§5Ζεύς
οὐκ οἶδʼ ὅ τι σοι ταυτὶ βούλεται τὰ ἐρωτήματα.
宙斯:我不知道你这些问题是什么意思。
Κυνίσκος
ἐκεῖνο, ὦ Ζεῦ·
库尼斯科斯:是这样的,宙斯。
καὶ πρὸς τῶν Μοιρῶν καὶ τῆς Εἱμαρμένης μὴ τραχέως μηδὲ πρὸς ὀργὴν ἀκούσῃς μου τἀληθῆ μετὰ παρρησίας λέγοντος.
凭着摩伊赖和命运起誓,当我直言不讳地说出真话时,请不要粗暴或动怒地听我说。
εἰ γὰρ οὕτως ἔχει ταῦτα καὶ πάντων αἱ Μοῖραι κρατοῦσι καὶ οὐδὲν ἂν ὑπʼ οὐδενὸς ἔτι ἀλλαγείη τῶν ἅπαξ δοξάντων αὐταῖς, τίνος ἕνεκα ὑμῖν οἱ ἄνθρωποι θύομεν καὶ ἑκατόμβας προσάγομεν εὐχόμενοι γενέσθαι ἡμῖν παρʼ ὑμῶν τἀγαθά;
因为如果这些事情确实如此,摩伊赖统治着一切,而且她们一旦决定的事情就再也不能被任何人改变,那么我们人类为什么还要向你们献祭、呈上百牛大祭,并祈求从你们那里获得恩赐呢?
οὐχ ὁρῶ γὰρ ὅ τι ἂν ἀπολαύσαιμεν τῆς ἐπιμελείας ταύτης, εἰ μήτε τῶν φαύλων ἀποτροπὰς εὑρέσθαι δυνατὸν ἡμῖν ἐκ τῶν εὐχῶν μήτε ἀγαθοῦ τινος θεοσδότου ἐπιτυχεῖν.
因为如果既不能通过祈祷来避开灾祸,也不能获得神赐的恩惠,我实在看不出我们能从这种“关照”中得到什么益处。
§6Ζεύς
οἶδα ὅθεν σοι τὰ κομψὰ ταῦτα ἐρωτήματά ἐστιν, παρὰ τῶν καταράτων σοφιστῶν, οἳ μηδὲ προνοεῖν ἡμᾶς τῶν ἀνθρώπων φασίν·
宙斯:我知道你这些自作聪明的提问是从哪里来的,就是那些该死的诡辩家,他们竟然说我们甚至不关照人类。
ἐκεῖνοι γοῦν τὰ τοιαῦτα ἐρωτῶσιν ὑπʼ ἀσεβείας, ἀποτρέποντες καὶ τοὺς ἄλλους θύειν καὶ εὔχεσθαι ὡς εἰκαῖον ὄν· ἡμᾶς γὰρ οὔτʼ ἐπιμελεῖσθαι τῶν πραττομένων παρʼ ὑμῖν οὔθʼ ὅλως τι δύνασθαι πρὸς τὰ ἐν τῇ γῇ πράγματα.
总之,他们出于不敬神而提出此类问题,劝阻其他人去献祭和祈祷,说那是徒劳的;因为他们说我们既不关心你们中间发生的事,对地上的事务也完全无能为力。
πλὴν οὐ χαιρήσουσί γε τὰ τοιαῦτα διεξιόντες.
不过,散布这种言论的人绝不会有什么好下场。
Κυνίσκος
οὐ μὰ τὸν τῆς Κλωθοῦς ἄτρακτον, ὦ Ζεῦ, οὐχ ὑπʼ ἐκείνων ἀναπεισθεὶς ταῦτά σε ἠρώτησα, ὁ δὲ λόγος αὐτὸς οὐκ οἶδʼ ὅπως ἡμῖν προϊὼν εἰς τοῦτο ἀπέβη, περιττὰς εἶναι τὰς θυσίας.
库尼斯科斯:不,凭着克罗托的纺锤发誓,宙斯,我并不是被他们说服才问你这些的。 而是讨论本身,不知怎么地,随着其进展就得出了这个结论:献祭是多余的。
αὖθις δʼ, εἰ δοκεῖ, διὰ βραχέων ἐρήσομαί σε, σὺ δὲ μὴ ὀκνήσῃς ἀποκρίνασθαι, καὶ ὅπως ἀσφαλέστερον ἀποκρινῇ.
但如果你愿意的话,我再简短地问你几句,请不要犹豫回答,并且请你回答得更稳妥些。
Ζεύς
ἐρώτα, εἴ σοι σχολὴ τὰ τοιαῦτα ληρεῖν.
宙斯:问吧,如果你有闲心说这些胡话。
§7Κυνίσκος
πάντα φὴς ἐκ τῶν Μοιρῶν γίγνεσθαι;
库尼斯科斯:你说是所有的事情都由摩伊赖决定吗?
Ζεύς
φημὶ γάρ.
宙斯:是的,我说过。
Κυνίσκος
ὑμῖν δὲ δυνατὸν ἀλλάττειν ταῦτα καὶ ἀνακλώθειν;
库尼斯科斯:那你们有可能改变这些、或者重新纺织它们吗?
Ζεύς
οὐδαμῶς.
宙斯:绝无可能。
Κυνίσκος
βούλει οὖν ἐπαγάγω καὶ τὸ μετὰ τοῦτο, ἢ δῆλον, κἂν μὴ εἴπω αὐτό;
库尼斯科斯:那么,你希望我把接下来的结论引申出来吗?
Ζεύς
δῆλον μέν.
还是说,即使我不说,它也是显而易见的?
οἱ δέ γε θύοντες οὐ τῆς χρείας ἕνεκα θύουσιν, ἀντίδοσιν δή τινα ποιούμενοι καὶ ὥσπερ ὠνούμενοι τὰ ἀγαθὰ παρʼ ἡμῶν, ἀλλὰ τιμῶντες ἄλλως τὸ βέλτιον.
宙斯:确实是显而易见的。 但是,那些献祭的人并不是为了实用而献祭,仿佛在进行某种交易,向我们购买好处;他们纯粹是在向更优秀者致敬。
Κυνίσκος
ἱκανὸν καὶ τοῦτο, εἰ καὶ σὺ φὴς ἐπὶ μηδενὶ χρησίμῳ γίγνεσθαι τὰς θυσίας, εὐγνωμοσύνῃ δέ τινι τῶν ἀνθρώπων τιμώντων τὸ βέλτιον.
库尼斯科斯:这个回答也足够了,因为连你也承认,献祭没有任何实用目的,而只是人类出于某种善意向更优秀者致敬。
καίτοι εἴ τις τῶν σοφιστῶν ἐκείνων παρῆν, ἤρετο ἄν σε καθʼ ὅ τι βελτίους φὴς τοὺς θεούς, καὶ ταῦτα ὁμοδούλους τῶν ἀνθρώπων ὄντας καὶ ὑπὸ ταῖς αὐταῖς δεσποίναις ταῖς Μοίραις ταττομένους. οὐ γὰρ ἀποχρήσει αὐτοῖς τὸ ἀθανάτους εἶναι, ὡς διʼ αὐτὸ ἀμείνους δοκεῖν·
然而,如果那些诡辩家中有谁在场,他一定会问你:既然神明也是人类的同伙奴隶,并且被置于同样的两位女主人——摩伊赖——之下,你凭什么说神明更优秀?
ἐπεὶ τοῦτό γε μακρῷ χεῖρόν ἐστιν, εἴγε τοὺς μὲν κἂν ὁ θάνατος εἰς ἐλευθερίαν ἀφείλετο, ὑμῖν δὲ εἰς ἄπειρον ἐκπίπτει τὸ πρᾶγμα καὶ ἀΐδιος ἡ δουλεία γίνεται ὑπὸ μακρῷ τῷ λίνῳ στρεφομένη.
因为仅仅拥有死之身还不足以让他们觉得神明因此就更好;毕竟这反而要糟糕得多,因为对人类来说,至少死亡能将他们解脱到自由中,而对你们来说,事情却无限延续,在漫长缠绕的命运之线下,沦为永恒的奴役。
§8Ζεύς
ἀλλʼ, ὦ Κυνίσκε, τὸ ἀΐδιον τοῦτο καὶ ἄπειρον εὔδαιμον ἡμῖν ἐστι καὶ ἐν ἅπασιν ἀγαθοῖς ἡμεῖς βιοῦμεν.
宙斯:但是,库尼斯科斯,这永恒和无限对我们而言是幸福的,我们在一切美德与幸福中生活。
Κυνίσκος
οὐχ ἅπαντες, ὦ Ζεῦ, ἀλλὰ διώρισται καὶ παρʼ ὑμῖν τὸ πρᾶγμα καὶ πολλὴ ταραχὴ ἔνεστι·
库尼斯科斯:并不是所有人,宙斯。
σὺ μὲν γὰρ εὐδαίμων, βασιλεὺς γάρ, καὶ δύνασαι ἀνασπᾶν τὴν γῆν καὶ τὴν θάλασσαν ὥσπερ ἱμονιὰν καθείς·
即便是在你们中间,处境也是分化的,而且存在着巨大的混乱。
ὁ δὲ Ἥφαιστος χωλός ἐστι, βαναυσός τις καὶ πυρίτης τὴν τέχνην· ὁ Προμηθεὺς δὲ καὶ ἀνεσκολοπίσθη ποτέ.
因为你确实是幸福的,因为你是国王,并且可以像放下井绳一样,把大地和海洋提上来;但赫菲斯托斯却是瘸子,是个靠火谋生的手艺人;而普罗米修斯甚至曾经被钉在悬崖上。
τὸν γὰρ πατέρα σου τί ἂν λέγοιμι, πεδήτην ἔτι ἐν τῷ Ταρτάρῳ ὄντα;
至于你的父亲,我还能说什么呢? 他现在还在塔耳塔洛斯里带着镣铐呢。
καὶ ἐρᾶν δὲ ὑμᾶς φασι καὶ τιτρώσκεσθαι καὶ δουλεύειν ἐνίοτε παρὰ τοῖς ἀνθρώποις, ὥσπερ ἀμέλει καὶ τὸν σὸν ἀδελφὸν παρὰ Λαομέδοντι καὶ παρʼ Ἀδμήτῳ τὸν Ἀπόλλω.
而且人们还说,你们会坠入爱河、会受伤,有时还要给凡人当奴隶,就像你的兄弟确实曾服侍拉俄墨冬,而阿波罗服侍阿德墨托斯一样。
ταῦτα δέ μοι οὐ πάνυ εὐδαίμονα δοκεῖ, ἀλλʼ ἐοίκασιν ὑμῶν οἱ μέν τινες εὐτυχεῖς τε καὶ εὔμοιροι εἶναι, οἱ δὲ ἔμπαλιν·
这些在我看来可一点也不幸福,反而显得你们中间有些人幸运且分得好运,而另一些人则恰恰相反。
ἐῶ γὰρ λέγειν, ὅτι καὶ λῃστεύεσθε ὥσπερ ἡμεῖς καὶ περισυλᾶσθε ὑπὸ τῶν ἱεροσύλων καὶ ἐκ πλουσιωτάτων πενέστατοι ἐν ἀκαρεῖ γίγνεσθε· πολλοὶ δὲ καὶ κατεχωνεύθησαν ἤδη χρυσοῖ ἢ ἀργυροῖ ὄντες, οἷς τοῦτο εἵμαρτο δηλαδή.
我就不提你们也像我们一样遭到抢劫、被盗庙贼洗劫一空,从极其富有瞬间变得一贫如洗了;甚至许多金银铸造的神像早就被熔化了,显然,这就是它们命中注定的运命。