Humanitext Reader

琉善 · 被盘问的宙斯 §13-16

模棱两可的神谕与世间不公对神意关照的质疑

第 4 段,共 5 段 · 希腊语

内容简介

库尼斯克斯指出预知注定之事的多余性以及神谕的模棱两可,以此否定预言术的价值。接着,他通过恶人得势、善人受苦的现实,以及雷电击中无辜之物的现象,质疑宙斯的“关照”与正义。

§13Κυνίσκος τὸ μὲν γὰρ τοῦ Λαΐου καὶ γελοῖον, τό· " μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ· εἰ γὰρ τεκνώσεις (φησὶ) παῖδʼ, ἀποκτενεῖ ς’ ὁ φύς.
库尼斯科斯因为莱乌斯的事也很荒谬,那就是: “不要违背神明之意播下子嗣的犁沟;因为如果你生下孩子,那出生者将会杀死你。
" περιττὴ γάρ, οἶμαι, ἡ παραίνεσις πρὸς τὰ πάντως οὕτω γενησόμενα.
” 因为我想,对于必定会这样发生的事情,这种劝告是多余的。
τοιγάρτοι μετὰ τὸν χρησμὸν καὶ ἔσπειρεν καὶ ὁ φὺς ἀπέκτεινεν αὐτόν.
果不其然,在听到神谕之后,他还是播了种,而那出生者也杀死了他。
ὥστε οὐχ ὁρῶ ἀνθʼ ὅτου ἀπαιτεῖτε τὸν μισθὸν ἐπὶ τῇ μαντικῇ.
因此,我不明白你们凭什么因预言术而索要报酬。
§14Κυνίσκος ἐῶ γὰρ λέγειν ὡς λοξὰ καὶ ἐπαμφοτερίζοντα τοῖς πολλοῖς χρᾶν εἰώθατε, οὐ πάνυ ἀποσαφοῦντες εἰ ὁ τὸν Ἅλυν διαβὰς τὴν αὑτοῦ ἀρχὴν καταλύσει ἢ τὴν τοῦ Κύρου· ἄμφω γὰρ δύναται ὁ χρησμός.
库尼斯科斯因为我且不说你们习惯于对大多数人降下暧昧和双关的神谕,完全不挑明渡过哈里斯河的人是要毁灭自己的帝国还是居鲁士的帝国;因为这神谕怎么解释都行。
Ζεύς ἦν τις, ὦ Κυνίσκε, τῷ Ἀπόλλωνι ὀργῆς αἰτία κατὰ τοῦ Κροίσου, διότι ἐπειρᾶτο ἐκεῖνος αὐτοῦ ἄρνεια κρέα καὶ χελώνην ἐς τὸ αὐτὸ ἕψων.
宙斯库尼斯科斯,阿波罗对克罗伊索斯动怒是有原因的,因为那家伙把羔羊肉和乌龟放在一起煮,以此来试探阿波罗。
Κυνίσκος ἐχρῆν μὲν μηδὲ ὀργίζεσθαι θεὸν ὄντα·
库尼斯科斯既然是神,他本就不该动怒。
πλὴν ἀλλὰ καὶ τὸ ἐξαπατηθῆναι τῷ Λυδῷ ἐπέπρωτο, οἶμαι, καὶ ὅλως τὸ μὴ σαφῶς ἀκοῦσαι τὰ μέλλοντα ἡ Εἱμαρμένη ἐπέκλωσεν·
不过,我想,这名吕底亚人被欺骗也是注定的,而且命运(赫伊玛尔墨涅)总归纺出了让他无法清晰听闻未来的线。
ὥστε καὶ ἡ μαντικὴ ὑμῶν ἐκείνης μέρος ἐστίν.
所以,你们的预言术也是属于她的一部分。
§15Ζεύς ἡμῖν δὲ οὐδὲν ἀπολείπεις, ἀλλὰ μάτην θεοί ἐσμεν, οὔτε πρόνοιάν τινα εἰσφερόμενοι εἰς τὰ πράγματα οὔτε τῶν θυσιῶν ἄξιοι καθάπερ τρύπανα ὡς ἀληθῶς ἢ σκέπαρνα;
宙斯你真是一点都不留给我们,难道我们当神是白当的,既不对事务带来任何关照,也不配享用祭品,简直真的像钻头或手斧一样吗?
καί μοι δοκεῖς εἰκότως μου καταφρονεῖν, ὅτι κεραυνόν, ὡς ὁρᾷς, διηγκυλημένος ἀνέχομαί σε τοσαῦτα καθʼ ἡμῶν διεξιόντα.
而且,看来你轻视我是理所当然的,因为如你所见,我手里攥着雷电,却容忍你对我们进行这么多攻击。
Κυνίσκος βάλλε, ὦ Ζεῦ, εἴ μοι καὶ κεραυνῷ πληγῆναι εἵμαρται, καὶ σὲ οὐδὲν αἰτιάσομαι τῆς πληγῆς, ἀλλὰ τὴν Κλωθὼ τὴν διὰ σοῦ τιτρώσκουσαν·
库尼斯科斯劈吧,宙斯,如果我注定也要被雷劈的话,我绝不会因为这一击而责怪你,而是会责怪那个通过你伤害我的克罗托。
οὐδὲ γὰρ τὸν κεραυνὸν αὐτὸν φαίην ἂν αἴτιον μοι γενέσθαι τοῦ τραύματος.
因为我也不认为雷电本身是我受伤的原因。
πλὴν ἐκεῖνό γε ὑμᾶς ἐρήσομαι καὶ σὲ καὶ τὴν Εἱμαρμένην· σὺ δέ μοι καὶ ὑπὲρ ἐκείνης ἀπόκριναι· ἀνέμνησας γάρ με ἀπειλήσας.
不过,我倒要问问你们——你和命运(赫伊玛尔墨涅)——这件事情;你也替她回答我吧,因为你的威胁提醒了我。
§16Κυνίσκος τί δήποτε τοὺς ἱεροσύλους καὶ λῃστὰς ἀφέντες καὶ τοσούτους ὑβριστὰς καὶ βιαίους καὶ ἐπιόρκους δρῦν τινα πολλάκις κεραυνοῦτε ἢ λίθον ἢ νεὼς ἱστὸν οὐδὲν ἀδικούσης, ἐνίοτε δὲ χρηστόν τινα καὶ ὅσιον ὁδοιπόρον;
库尼斯科斯究竟是为什么,你们放过那些盗庙贼、强盗,以及那么多蛮横、暴戾、背誓的人,却常常用雷劈一棵橡树、一块石头、或者一根毫无过错的船桅,有时甚至劈一个善良、虔诚的旅人?
τί σιωπᾷς, ὦ Ζεῦ;
你为什么沉默不语,宙斯?
ἢ οὐδὲ τοῦτό με θέμις εἰδέναι;
难道连这件事我也不该知道吗?
Ζεύς οὐ γάρ, ὦ Κυνίσκε.
宙斯确实不该,库尼斯科斯。
σὺ δὲ πολυπράγμων τις εἶ καὶ οὐκ οἶδʼ ὅθεν ταῦτα ἥκεις μοι συμπεφορηκώς.
你真是个多管闲事的人,我不知道你从哪里搜集了这些东西来对付我。
Κυνίσκος οὐκοῦν μηδὲ ἐκεῖνο ὑμᾶς ἔρωμαι, σέ τε καὶ τὴν Πρόνοιαν καὶ τὴν Εἱμαρμένην, τί δήποτε Φωκίων μὲν ὁ χρηστὸς ἐν τοσαύτῃ πενίᾳ καὶ σπάνει τῶν ἀναγκαίων ἀπέθανε καὶ Ἀριστείδης πρὸ αὐτοῦ, Καλλίας δὲ καὶ Ἀλκιβιάδης, ἀκόλαστα μειράκια, ὑπερεπλούτουν καὶ Μειδίας ὁ ὑβριστὴς καὶ Χάροψ ὁ Αἰγινήτης, κίναιδος ἄνθρωπος, τὴν μητέρα λιμῷ ἀπεκτονώς, καὶ πάλιν Σωκράτης μὲν παρεδόθη τοῖς ἕνδεκα, Μέλητος δὲ οὐ παρεδόθη, καὶ Σαρδανάπαλλος μὲν ἐβασίλευε θῆλυς ὤν, Γώχης δὲ ἀνὴρ ἐνάρετος ἀνεσκολοπίσθη πρὸς αὐτοῦ, διότι μὴ ἠρέσκετο τοῖς γιγνομένοις·
库尼斯科斯那么,我也不应该问你们——你、关照以及命运——这件事情吗? 那就是:为什么善良的福基翁会在如此贫困和缺乏生活必需品中死去,在他之前的阿里斯提德也是如此;而卡利亚斯和阿尔西比亚德斯这两个放荡的青年却极其富有,还有蛮横的梅迪亚斯,以及埃吉纳的卡罗普斯,那个让自己母亲饿死的荒淫之人? 还有,为什么苏格拉底被交给了十一人判决官,而美勒托斯却没有被交给? 为什么萨尔达那帕拉虽然是个女里女气的人却当了国王,而戈赫斯这个有德之人却因为对现状不满而被他处以穿刺极刑?

词汇与语法注释

  1. 13τό — 引导引号中悲剧诗句的定冠词(中性单数主格或宾格),作为同格成分具体说明前文的 `τὸ τοῦ Λαΐου`(莱乌斯的事/神谕)。
  2. 13ὁ φύς — 动词 `φύω` 的不定过去时主动分词单数阳性主格,带冠词名词化,表示“出生的人”(即儿子俄狄浦斯),作为将来时动词 `ἀποκτενεῖ`(缩约将来时,以第二人称单数宾格 `ςʼ` 为宾语)的主语。
  3. 14ἐῶ γὰρ λέγειν — 修辞学上的省略法(praeteritio)惯用表达,意为“因为我且不说……”。由连接词 `ὡς` 引导的从属句 `ὡς ... εἰώθατε`(你们习惯于……)整体作为不定式 `λέγειν` 的宾语。
  4. 15ἀνέχομαί σε τοσαῦτα καθʼ ἡμῶν διεξιόντα — 动词 `ἀνέχομαι`(容忍)接宾格对象/主语 `σε` 及其相一致的补充分词 `διεξιόντα` 的句式,意为“容忍你细说(这么多攻击我们的话)”。分词 `διηγκυλημένος` 是与主句主语(宙斯)一致的伴随分词。
  5. 16μηδὲ ἐκεῖνο ὑμᾶς ἔρωμαι — 虚拟语气 `ἔρωμαι` 是表达自我设问或提议(“我该问……吗”)的疑虑虚拟语气(deliberative subjunctive)。结合否定词 `μηδέ`(也不/甚至不),反讽式地顺从宙斯先前的抱怨,意为“那么我也不该问你们那件事吗”。

引用这一段

琉善, 被盘问的宙斯 §13-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg017.humanitext-grc2:13-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。