§9Ζεύς
ὁρᾷς;
宙斯:看见了吧?
ταῦτʼ ἤδη ὑβριστικά, ὦ Κυνίσκε, φής·
库尼斯科斯,你现在说这些已经是大逆不道了。
καί σοι τάχα μεταμελήσει ποτὲ αὐτῶν.
迟早有一天你会为这些话后悔的。
Κυνίσκος
φείδου, ὦ Ζεῦ, τῶν ἀπειλῶν, εἰδὼς οὐδέν με πεισόμενον ὅ τι μὴ καὶ τῇ Μοίρᾳ πρὸ σοῦ ἔδοξεν·
库尼斯科斯:省省你的威胁吧,宙斯,因为你知道我绝不会遭受任何并非摩伊赖在你之前就决定的事情。
ἐπεὶ οὐδʼ αὐτοὺς ἐκείνους ὁρῶ τοὺς ἱεροσύλους κολαζομένους, ἀλλʼ οἵ γε πλεῖστοι διαφεύγουσιν ὑμᾶς· οὐ γὰρ εἵμαρτο, οἶμαι, ἁλῶναι αὐτούς.
既然我连那些盗庙贼本身都没看到受到惩罚,反而他们中绝大多数人都逃脱了你们的惩罚;因为,我想,他们注定不该被捕。
Ζεύς
οὐκ ἔλεγον ὡς ἄρʼ ἐκείνων τις εἶ τῶν ἀναιρούντων τὴν πρόνοιαν τῷ λόγῳ;
宙斯:我难道没有说过,你就是那些在言论中抹杀神之关照的人之一吗?
Κυνίσκος
πάνυ, ὦ Ζεῦ, δέδιας αὐτούς, οὐκ οἶδα ὅτου ἕνεκα·
库尼斯科斯:宙斯,你太害怕他们了,我不知道是为什么。
πάντα γοῦν ὁπόσα ἂν εἴπω, ὑποπτεύεις ἐκείνων παιδεύματα εἶναι.
总之,无论我说什么,你都怀疑是他们的说教。
§10Κυνίσκος
ἐγὼ δὲ — παρὰ τίνος γὰρ ἂν ἄλλου τἀληθὲς ἢ παρὰ σοῦ μάθοιμι;
库尼斯科斯:至于我——因为除了从你这里,我还能从谁那里得知真相呢?
— ἡδέως δʼ ἂν καὶ τοῦτο ἐροίμην σε, τίς ἡ Πρόνοια ὑμῖν αὕτη ἐστί, Μοῖρά τις ἢ καὶ ὑπὲρ ταύτας θεὸς ὥσπερ, ἄρχουσα καὶ αὐτῶν ἐκείνων;
——我也很乐意问你这个问题:你们的这个“关照”到底是什么? 是某种摩伊赖,还是在她们之上的某种神明,仿佛统治着她们本身?
Ζεύς
ἤδη σοι καὶ πρότερον ἔφην οὐ θεμιτὸν εἶναι πάντα σε εἰδέναι.
宙斯:我先前已经对你说过,让你知道所有事情是不合神法的。
σὺ δʼ ἕν τι ἐν ἀρχῇ ἐρωτήσειν φήσας οὐ παύῃ τοσαῦτα πρός με λεπτολογούμενος·
你一开始说只问一件事,现在却不停地跟我进行这些细微的盘问。
καὶ ὁρῶ ὅτι σοι τὸ κεφάλαιόν ἐστι τοῦ λόγου ἐπιδεῖξαι οὐδενὸς ἡμᾶς προνοοῦντας τῶν ἀνθρωπίνων.
我看得出来,你言论的核心就是想要证明我们对人类事务没有任何关照。
Κυνίσκος
οὐκ ἐμὸν τοῦτο, ἀλλὰ σὺ μικρὸν ἔμπροσθεν ἔφησθα τὰς Μοίρας εἶναι τὰς ἅπαντα ἐπιτελούσας·
库尼斯科斯:这不是我的问题,而是你刚才自己说,是摩伊赖在履行一切。
εἰ μὴ μεταμέλει σοι ἐκείνων καὶ ἀνατίθεσαι αὖθις τὰ εἰρημένα καὶ ἀμφισβητεῖτε τῆς ἐπιμελείας παρωσάμενοι τὴν Εἱμαρμένην;
除非你对那些话感到后悔,撤回了之前所说的话,并且在推开命运之后,又开始争夺关照的权力?
§11Ζεύς
οὐδαμῶς, ἀλλʼ ἡ Μοῖρα διʼ ἡμῶν ἕκαστα ἐπιτελεῖ.
宙斯:绝非如此,而是摩伊赖通过我们来履行每一件事。
Κυνίσκος
μανθάνω·
库尼斯科斯:我明白了。
ὑπηρέται καὶ διάκονοί τινες τῶν Μοιρῶν εἶναί φατε.
你是说,你们是摩伊赖的某种仆人和侍从。
πλὴν ἀλλὰ καὶ οὕτως ἐκεῖναι ἂν εἶεν αἱ προνοοῦσαι, ὑμεῖς δὲ ὥσπερ σκεύη τινὰ καὶ ἐργαλεῖά ἐστε αὐτῶν.
但即便如此,进行关照的仍然是她们,而你们不过是她们的某种容器和工具。
Ζεύς
πῶς λέγεις;
宙斯:你这是什么意思?
Κυνίσκος
ὥσπερ, οἶμαι, καὶ τὸ σκέπαρνον τῷ τέκτονι καὶ τὸ τρύπανον συνεργεῖ μέν τι πρὸς τὴν τέχνην, οὐδεὶς δʼ ἂν εἴποι ὡς ταῦτα ὁ τεχνίτης ἐστίν, οὐδʼ ἡ ναῦς ἔργον τοῦ σκεπάρνου ἢ τοῦ τρυπάνου, ἀλλὰ τοῦ ναυπηγοῦ·
库尼斯科斯:我想,就像手斧和钻头虽然在某种程度上协助木匠完成手艺,但没有人会说这些工具就是手艺人,船也不是手斧或钻头的工作成果,而是造船工匠的。
ἀνάλογον τοίνυν ἡ μὲν ναυπηγουμένη ἕκαστα ἡ Εἱμαρμένη ἐστίν, ὑμεῖς δέ, εἴπερ ἄρα, τρύπανα καὶ σκέπαρνά ἐστε τῶν Μοιρῶν·
依此类推,建造每一件事物的是命运,而你们——如果确实如此的话——不过是摩伊赖的钻头和手斧。
καί, ὡς ἔοικεν, οἱ ἄνθρωποι δέον τῇ Εἱμαρμένῃ θύειν καὶ παρʼ ἐκείνης αἰτεῖν τἀγαθά, οἱ δʼ ἐφʼ ὑμᾶς ἴασι προσόδοις καὶ θυσίαις γεραίροντες·
而且,似乎人类本该向命运献祭并向她祈求恩赐,但他们却走向你们,用游行和献祭来尊崇你们。
ἢ οὐδὲ τὴν Εἱμαρμένην τιμῶντες εἰς δέον ἂν αὐτὸ ἔπραττον· οὐ γὰρ οἶμαι δυνατὸν εἶναι οὐδὲ αὐταῖς ἔτι ταῖς Μοίραις ἀλλάξαι τι καὶ μετατρέψαι τῶν ἐξ ἀρχῆς δοξάντων περὶ ἑκάστου·
或者说,即便尊崇命运,他们也做不到合宜;因为我认为,即使是摩伊赖自己,也无法改变或转化最初对每个人所做决定的任何部分。
ἡ γοῦν Ἄτροπος οὐκ ἀνάσχοιτʼ ἄν, εἴ τις εἰς τὸ ἐναντίον στρέψειε τὸν ἄτρακτον ἀναλύων τῆς Κλωθοῦς τὸ ἔργον.
无论如何,如果有人试图反向转动纺锤,解开克罗托的工作,阿特罗波斯是绝不会容忍的。
§12Ζεύς
σὺ δʼ ἤδη, ὦ Κυνίσκε, οὐδὲ τὰς Μοίρας τιμᾶσθαι πρὸς τῶν ἀνθρώπων ἀξιοῖς;
宙斯:库尼斯科斯,你现在竟然认为连摩伊赖都不配受到人类的尊崇吗?
ἀλλʼ ἔοικας ἅπαντα συγχεῖν προαιρεῖσθαι.
你似乎存心要将一切混淆。
ἡμεῖς δὲ εἰ καὶ μηδενὸς ἄλλου ἕνεκα, τοῦ γε μαντεύεσθαι καὶ προμηνύειν ἕκαστα τῶν ὑπὸ τῆς Μοίρας κεκυρωμένων δικαίως τιμῴμεθʼ ἄν.
但我们,即便不为别的,单凭能够预言并预先宣告摩伊赖所核准的每一件事,也理应受到尊崇。
Κυνίσκος
τὸ μὲν ὅλον, ἄχρηστον, ὦ Ζεῦ, προειδέναι τὰ μέλλοντα οἷς γε τὸ φυλάξασθαι αὐτὰ παντελῶς ἀδύνατον·
库尼斯科斯:总的来说,宙斯,预知未来对于那些完全无法防范它的人来说是毫无用处的。
εἰ μὴ ἄρα τοῦτο φής, ὡς ὁ προμαθὼν ὅτι ὑπʼ αἰχμῆς σιδηρᾶς τεθνήξεται δύναιτʼ ἂν ἐκφυγεῖν τὸν θάνατον καθείρξας ἑαυτόν;
除非你指的是:预先知道自己将死于铁枪之下的人,能够通过把自己锁起来而逃脱死亡?
ἀλλʼ ἀδύνατον·
但这是不可能的。
ἐξάξει γὰρ αὐτὸν ἡ Μοῖρα κυνηγετήσοντα καὶ παραδώσει τῇ αἰχμῇ·
因为命运会带他出去打猎,并将他交到枪尖之下。
καὶ ὁ Ἄδραστος ἐπὶ τὸν σῦν ἀφεὶς τὴν λόγχην ἐκείνου μὲν ἁμαρτήσεται, φονεύσει δὲ τὸν Κροίσου παῖδα, ὡς ἂν ἀπʼ ἰσχυρᾶς ἐμβολῆς τῶν Μοιρῶν φερομένου τοῦ ἀκοντίου ἐπὶ τὸν νεανίσκον.
阿德拉斯托斯将长枪掷向野猪,却会失手,反而杀死了克洛伊索斯的孩子,这正如标枪在摩伊赖的强烈冲力下,被送向了那个年轻人。