§14Ἑρμῆς
εὖ γε, ἀφωνότεροι γεγένηνταί σοι τῶν σοφιστῶν.
赫尔墨斯:真棒! 他们变得比诡辩家还要安静。
ὥστε ὥρα δημηγορεῖν.
所以是时候发表演说。
ὁρᾷς;
你看到了吗?
πάλαι πρὸς σὲ ἀποβλέπουσι περιμένοντες ὅ τι καὶ ἐρεῖς.
他们早就朝你望去,等待着你要说些什么。
Ζεύς
ἀλλʼ ὅ γε πέπονθα, ὦ Ἑρμῆ, οὐκ ἂν ὀκνήσαιμι πρὸς σὲ εἰπεῖν υἱὸν ὄντα.
宙斯:但是,赫尔墨斯啊,我所遭遇的状况,我绝不介意对你这位做儿子的说。
οἶσθα ὅπως θαρραλέος ἀεὶ καὶ μεγαληγόρος ἐν ταῖς ἐκκλησίαις ἦν.
你懂得我过去在民会中总是何等大胆且大言不惭。
Ἑρμῆς
οἶδα καὶ ἐδεδίειν γε ἀκούων σου δημηγοροῦντος, καὶ μάλιστα ὁπότε ἠπείλεις ἀνασπάσειν ἐκ βάθρων τὴν γῆν καὶ τὴν θάλασσαν αὐτοῖς θεοῖς τὴν σειρὰν ἐκείνην τὴν χρυσῆν καθείς.
赫尔墨斯:我懂得,而且每当听你演说时,我确实害怕,特别是当你威胁要垂下那条金链,连同众神一起,将大地和海洋从根基处拔起的时候。
Ζεύς
ἀλλὰ νῦν, ὦ τέκνον, οὐκ οἶδα εἴτε ὑπὸ τοῦ μεγέθους τῶν ἐφεστώτων δεινῶν εἴτε καὶ ὑπὸ τοῦ πλήθους τῶν παρόντων — πολυθεωτάτη γάρ, ὡς ὁρᾷς, ἡ ἐκκλησία — διατετάραγμαι τὴν γνώμην καὶ ὑπότρομός εἰμι καὶ ἡ γλῶττά μοι πεπεδημένη ἔοικε·
宙斯:但是现在,孩子啊,我不知道是因为面临的危险太大,还是因为到场的人太多——因为如你所见,这次民会真是神头攒动——我的心思全乱了,浑身发抖,舌头也仿佛被捆住了一样。
τὸ δὲ ἀτοπώτατον ἁπάντων, ἐπιλέλησμαι τὸ προοίμιον τῶν ὅλων, ὃ παρεσκευασάμην ὡς εὐπροσωποτάτη μοι ἡ ἀρχὴ γένοιτο πρὸς αὐτούς.
最荒谬的是,我把全部演讲的开场白给忘了,那是我精心准备的,好让我在他们面前有个非常体面的开端。
Ἑρμῆς
ἀπολώλεκας, ὦ Ζεῦ, ἅπαντα·
赫尔墨斯:宙斯,你把一切都搞砸了。
οἱ δὲ ὑποπτεύουσι τὴν σιωπὴν καί τι ὑπέρμεγα κακὸν ἀκούσεσθαι προσδοκῶσιν, ἐφʼ ὅτῳ σὺ διαμέλλεις.
他们对你的沉默起了疑心,正预料会听到什么极大的灾祸,才让你如此迟疑不决。
Ζεύς
βούλει οὖν, ὦ Ἑρμῆ, τὸ Ὁμηρικὸν ἐκεῖνο προοίμιον ἀναρραψῳδήσω πρὸς αὐτούς;
宙斯:那么,赫尔墨斯,你希望我对他们重新吟诵那段荷马式的开场白吗?
Ἑρμῆς
τὸ ποῖον;
赫尔墨斯:哪一段?
Ζεύς
κέκλυτέ μευ πάντες τε θεοὶ πᾶσαί τε θέαιναι.
宙斯: “听我一言,所有的男神们和所有的女神们。
Ἑρμῆς
ἄπαγε, ἱκανῶς καὶ πρὸς ἡμᾶς πεπαρῴδηταί σοι τὰ πρῶτα.
” 赫尔墨斯:算了吧! 那开头的几句,在我们听来你已经恶搞得够多了。
πλὴν εἰ δοκεῖ, τὸ μὲν φορτικὸν τῶν μέτρων ἄφες, σὺ δὲ τῶν Δημοσθένους δημηγοριῶν τῶν κατὰ Φιλίππου ἥντινα ἂν ἐθέλῃς σύνειρε, ὀλίγα ἐναλλάττων·
不过如果可以的话,别管那令人厌烦的韵律了,你可以把德摩斯梯尼针对腓力的演说词,随你挑哪一篇连缀起来,稍微改动几个字。
οὕτω γοῦν οἱ πολλοὶ νῦν ῥητορεύουσιν.
反正在如今,大多数人就是这样发表演说的。
Ζεύς
εὖ λέγεις ἐπίτομόν τινα ῥητορείαν καὶ ῥᾳδιουργίαν ταύτην εὔκαιρον τοῖς ἀπορουμένοις.
宙斯:说得好! 这是一种速成的雄辩术,也是对处于困境之中的人而言及时而便利的投机把戏。
§15Ἑρμῆς
ἄρξαι δʼ οὖν ποτε.
赫尔墨斯:那就请你终于开始吧。
Ζεύς
ἀντὶ πολλῶν ἄν, ὦ ἄνδρες θεοί, χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω, εἰ φανερὸν γένοιτο ὑμῖν ὅ τι δή ποτε ἄρα τοῦτό ἐστιν ἐφʼ ὅτῳ νῦν συνελέγητε.
宙斯:诸位神明啊,我想如果能向你们阐明你们今天究竟是为了什么而聚集在这里,你们肯定宁愿选择放弃大量的财富。
ὅτε τοίνυν τοῦτο οὕτως ἔχει, προσήκει προθύμως ἀκροᾶσθαί μου λέγοντος.
因此,既然事已至此,理应热切地听我道来。
ὁ μὲν οὖν παρὼν καιρός, ὦ θεοί, μονονουχὶ λέγει φωνὴν ἀφιεὶς ὅτι τῶν παρόντων ἐρρωμένως ἀντιληπτέον ἡμῖν ἐστιν, ἡμεῖς δὲ πάνυ ὀλιγώρως ἔχειν δοκοῦμεν πρὸς αὐτά.
诸位神明,眼前的时局简直是在提高嗓门对我们大喊:我们必须强力应对眼前的局势,而我们看起来却对此非常漠不关心。
βούλομαι δὲ ἤδη — καὶ γὰρ ἐπιλείπει ὁ Δημοσθένης — αὐτὰ ὑμῖν δηλῶσαι σαφῶς, ἐφʼ οἷς διαταραχθεὶς συνήγαγον τὴν ἐκκλησίαν.
但我现在想——因为德摩斯梯尼的词穷了——向你们讲清楚我因为什么而感到不安,并召集了这次民会。
χθὲς γάρ, ὡς ἴστε, Μνησιθέου τοῦ ναυκλήρου θύσαντος τὰ σωτήρια ἐπὶ τῇ νηῒ ὀλίγου δεῖν ἀπολομένῃ περὶ τὸν Καφηρέα, εἱστιώμεθα ἐν Πειραιεῖ, ὁπόσους ἡμῶν ὁ Μνησίθεος ἐπὶ τὴν θυσίαν ἐκάλεσεν·
因为诸位知道,昨天,由于船主姆内西修斯为他那艘在卡斐琉斯附近差点遇难的船献上了感恩祭,我们在比雷埃夫斯赴宴,也就是我们当中被姆内西修斯邀请参加祭祀的所有神。
εἶτα μετὰ τὰς σπονδὰς ὑμεῖς μὲν ἄλλος ἄλλην ἐτράπεσθε, ὡς ἑκάστῳ ἔδοξεν, ἐγὼ δὲ — οὐδέπω γὰρ πάνυ ὀψὲ ἦν — ἀνῆλθον ἐς τὸ ἄστυ ὡς περιπατήσαιμι τὸ δειλινὸν ἐν Κεραμεικῷ, ἐννοῶν ἅμα τοῦ Μνησιθέου τὴν μικρολογίαν, ὃς ἑκκαίδεκα θεοὺς ἑστιῶν ἀλεκτρυόνα μόνον κατέθυσε, γέροντα κἀκεῖνον ἤδη καὶ κορυζῶντα, καὶ λιβανωτοῦ χόνδρους τέτταρας εὖ μάλα εὐρωτιῶντας, ὡς αὐτίκα ἐπισβεσθῆναι τῷ ἄνθρακι, μηδὲ ὅσον ἄκρᾳ τῇ ῥινὶ ὀσφραίνεσθαι τοῦ καπνοῦ παρασχόντας, καὶ ταῦτα ἑκατόμβας ὅλας ὑποσχόμενος ὁπότε ἡ ναῦς ἤδη προσεφέρετο τῷ σκοπέλῳ καὶ ἐντὸς ἦν τῶν ἑρμάτων.
接着在奠酒之后,你们各自散去,随各人所好,而我——因为当时天色还不是很晚——便上城去,以便傍晚在凯拉米克斯散步,同时心里在琢磨姆内西修斯的吝啬:他款待十六位神明,却只献祭了一只公鸡,而且那只鸡已经老得还流着鼻涕,还有四粒乳香,且霉得厉害,在炭火上立刻就熄灭了,甚至连鼻尖都闻不到一点烟味。 更不用说当船已经逼近礁石、进入暗礁群内部时,他还许诺了整整一百头牛的祭献。
§16Ζεύς
ἐπεὶ δὲ ταῦτα ἐννοῶν γίγνομαι κατὰ τὴν Ποικίλην, ὁρῶ πλῆθος ἀνθρώπων πάμπολυ συνεστηκός, ἐνίους μὲν ἔνδον ἐν αὐτῇ τῇ στοᾷ, πολλοὺς δὲ καὶ ἐν τῷ ὑπαίθρῳ, καί τινας βοῶντας καὶ διατεινομένους ἐπὶ τῶν θάκων καθημένους.
宙斯:当我琢磨着这些事走到波伊基勒(画廊)附近时,我看到一大群人聚集在一起,有的在画廊内部,许多人也在露天处,还有一些人坐在长凳上大喊大叫、激烈辩论。
εἰκάσας οὖν ὅπερ ἦν, φιλοσόφους εἶναι τῶν ἐριστικῶν τούτων, ἐβουλήθην ἐπιστὰς ἀκοῦσαι αὐτῶν ὅ τι καὶ λέγουσι·
因此,正如事实所料,我猜出他们是那些好辩的哲学家,便想停下脚步听听他们究竟在说些什么。
καὶ — ἔτυχον γὰρ νεφέλην τῶν παχειῶν περιβεβλημένος — σχηματίσας ἐμαυτὸν εἰς τὸν ἐκείνων τρόπον καὶ τὸν πώγωνα ἐπισπασάμενος εὖ μάλα ἐῴκειν φιλοσόφῳ·
而且——因为我恰好披着一层浓浓的云雾——我把自己装扮成他们的样子,把胡须拉得长长的,看起来极为像一个哲学家。
καὶ δὴ παραγκωνισάμενος τοὺς πολλοὺς εἰσέρχομαι ἀγνοούμενος ὅστις εἴην.
于是,我用肘部挤开人群,在没有人认出我是谁的情况下走了进去。
εὑρίσκω τε τὸν Ἐπικούρειον Δᾶμιν, τὸν ἐπίτριπτον, καὶ Τιμοκλέα τὸν Στωϊκόν, ἀνδρῶν βέλτιστον, ἐκθύμως πάνυ ἐρίζοντας·
我发现伊壁鸠鲁派的达米斯,那个无赖,和斯多葛派的蒂莫克勒斯,最优秀的男子,正非常热烈地争论着。
ὁ γοῦν Τιμοκλῆς καὶ ἵδρου καὶ τὴν φωνὴν ἤδη ἐξεκέκοπτο ὑπὸ τῆς βοῆς, ὁ Δᾶμις δὲ τὸ σαρδάνιον ἐπιγελῶν ἔτι μᾶλλον παρώξυνε τὸν Τιμοκλέα.
那个蒂莫克勒斯汗流瘠背,嗓子早就因为叫喊而哑了,而达米斯冷笑连连,更加激怒了蒂莫克勒斯。