπόλλω ὁ αὐτὸς πολύχρυσον εἶναι ἔφη καὶ πλούσιον· ἀλλὰ νῦν ὄψει κἀκεῖνον ἐν τοῖς ζευγίταις που καθήμενον, ἀπεστεφανωμένον τε ὑπὸ τῶν λῃστῶν καὶ τοὺς κόλλοπας τῆς κιθάρας περισεσυλημένον. ὥστε ἀγάπα καὶ σὺ μὴ πάνυ ἐν τῷ θητικῷ ἐκκλησιάζουσα.

Ἀφροδίτη それなら、ヘルメスよ、私を連れて最前列のどこかに座らせてください。私は金製なのですから。 Ἑρμῆς アプロディテよ、私が思うに、そんなことはありません。私がまったくの目脂がちでなければ、あなたはペンテリコンから切り出された、白石製であり、プラクシテレスがそのように決めたためにアプロディテとなり、クニドス人に引き渡されたのです。 Ἀφροδίτη ですが、私はあなたに、信頼できる証人としてホメロスを挙げましょう。彼は詩篇のあちこちで、私を黄金のアプロディテであると言っているのです。 Ἑρμῆς なにしろ、同じ詩人がアポロンのことも金に富み豊かであると言いました。しかし今、あなたも彼が中間階層のどこかに座り、盗賊たちに冠を奪われ、竪琴の糸巻きを剥ぎ取られているのを見るでしょう。だからあなたも、最底辺の無産階級の中で民会に参加していないだけでも満足しなさい。

§11

Κολοσσός Ῥοδίων ἐμοὶ δὲ τίς ἂν ἐρίσαι τολμήσειεν Ἡλίῳ τε ὄντι καὶ τηλικούτῳ τὸ μέγεθος; εἰ γοῦν μὴ ὑπερφυᾶ μηδὲ ὑπέρμετρον οἱ Ῥόδιοι κατασκευάσασθαί με ἠξίωσαν, ἀπὸ τοῦ ἴσου τελέσματος ἑκκαίδεκα χρυσοῦς θεοὺς ἐπεποίηντο ἄν· ὥστε ἀνάλογον πολυτελέστερος ἂν νομιζοίμην. καὶ πρόσεστιν ἡ τέχνη καὶ τῆς ἐργασίας τὸ ἀκριβὲς ἐν μεγέθει τοσούτῳ. Ἑρμῆς τί, ὦ Ζεῦ, χρὴ ποιεῖν; δύσκριτον γὰρ ἐμοὶ γοῦν τοῦτο· εἰ μὲν γὰρ ἐς τὴν ὕλην ἀποβλέποιμι, χαλκοῦς ἐστιν, εἰ δὲ λογιζοίμην ἀφʼ ὁπόσων ταλάντων κεχάλκευται, ὑπὲρ τοὺς πεντακοσιομεδίμνους ἂν εἴη.3 Ζεύς τί γὰρ ἔδει παρεῖναι καὶ τοῦτον ἐλέγξοντα τὴν τῶν ἄλλων μικρότητα καὶ ἐνοχλήσοντα τῇ καθέδρᾳ; πλὴν ἀλλʼ, ὦ Ῥοδίων ἄριστε, εἰ καὶ ὅτι μάλιστα προτιμητέος εἶ τῶν χρυσῶν, πῶς ἂν καὶ προεδρεύοις, εἰ μὴ δεήσει ἀναστῆναι πάντας ὡς μόνος καθέζοιο, τὴν Πνύκα ὅλην θατέρᾳ τῶν πυγῶν ἐπιλαβών; ὥστε ἄμεινον ποιήσεις ὀρθοστάδην ἐκκλησιάζων, ἐπικεκυφὼς τῷ συνεδρίῳ.

Κολοσσός Ῥοδίων 私に対して、太陽神であり、これほどの大きさを持つ私に対して、誰が張り合おうと企てられようか。実際、もしロドス人が私をこれほど桁外れに、また規格外に大きく造ろうとしなかったなら、同じ費用で16体の金の神々を造ることができたはずだ。したがって、比例計算すれば、私はより高価であると見なされるべきだ。その上、これほどの大きさにおける技術と、細工の精密さも備わっているのだ。 Ἑρμῆς ゼウスよ、どうすべきでしょうか。これは私には判断が難しい。というのも、もし素材に目を向けるなら、彼は青銅製ですが、何タラントから鋳造されたかを計算するなら、五百石級を超えるからです。 Ζεύς そもそも、他者たちの小ささを暴露し、座席を邪魔にするために、こいつまで現れる必要がどこにあったのだ。とはいえ、ロドス人の最も優れた者よ、お前がどれほど金の神々より優先されるべきだとしても、どうして最前列に座れようか。お前が一人で座るために全員が立ち上がらねばならず、お前の片方の尻だけでプニュクス全体を占領してしまうというのでなければな。だから、立って民会に参加し、議場の上に覆いかぶさっているのが良いだろう。

§12

Ἑρμῆς ἰδοὺ πάλιν ἄλλο δύσλυτον καὶ τοῦτο· χαλκῶ μὲν γὰρ ἀμφοτέρω ἐστὸν καὶ τέχνης τῆς αὐτῆς, Λυσίππου ἑκάτερον τὸ ἔργον, καὶ τὸ μέγιστον, ὁμοτίμω τὰ ἐς γένος, ἅτε δὴ Διὸς παῖδε, ὁ Διόνυσος οὑτοσὶ καὶ Ἡρακλῆς. πότερος οὖν αὐτῶν προκαθίζει; φιλονεικοῦσι γάρ, ὡς ὁρᾷς. Ζεύς διατρίβομεν, ὦ Ἑρμῆ, πάλαι δέον ἐκκλησιάζειν· ὥστε νῦν μὲν ἀναμὶξ καθιζόντων, ἔνθʼ ἂν ἕκαστος ἐθέλῃ, εἰσαῦθις δὲ ἀποδοθήσεται περὶ τούτων ἐκκλησία, κἀγὼ εἴσομαι τότε ἥντινα χρὴ ποιήσασθαι τὴν τάξιν ἐπʼ αὐτοῖς.

Ἑρμῆς ご覧ください、また別の、解決しがたい問題がここに。というのも、両者とも青銅製であり、同じ技術、すなわちいずれもリシッポスの作品であり、そして何より、出自においては同じ位、すなわちゼウスの子なのです。こちらのディオニュソスとヘラクレスです。では、彼らのどちらが前に座るべきでしょうか。ご覧の通り、彼らは争い合っています。Ζεύς ヘルメスよ、我々は時間を浪費している。とっくに民会を始めるべきだったというのに。だから、今回は、それぞれが望む場所に交じり合って座るがよい。そして、これらの事については後日また民会が開かれるであろうし、その時に私は、彼らに対してどのような席順を定めるべきかを知るだろう。

§13

Ἑρμῆς ἀλλʼ, Ἡράκλεις, ὡς θορυβοῦσι τὰ κοινὰ καὶ τὰ καθʼ ἡμέραν ταῦτα βοῶντες, διανομάς· ποῦ τὸ νέκταρ; ἡ ἀμβροσία ἐπέλιπεν· ποῦ αἱ ἑκατόμβαι; κοινὰς τὰς θυσίας. Ζεύς κατασιώπησον αὐτούς, ὦ Ἑρμῆ, ὡς μάθωσιν ὅτου ἕνεκα συνελέγησαν τοὺς λήρους τούτους ἀφέντες. Ἑρμῆς οὐχ ἅπαντες, ὦ Ζεῦ, τὴν Ἑλλήνων φωνὴν συνιᾶσιν· ἐγὼ δὲ οὐ πολύγλωττός εἰμι, ὥστε καὶ Σκύθαις καὶ Πέρσαις καὶ Θρᾳξὶν καὶ Κελτοῖς συνετὰ κηρύττειν. ἄμεινον οὖν, οἶμαι, τῇ χειρὶ σημαίνειν καὶ παρακελεύεσθαι σιωπᾶν. Ζεύς οὕτω ποίει.

Ἑρμῆς おやおや、ヘラクレスよ、彼らはなんと騒がしいことか。ありふれた、日々のあの要求を叫びながら。「分配金を!」「ネクタルはどこだ?」「アムブロシアが尽きた!」「百牛犠牲はどこだ?」「犠牲をみんなのものに!」 Ζεύς 彼らを静めよ、ヘルメスよ。このような戯言をやめて、何のために集まったのかを理解するように。 Ἑρμῆς ゼウスよ、誰もがギリシア人の言葉を理解するわけではありません。そして私は多言語を話せるわけでもなく、スキタイ人やペルシア人、トラキア人やケルト人たちにもわかるように告げることはできません。ですから、手振りで合図をして静粛にするよう促す方が良いと思います。 Ζεύς そうせよ。

構文注3 件
  1. 9ἀνέχεσθαι οὖν χρὴ παρεωσμένον

    不定詞 ἀνέχεσθαι の意味上の主語が χρή 構文の一般的な規則に従い対格 παρεωσμένον となっている。通常、動詞 ἀνέχομαι は自己に属する状態を示すために与格や属格、あるいは一致する主格分詞を取るが、ここでは非人称動詞 χρή の支配下にあるため、対格不定詞構文(accusative with infinitive)の主語・補語として対格に変形している。

  2. 10κἀμὲ ὁρᾶν

    κἀμὲ (καὶ ἐμέ) と不定詞 ὁρᾶν からなる「制限の不定詞」または「絶対不定詞」の慣用表現。「私に見える限りでは」「私が判断する限りでは」の意。前置詞句や副詞節のように主節を修飾する。

  3. 11ὑπὲρ τοὺς πεντακοσιομεδίμνους ἂν εἴη

    潜在希求 ἂν εἴη と前置詞句 ὑπέρ(〜を超える)が用いられている。アテナイのソロン改革における第一財産階級(五百石級、pentakosiomedimnoi)を比喩的に神々の階級分けに応用した政治的ユーモアであり、銅の価格から換算すると最富裕階級の資格を大幅に上回ることを示している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg018.humanitext-grc2:8-13