- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg017.humanitext-grc2:9-12
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
クニスコスはゼウスに対して、プロノイア(配慮)の正体やモイライとの関係について厳しく追及し、神々が運命の道具にすぎないことを論証する。また、運命が決定されている以上、未来を知る予言も人間にとって無益であると主張する。
Ζεύς ὁρᾷς; ταῦτʼ ἤδη ὑβριστικά, ὦ Κυνίσκε, φής· καί σοι τάχα μεταμελήσει ποτὲ αὐτῶν. Κυνίσκος φείδου, ὦ Ζεῦ, τῶν ἀπειλῶν, εἰδὼς οὐδέν με πεισόμενον ὅ τι μὴ καὶ τῇ Μοίρᾳ πρὸ σοῦ ἔδοξεν·1 ἐπεὶ οὐδʼ αὐτοὺς ἐκείνους ὁρῶ τοὺς ἱεροσύλους κολαζομένους, ἀλλʼ οἵ γε πλεῖστοι διαφεύγουσιν ὑμᾶς· οὐ γὰρ εἵμαρτο, οἶμαι, ἁλῶναι αὐτούς. Ζεύς οὐκ ἔλεγον ὡς ἄρʼ ἐκείνων τις εἶ τῶν ἀναιρούντων τὴν πρόνοιαν τῷ λόγῳ; Κυνίσκος πάνυ, ὦ Ζεῦ, δέδιας αὐτούς, οὐκ οἶδα ὅτου ἕνεκα· πάντα γοῦν ὁπόσα ἂν εἴπω, ὑποπτεύεις ἐκείνων παιδεύματα εἶναι.
ゼウス:見るがいい。クニスコスよ、お前が言うこれらのことはすでに不遜極まりない。お前はいずれこれらを後悔することになるだろう。 クニスコス:ゼウスよ、脅すのはおやめなさい。モイライがあなたに先んじて決定したこと以外、私が何の被害も受けないことを知っているのですから。現に、あの神殿荒らしども自身が罰せられているのを私は見ませんし、彼らの大部分はあなた方から逃れています。彼らが捕まることは、思うに、運命づけられていなかったのでしょう。 ゼウス:やはりお前は、議論によってプロノイア(配慮)を否定するあの連中の一人だと、私は言わなかったか。 クニスコス:ゼウスよ、あなたは彼らをとても恐れていますね。なぜなのかは知りませんが。とにかく、私が言うことは何でも、彼らの教えではないかと疑うのですね。
Κυνίσκος ἐγὼ δὲ — παρὰ τίνος γὰρ ἂν ἄλλου τἀληθὲς ἢ παρὰ σοῦ μάθοιμι; — ἡδέως δʼ ἂν καὶ τοῦτο ἐροίμην σε, τίς ἡ Πρόνοια ὑμῖν αὕτη ἐστί, Μοῖρά τις ἢ καὶ ὑπὲρ ταύτας θεὸς ὥσπερ, ἄρχουσα καὶ αὐτῶν ἐκείνων; Ζεύς ἤδη σοι καὶ πρότερον ἔφην οὐ θεμιτὸν εἶναι πάντα σε εἰδέναι. σὺ δʼ ἕν τι ἐν ἀρχῇ ἐρωτήσειν φήσας οὐ παύῃ τοσαῦτα πρός με λεπτολογούμενος· καὶ ὁρῶ ὅτι σοι τὸ κεφάλαιόν ἐστι τοῦ λόγου ἐπιδεῖξαι οὐδενὸς ἡμᾶς προνοοῦντας τῶν ἀνθρωπίνων. Κυνίσκος οὐκ ἐμὸν τοῦτο, ἀλλὰ σὺ μικρὸν ἔμπροσθεν ἔφησθα τὰς Μοίρας εἶναι τὰς ἅπαντα ἐπιτελούσας·2 εἰ μὴ μεταμέλει σοι ἐκείνων καὶ ἀνατίθεσαι αὖθις τὰ εἰρημένα καὶ ἀμφισβητεῖτε τῆς ἐπιμελείας παρωσάμενοι τὴν Εἱμαρμένην;
クニスコス:しかし私は――他の一体誰から真実を学べるというのでしょう、あなた以外の。――これもまた喜んでお尋ねしたいのですが、あなた方にとってこのプロノイア(配慮)とは何なのですか。一種のモイラ(運命)なのですか、それともこれらを超えた、彼女たち自身をも支配する神のようなものなのですか。 ゼウス:お前がすべてを知ることは神法に背くことだと、すでに前にも言ったはずだ。最初には一つのことを質問すると言っておきながら、お前は私に対してこれほど細かな詮索を止めようとしない。そして、お前の議論の要点は、私たちが人間のことを何も配慮していないと示すことにあると、私には分かっている。 クニスコス:それは私のせいではありません。あなたが少し前に、すべてのことを遂行するのはモイライであると言ったのです。それとも、あなたはその発言を後悔して、言ったことを取り消し、運命(ヘイマルメネー)を脇に押しやって、自分たちこそが配慮しているのだと主張するのですか。
Ζεύς οὐδαμῶς, ἀλλʼ ἡ Μοῖρα διʼ ἡμῶν ἕκαστα ἐπιτελεῖ. Κυνίσκος μανθάνω· ὑπηρέται καὶ διάκονοί τινες τῶν Μοιρῶν εἶναί φατε. πλὴν ἀλλὰ καὶ οὕτως ἐκεῖναι ἂν εἶεν αἱ προνοοῦσαι, ὑμεῖς δὲ ὥσπερ σκεύη τινὰ καὶ ἐργαλεῖά ἐστε αὐτῶν. Ζεύς πῶς λέγεις; Κυνίσκος ὥσπερ, οἶμαι, καὶ τὸ σκέπαρνον τῷ τέκτονι καὶ τὸ τρύπανον συνεργεῖ μέν τι πρὸς τὴν τέχνην,3 οὐδεὶς δʼ ἂν εἴποι ὡς ταῦτα ὁ τεχνίτης ἐστίν, οὐδʼ ἡ ναῦς ἔργον τοῦ σκεπάρνου ἢ τοῦ τρυπάνου, ἀλλὰ τοῦ ναυπηγοῦ· ἀνάλογον τοίνυν ἡ μὲν ναυπηγουμένη ἕκαστα ἡ Εἱμαρμένη ἐστίν, ὑμεῖς δέ, εἴπερ ἄρα, τρύπανα καὶ σκέπαρνά ἐστε τῶν Μοιρῶν· καί, ὡς ἔοικεν, οἱ ἄνθρωποι δέον τῇ Εἱμαρμένῃ θύειν καὶ παρʼ ἐκείνης αἰτεῖν τἀγαθά, οἱ δʼ ἐφʼ ὑμᾶς ἴασι προσόδοις καὶ θυσίαις γεραίροντες· ἢ οὐδὲ τὴν Εἱμαρμένην τιμῶντες εἰς δέον ἂν αὐτὸ ἔπραττον· οὐ γὰρ οἶμαι δυνατὸν εἶναι οὐδὲ αὐταῖς ἔτι ταῖς Μοίραις ἀλλάξαι τι καὶ μετατρέψαι τῶν ἐξ ἀρχῆς δοξάντων περὶ ἑκάστου· ἡ γοῦν Ἄτροπος οὐκ ἀνάσχοιτʼ ἄν, εἴ τις εἰς τὸ ἐναντίον στρέψειε τὸν ἄτρακτον ἀναλύων τῆς Κλωθοῦς τὸ ἔργον.
ゼウス:決してそうではない。そうではなく、モイラは私たちを通じて個々のことを遂行するのだ。 クニスコス:分かりました。あなた方はモイライのある種の下僕や奉仕者であると言っているのですね。しかし、そうだとしても、配慮しているのは彼女たちであり、あなた方は彼女たちのある種の道具や器具にすぎないことになります。 ゼウス:どういう意味だ。 クニスコス:思うに、大工にとっての斧や錐が技術のためにいくらか協力するとしても、これらこそが技術者であるとは誰も言わないでしょうし、船が斧や錐の作品ではなく造船技師の作品であるのと同じです。それと同様に、個々のことを造り出すのは運命(ヘイマルメネー)であり、あなた方は、もしそうだとすれば、モイライの錐や斧なのです。そしてどうやら、人間は運命(ヘイマルメネー)に犠牲を捧げ、彼女から善いものを求めるべきであるのに、あなた方のもとへ行って、参詣や犠牲によって崇めているようです。いや、運命(ヘイマルメネー)を敬うことでさえ、適切にそれを行っているとは言えないでしょう。個々のことについて最初に決定されたことの何かを変更したり覆したりすることは、モイライ自身にとってももはや不可能だと思うからです。現にアトロポスは、誰かが紡錘を反対に回してクロトの仕事をほどこうとしても、耐えられないでしょう。
Ζεύς σὺ δʼ ἤδη, ὦ Κυνίσκε, οὐδὲ τὰς Μοίρας τιμᾶσθαι πρὸς τῶν ἀνθρώπων ἀξιοῖς; ἀλλʼ ἔοικας ἅπαντα συγχεῖν προαιρεῖσθαι. ἡμεῖς δὲ εἰ καὶ μηδενὸς ἄλλου ἕνεκα, τοῦ γε μαντεύεσθαι καὶ προμηνύειν ἕκαστα τῶν ὑπὸ τῆς Μοίρας κεκυρωμένων δικαίως τιμῴμεθʼ ἄν. Κυνίσκος τὸ μὲν ὅλον, ἄχρηστον, ὦ Ζεῦ, προειδέναι τὰ μέλλοντα οἷς γε τὸ φυλάξασθαι αὐτὰ παντελῶς ἀδύνατον· εἰ μὴ ἄρα τοῦτο φής, ὡς ὁ προμαθὼν ὅτι ὑπʼ αἰχμῆς σιδηρᾶς τεθνήξεται δύναιτʼ ἂν ἐκφυγεῖν τὸν θάνατον καθείρξας ἑαυτόν; ἀλλʼ ἀδύνατον· ἐξάξει γὰρ αὐτὸν ἡ Μοῖρα κυνηγετήσοντα καὶ παραδώσει τῇ αἰχμῇ· καὶ ὁ Ἄδραστος ἐπὶ τὸν σῦν ἀφεὶς τὴν λόγχην ἐκείνου μὲν ἁμαρτήσεται, φονεύσει δὲ τὸν Κροίσου παῖδα, ὡς ἂν ἀπʼ ἰσχυρᾶς ἐμβολῆς τῶν Μοιρῶν φερομένου τοῦ ἀκοντίου4 ἐπὶ τὸν νεανίσκον.
ゼウス:クニスコスよ、お前はもはやモイライさえも人間から敬われるに値しないと言うのか。お前はすべてを混乱させようとしているようだ。しかし私たちは、他の何のためでもないにせよ、少なくともモイラによって決定された個々のことを予言し、あらかじめ告げるという点において、当然敬われるべきだ。 クニスコス:全体として、未来のことをあらかじめ知ることは、それを防ぐことが完全に不可能な者たちにとっては無益です、ゼウスよ。それとも、鉄の槍によって死ぬことになるとあらかじめ知った者が、自分を閉じ込めることで死から逃れられる、とでもおっしゃるのですか。いや、不可能です。運命(モイラ)が彼を狩猟へと連れ出し、槍へと引き渡すでしょうから。アドラストスが猪に向けて放った槍は、猪を外れて、クロイソスの子を殺すでしょう。それはまるで、運命(モイライ)の強い推進力によって、投げ槍がその若者へと運ばれるかのようです。
- 9ὅ τι μὴ καὶ τῇ Μοίρᾳ πρὸ σοῦ ἔδοξεν
ὅ τι は関係代名詞 ὅστις の中性単数対格。μή は条件や仮定を表す否定。πρὸ σοῦ(あなたよりも前に/あなたを差し置いて)は、モイラの決定が神々の意志に優先することを示している。
- 10τὰς Μοίρας εἶναι τὰς ἅπαντα ἐπιτελούσας
間接話法の対格不定詞構文。εἶναι の意味上の主語は τὰς Μοίρας(対格)。τὰς ἅπαντα ἐπιτελούσας は関係代名詞の代わりに分詞が定冠詞を伴って名詞化されたもので、「すべてのことを遂行する者たち」として εἶναι の補語となっている。
- 11ὥσπερ, οἶμαι, καὶ τὸ σκέπαρνον τῷ τέκτονι καὶ τὸ τρύπανον συνεργεῖ μέν τι πρὸς τὴν τέχνην
比較節(ὥσπερ...)において、主語は τὸ σκέπαρνον と τὸ τρύπανον の二つあるが、動詞 συνεργεῖ は単数形をとっている。これは、二つの主語が一体の道具として、あるいは中性複数主語に準じて扱われているため。τῷ τέκτονι は利害の与格(「大工のために」)。τι は副詞的に「いくらか」の意。
- 12ὡς ἂν ἀπʼ ἰσχυρᾶς ἐμβολῆς τῶν Μοιρῶν φερομένου τοῦ ἀκοντίου
ὡς ἄν は分詞を伴って「あたかも〜であるかのように」という比喩や推測を表す。φερομένου τοῦ ἀκοντίου は属格独立構文(Genitive Absolute)。ἀπʼ ἰσχυρᾶς ἐμβολῆς は「強い推進力によって」という原因や手段を表す前置詞句。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
