Humanitext Reader

琉善 · 悲剧演员宙斯 §5-7

召集诸神大会与按材质决定座次

第 2 段,共 14 段 · 希腊语

内容简介

宙斯在与赫拉和雅典娜商议是否召开神明大会后,决定召集全体神明,并命令赫尔墨斯发出富有诗意的宣告。在为聚集来的神明安排座位时,宙斯指示赫尔墨斯优先考虑黄金的材质价值,而非艺术工艺。

§5Ἥρα δεινὰ ταῦτα ὡς ἀληθῶς, καὶ οὐ μάτην, ὦ Ζεῦ, ἐπετραγῴδεις αὐτοῖς.
赫拉这确实太可怕了,宙斯,你为这些事扮演悲剧角色、大肆宣嚷,也并非毫无根据。
Ζεύς σὺ δὲ ᾤου Δανάης τινὸς ἢ Ἀντιόπης εἶναι μοι λόγον ἐν ταράχῳ τοσούτῳ.
宙斯而你却以为,在如此巨大的混乱中,我关心的竟是某个达那厄或安提奥佩!
τί δʼ οὖν, ὦ Ἑρμῆ καὶ Ἥρα καὶ Ἀθηνᾶ, πράττοιμεν ἄν;
那么,赫尔墨斯、赫拉和雅典娜啊,我们该怎么办呢?
συνευρίσκετε γὰρ καὶ αὐτοὶ τὸ μέρος.
你们自己也要尽一份力,共同找出办法。
Ἑρμῆς ἐγὼ μὲν ἐπὶ τὸ κοινόν φημι δεῖν τὴν σκέψιν ἐπανενεγκεῖν ἐκκλησίαν συναγαγόντα.
赫尔墨斯依我看,应该召开大会,把这一审查提交给全体神明共同讨论。
Ἥρα κἀμοὶ ταὐτὰ συνδοκεῖ ἅπερ καὶ τούτῳ.
赫拉我也赞同他的看法。
Ἀθήνη ἀλλʼ ἐμοὶ τἀναντία δοκεῖ, ὦ πάτερ, μὴ συνταράττειν τὸν οὐρανὸν μηδὲ δῆλον εἶναι θορυβούμενον τῷ πράγματι, πράττειν δὲ ἰδίᾳ ταῦτα ἐξ ὧν κρατήσει μὲν ὁ Τιμοκλῆς λέγων, ὁ Δᾶμις δὲ καταγελασθεὶς ἄπεισιν ἐκ τῆς συνουσίας.
雅典娜但是,父亲,我的看法恰恰相反,不应使天界陷入混乱,也不应显露出我们正为此事感到惊慌,而应私下采取行动,使提摩克勒斯在辩论中胜出,而达米斯则沦为笑柄,离开这场聚会。
Ἑρμῆς ἀλλʼ οὔτε ἀγνοήσεται ταῦτα, ὦ Ζεῦ, ἐν φανερῷ ἐσομένης τῆς ἔριδος τοῖς φιλοσόφοις, καὶ δόξεις τυραννικὸς εἶναι μὴ κοινούμενος περὶ τῶν οὕτω μεγάλων καὶ κοινῶν ἅπασιν.
赫尔墨斯但是,宙斯啊,这些事绝不可能瞒得住,因为哲学者们之间的争端将在公开场合进行,而你若不对如此重大且事关所有人的共同事务进行咨询,你就会显得像个独裁者。
§6Ζεύς οὐκοῦν ἤδη κήρυττε καὶ παρέστωσαν ἅπαντες· ὀρθῶς γὰρ λέγεις.
宙斯既然如此,现在就传令,让所有人到场;因为你说得对。
Ἑρμῆς ἰδοὺ δὴ εἰς ἐκκλησίαν συνέλθετε οἱ θεοί·
赫尔墨斯看啊,神明们,快来开会吧!
μὴ μέλλετε, συνέλθετε πάντες, ἥκετε, περὶ μεγάλων ἐκκλησιάσομεν.
不要迟延,大家都聚过来,来吧,我们要讨论重大的事情!
Ζεύς οὕτω ψιλά, ὦ Ἑρμῆ, καὶ ἁπλοϊκὰ καὶ πεζὰ κηρύττεις, καὶ ταῦτα ἐπὶ τοῖς μεγίστοις συγκαλῶν;
宙斯赫尔墨斯,你竟然宣告得如此朴素、简单且口语化? 而且这还是为了最重大的事情召集大家?
Ἑρμῆς ἀλλὰ πῶς γάρ, ὦ Ζεῦ, ἀξιοῖς;
赫尔墨斯那不然,宙斯,你希望我怎么做呢?
Ζεύς ὅπως ἀξιῶ;
宙斯我希望怎么做?
ἀποσέμνυνε, φημί, τὸ κήρυγμα μέτροις τισὶ καὶ μεγαλοφωνίᾳ ποιητικῇ, ὡς μᾶλλον συνέλθοιεν.
我是说,用一些格律和诗意的夸张华丽词藻来使宣告显得庄严,好让他们更积极地聚集起来。
Ἑρμῆς ναί.
赫尔墨斯是的。
ἀλλʼ ἐποποιῶν, ὦ Ζεῦ, καὶ ῥαψῳδῶν τὰ τοιαῦτα, ἐγὼ δὲ ἥκιστα ποιητικός εἰμι·
但宙斯啊,这些是史诗作者和吟诵诗人的事,而我最缺乏诗才。
ὥστε διαφθερῶ τὸ κήρυγμα ἢ ὑπέρμετρα ἢ ἐνδεᾶ συνείρων, καὶ γέλως ἔσται παρʼ αὐτοῖς ἐπὶ τῇ ἀμουσίᾳ τῶν ἐπῶν·
因此,我若把字数超长或不足的诗句拼凑在一起,只会毁了这份宣告,他们也会嘲笑这些诗句的粗鄙无乐感。
ὁρῶ γοῦν καὶ τὸν Ἀπόλλω γελώμενον ἐπʼ ἐνίοις τῶν χρησμῶν, καίτοι ἐπικρυπτούσης τὰ πολλὰ τῆς ἀσαφείας, ὡς μὴ πάνυ σχολὴν ἄγειν τοὺς ἀκούοντας ἐξετάζειν τὰ μέτρα.
至少,我看到阿波罗也因为某些神谕而被嘲笑,尽管模糊性掩盖了大部分缺陷,使得听众没有太多闲暇去审视其格律。
Ζεύς οὐκοῦν, ὦ Ἑρμῆ, τῶν Ὁμήρου ἐπῶν ἐγκαταμίγνυε τὰ πολλὰ τῷ κηρύγματι, οἷς ἐκεῖνος ἡμᾶς συνεκάλει·
宙斯既然如此,赫尔墨斯,就在宣告中大量混入荷马的诗句吧,就是他用来召集我们的那些。
μεμνῆσθαι δέ σε εἰκός.
你理应还记得。
Ἑρμῆς οὐ πάνυ μὲν οὕτω σαφῶς καὶ προχείρως· πειράσομαι δὲ ὅμως.
赫尔墨斯虽然不太能那么清晰且随时想起来,但无论如何我还是试试吧。
" μήτε τις οὖν θήλεια θεὸς. . . μήτε τις ἄρσην, μηδʼ αὖ τῶν ποταμῶν μενέτω νόσφʼ Ὠκεανοῖο μηδέ τε νυμφάων, ἀλλʼ ἐς Διὸς ἔλθετε πάντες εἰς ἀγορήν, ὅσσοι τε κλυτὰς δαίνυσθʼ ἑκατόμβας, ὅσσοι τʼ αὖ μέσατοι ἢ ὕστατοι ἢ μάλα πάγχυ νώνυμνοι βωμοῖσι παρʼ ἀκνίσοισι κάθησθε.
“因此任何女神……任何男神都不要留,河流之神也不要远离大洋神俄刻阿诺斯,宁芙仙女们也不要。 大家都到宙斯的广场来吧,无论是享受过盛大百牛大祭的,还是那些居于中等、末尾,或者完全无名、坐在没有祭肉烟气的祭坛旁的人。
" §7Ζεύς εὖ γε, ὦ Ἑρμῆ, ἄριστα κεκήρυκταί σοι, καὶ συνίασι γὰρ ἤδη·
” 宙斯干得好,赫尔墨斯! 你作了最出色的宣告。 事实上他们已经聚过来了。
ὥστε παραλαμβάνων κάθιζε αὐτοὺς κατὰ τὴν ἀξίαν ἕκαστον, ὡς ἂν ὕλης ἢ τέχνης ἔχῃ, ἐν προεδρίᾳ μὲν τοὺς χρυσοῦς, εἶτα ἐπὶ τούτοις τοὺς ἀργυροῦς, εἶτα ἑξῆς ὁπόσοι ἐλεφάντινοι, εἶτα τοὺς χαλκοῦς ἢ λιθίνους, καὶ ἐν αὐτοῖς τούτοις οἱ Φειδίου μὲν ἢ Ἀλκαμένους ἢ Μύρωνος ἢ Εὐφράνορος ἢ τῶν ὁμοίων τεχνιτῶν προτετιμήσθων, οἱ συρφετώδεις δὲ οὗτοι καὶ ἄτεχνοι πόρρω που συνωσθέντες σιωπῇ ἀναπληρούντων μόνον τὴν ἐκκλησίαν.
因此,你去接待他们,根据材料或工艺的状况,按每个人的身份安排座位:最前排自然坐黄金神像,随后是白银神像,接着是象牙神像,再接着是青铜或石头神像。 在这些神像中,凡是菲迪亚斯、阿尔卡美涅斯、米隆、欧夫拉诺尔或类似巨匠的作品,都应优先尊崇。 而这些粗制滥造且毫无美感的人偶,就把他们挤到远处的角落里,让他们在沉默中仅仅充个数、填满会场就行了。
Ἑρμῆς ἔσται ταῦτα καὶ καθεδοῦνται ὡς προσήκει.
赫尔墨斯遵命,他们会按合适的位子就座。
ἀλλʼ ἐκεῖνο οὐ χεῖρον εἰδέναι, ἤν τις αὐτῶν χρυσοῦς μὲν ᾖ καὶ πολυτάλαντος τὴν ὁλκήν, οὐκ ἀκριβὴς δὲ τὴν ἐργασίαν, ἀλλὰ κομιδῇ ἰδιωτικὸς καὶ ἀσύμμετρος, πρὸ τῶν χαλκῶν τῶν Μύρωνος καὶ Πολυκλείτου καὶ τῶν Φειδίου καὶ Ἀλκαμένους λιθίνων καθεδεῖται ἢ προτιμοτέραν χρὴ νομίζειν εἶναι τὴν τέχνην;
不过,弄清这件事也无妨:如果他们中有一个虽然是黄金做的,重量值好几个塔兰同,但雕工并不精细,甚至非常拙劣且比例失调,他是否应该坐在米隆、波留克列特斯的青铜像以及菲迪亚斯、阿尔卡美涅斯的石雕像前面?
Ζεύς ἐχρῆν μὲν οὕτως, ἀλλʼ ὁ χρυσὸς ὅμως προτιμητέος.
还是说我们应该认为工艺技术更值得尊崇?
Ἑρμῆς μανθάνω·
宙斯本来应当如此,但无论如何还是必须优先考虑黄金。
πλουτίνδην κελεύεις ἀλλὰ μὴ ἀριστίνδην καθίζειν, καὶ ἀπὸ τιμημάτων·
赫尔墨斯懂了。 你是让我按财富而不是按才能来安排座位,根据财产估价来。
ἥκετʼ οὖν εἰς τὴν προεδρίαν ὑμεῖς οἱ χρυσοῖ.
那么,你们这些金身的,请到前排座来吧。

词汇与语法注释

  1. §5πράττοιμεν ἄν — 动词 πράττω 的现在时祈愿语气加上助词 ἄν,在此作商榷性或潜在性祈愿语气,表示在目前危机面前的自问与探讨(“我们该做什么?”)。
  2. §5μὴ συνταράττειν — 否定不定式 μὴ συνταράττειν 和 μηδὲ δῆλον εἶναι 作为无人称动词 δοκεῖ 的主语,并与随后的肯定不定式 πράττειν δέ 形成对比。
  3. §5ἐν φανερῷ ἐσομένης τῆς ἔριδος — 使用将来时分词 ἐσομένης 的属格独立结构,表示未来的必然性或前提条件(“因为哲学家之间的争论将在公开场合进行”)。
  4. §6ὡς μᾶλλον συνέλθοιεν — 由 ὡς 引导的带祈愿语气 συνέλθοιεν 的目的从句。承接主句的命令语气,表示潜在或意图达到的效果(“好让他们更愿意聚集起来”)。
  5. §7ὡς ἂν ὕλης ἢ τέχνης ἔχῃ — 关系副词 ὡς 结合 ἄν 及虚拟语气 ἔχῃ,构成普遍一般性条件从句。动词 ἔχω 搭配属格(ὕλης ἢ τέχνης)表示“在……方面处于(某种状态)”,即“根据材质或工艺处于何种状况”。
  6. §7ἐχρῆν μὲν οὕτως — 未完成过去时 ἐχρῆν(本应当)暗示未实现的义务或反事实情况(“本来应当如此,但实际不然”)。在此,宙斯回应赫尔墨斯关于“是否技术更受重视”的提问,表示“理论上本该如此(但现实中要优先黄金)”。

引用这一段

琉善, 悲剧演员宙斯 §5-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg018.humanitext-grc2:5-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。