§5Ζεύς
οὐκ οἶδʼ ὅ τι σοι ταυτὶ βούλεται τὰ ἐρωτήματα.
Zeus: I do not know what these questions of yours mean.
Κυνίσκος
ἐκεῖνο, ὦ Ζεῦ· καὶ πρὸς τῶν Μοιρῶν καὶ τῆς Εἱμαρμένης μὴ τραχέως μηδὲ πρὸς ὀργὴν ἀκούσῃς μου τἀληθῆ μετὰ παρρησίας λέγοντος.
Cyniscus: It is this, Zeus; and, by the Fates and Fate, do not listen harshly or with anger to me speaking the truth with frankness.
εἰ γὰρ οὕτως ἔχει ταῦτα καὶ πάντων αἱ Μοῖραι κρατοῦσι καὶ οὐδὲν ἂν ὑπʼ οὐδενὸς ἔτι ἀλλαγείη τῶν ἅπαξ δοξάντων αὐταῖς, τίνος ἕνεκα ὑμῖν οἱ ἄνθρωποι θύομεν καὶ ἑκατόμβας προσάγομεν εὐχόμενοι γενέσθαι ἡμῖν παρʼ ὑμῶν τἀγαθά;
For if these things are so, and the Fates rule over all, and nothing of what has once been resolved by them could ever be changed by anyone, for what reason do we humans sacrifice to you and bring hecatombs, praying that good things may come to us from you?
οὐχ ὁρῶ γὰρ ὅ τι ἂν ἀπολαύσαιμεν τῆς ἐπιμελείας ταύτης, εἰ μήτε τῶν φαύλων ἀποτροπὰς εὑρέσθαι δυνατὸν ἡμῖν ἐκ τῶν εὐχῶν μήτε ἀγαθοῦ τινος θεοσδότου ἐπιτυχεῖν.
For I do not see what benefit we would derive from this care of yours, if it is neither possible for us to find aversion from evils through prayers, nor to obtain any god-given good.
§6Ζεύς
οἶδα ὅθεν σοι τὰ κομψὰ ταῦτα ἐρωτήματά ἐστιν, παρὰ τῶν καταράτων σοφιστῶν, οἳ μηδὲ προνοεῖν ἡμᾶς τῶν ἀνθρώπων φασίν·
Zeus: I know where these clever questions of yours come from: from those cursed sophists, who say that we do not even exercise providence over humans.
ἐκεῖνοι γοῦν τὰ τοιαῦτα ἐρωτῶσιν ὑπʼ ἀσεβείας, ἀποτρέποντες καὶ τοὺς ἄλλους θύειν καὶ εὔχεσθαι ὡς εἰκαῖον ὄν· ἡμᾶς γὰρ οὔτʼ ἐπιμελεῖσθαι τῶν πραττομένων παρʼ ὑμῖν οὔθʼ ὅλως τι δύνασθαι πρὸς τὰ ἐν τῇ γῇ πράγματα.
At any rate, they ask such things out of impiety, turning others away too from sacrificing and praying, as if it were in vain; for they say that we neither care for what is done among you nor have any power at all over earthly affairs.
πλὴν οὐ χαιρήσουσί γε τὰ τοιαῦτα διεξιόντες.
However, they will certainly not rejoice in expounding such things.
Κυνίσκος
οὐ μὰ τὸν τῆς Κλωθοῦς ἄτρακτον, ὦ Ζεῦ, οὐχ ὑπʼ ἐκείνων ἀναπεισθεὶς ταῦτά σε ἠρώτησα, ὁ δὲ λόγος αὐτὸς οὐκ οἶδʼ ὅπως ἡμῖν προϊὼν εἰς τοῦτο ἀπέβη, περιττὰς εἶναι τὰς θυσίας.
Cyniscus: No, by Clotho’s spindle, Zeus, it was not because I was persuaded by them that I asked you these things; rather, the argument itself, I know not how, as it proceeded, ended up at this point: that sacrifices are superfluous.
αὖθις δʼ, εἰ δοκεῖ, διὰ βραχέων ἐρήσομαί σε, σὺ δὲ μὴ ὀκνήσῃς ἀποκρίνασθαι, καὶ ὅπως ἀσφαλέστερον ἀποκρινῇ.
But again, if you please, I will ask you briefly, and do not hesitate to answer, and see to it that you answer more securely.
Ζεύς
ἐρώτα, εἴ σοι σχολὴ τὰ τοιαῦτα ληρεῖν.
Zeus: Ask, if you have leisure to talk such nonsense.
§7Κυνίσκος
πάντα φὴς ἐκ τῶν Μοιρῶν γίγνεσθαι;
Cyniscus: Do you say that all things happen because of the Fates?
Ζεύς
φημὶ γάρ.
Zeus: Yes, I do.
Κυνίσκος
ὑμῖν δὲ δυνατὸν ἀλλάττειν ταῦτα καὶ ἀνακλώθειν;
Cyniscus: And is it possible for you to change these things and spin them back?
Ζεύς
οὐδαμῶς.
Zeus: By no means.
Κυνίσκος
βούλει οὖν ἐπαγάγω καὶ τὸ μετὰ τοῦτο, ἢ δῆλον, κἂν μὴ εἴπω αὐτό;
Cyniscus: Do you wish then that I bring in the consequence of this, or is it clear, even if I do not say it?
Ζεύς
δῆλον μέν.
Zeus: It is indeed clear.
οἱ δέ γε θύοντες οὐ τῆς χρείας ἕνεκα θύουσιν, ἀντίδοσιν δή τινα ποιούμενοι καὶ ὥσπερ ὠνούμενοι τὰ ἀγαθὰ παρʼ ἡμῶν, ἀλλὰ τιμῶντες ἄλλως τὸ βέλτιον.
But those who sacrifice do not sacrifice for the sake of utility, making a sort of return and as if buying good things from us, but simply honoring the better.
Κυνίσκος
ἱκανὸν καὶ τοῦτο, εἰ καὶ σὺ φὴς ἐπὶ μηδενὶ χρησίμῳ γίγνεσθαι τὰς θυσίας, εὐγνωμοσύνῃ δέ τινι τῶν ἀνθρώπων τιμώντων τὸ βέλτιον.
Cyniscus: That too is sufficient, since you yourself say that sacrifices are made for no useful purpose, but from a certain goodwill of humans honoring the better.
καίτοι εἴ τις τῶν σοφιστῶν ἐκείνων παρῆν, ἤρετο ἄν σε καθʼ ὅ τι βελτίους φὴς τοὺς θεούς, καὶ ταῦτα ὁμοδούλους τῶν ἀνθρώπων ὄντας καὶ ὑπὸ ταῖς αὐταῖς δεσποίναις ταῖς Μοίραις ταττομένους.
And yet, if one of those sophists were present, he would ask you in what respect you say the gods are better, especially since they are fellow-slaves of humans and placed under the same mistresses, the Fates.
οὐ γὰρ ἀποχρήσει αὐτοῖς τὸ ἀθανάτους εἶναι, ὡς διʼ αὐτὸ ἀμείνους δοκεῖν· ἐπεὶ τοῦτό γε μακρῷ χεῖρόν ἐστιν, εἴγε τοὺς μὲν κἂν ὁ θάνατος εἰς ἐλευθερίαν ἀφείλετο, ὑμῖν δὲ εἰς ἄπειρον ἐκπίπτει τὸ πρᾶγμα καὶ ἀΐδιος ἡ δουλεία γίνεται ὑπὸ μακρῷ τῷ λίνῳ στρεφομένη.
For it will not suffice for them that you are immortal, so as to seem better on that account; since this indeed is far worse, if indeed death at least delivers humans into freedom, whereas for you the matter extends to infinity and your slavery becomes eternal, being spun under a long thread.
§8Ζεύς
ἀλλʼ, ὦ Κυνίσκε, τὸ ἀΐδιον τοῦτο καὶ ἄπειρον εὔδαιμον ἡμῖν ἐστι καὶ ἐν ἅπασιν ἀγαθοῖς ἡμεῖς βιοῦμεν.
Zeus: But, Cyniscus, this eternity and infinity is blessed for us, and we live in the midst of all good things.
Κυνίσκος
οὐχ ἅπαντες, ὦ Ζεῦ, ἀλλὰ διώρισται καὶ παρʼ ὑμῖν τὸ πρᾶγμα καὶ πολλὴ ταραχὴ ἔνεστι·
Cyniscus: Not all of you, Zeus; rather, the situation is divided even among you, and there is much confusion.
σὺ μὲν γὰρ εὐδαίμων, βασιλεὺς γάρ, καὶ δύνασαι ἀνασπᾶν τὴν γῆν καὶ τὴν θάλασσαν ὥσπερ ἱμονιὰν καθείς· ὁ δὲ Ἥφαιστος χωλός ἐστι, βαναυσός τις καὶ πυρίτης τὴν τέχνην· ὁ Προμηθεὺς δὲ καὶ ἀνεσκολοπίσθη ποτέ.
For you indeed are blessed, being king, and able to drag up the earth and the sea by letting down a rope like a well-rope; but Hephaestus is lame, a mere artisan and a blacksmith by trade; and Prometheus was even impaled once.
τὸν γὰρ πατέρα σου τί ἂν λέγοιμι, πεδήτην ἔτι ἐν τῷ Ταρτάρῳ ὄντα;
For what should I say of your father, who is still a prisoner in Tartarus?
καὶ ἐρᾶν δὲ ὑμᾶς φασι καὶ τιτρώσκεσθαι καὶ δουλεύειν ἐνίοτε παρὰ τοῖς ἀνθρώποις, ὥσπερ ἀμέλει καὶ τὸν σὸν ἀδελφὸν παρὰ Λαομέδοντι καὶ παρʼ Ἀδμήτῳ τὸν Ἀπόλλω.
And they say that you fall in love, are wounded, and sometimes serve as slaves among humans, just as indeed your brother did for Laomedon, and Apollo for Admetus.
ταῦτα δέ μοι οὐ πάνυ εὐδαίμονα δοκεῖ, ἀλλʼ ἐοίκασιν ὑμῶν οἱ μέν τινες εὐτυχεῖς τε καὶ εὔμοιροι εἶναι, οἱ δὲ ἔμπαλιν·
These things do not seem to me to be very blessed; rather, some of you seem to be fortunate and well-fated, and others the opposite.
ἐῶ γὰρ λέγειν, ὅτι καὶ λῃστεύεσθε ὥσπερ ἡμεῖς καὶ περισυλᾶσθε ὑπὸ τῶν ἱεροσύλων καὶ ἐκ πλουσιωτάτων πενέστατοι ἐν ἀκαρεῖ γίγνεσθε· πολλοὶ δὲ καὶ κατεχωνεύθησαν ἤδη χρυσοῖ ἢ ἀργυροῖ ὄντες, οἷς τοῦτο εἵμαρτο δηλαδή.
For I omit to mention that you are also plundered just as we are, and stripped bare by temple-robbers, and from being extremely rich become extremely poor in an instant; and many, being of gold or silver, have already been melted down, for whom this was clearly fated.