← ルキアノス

ゼウス論破さる

§5-8

祈りと犠牲の無意味さと運命に従属する神々

クニスコスは、すべてがモイライによって決定されているならば神々への犠牲や祈りは無意味ではないかとゼウスを問い詰める。さらに神々も運命の奴隷であり、中には不幸や悲惨な境遇にある神もいることを指摘して神々の優位性を否定する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5

Ζεύς οὐκ οἶδʼ ὅ τι σοι ταυτὶ βούλεται τὰ ἐρωτήματα. Κυνίσκος ἐκεῖνο, ὦ Ζεῦ· καὶ πρὸς τῶν Μοιρῶν καὶ τῆς Εἱμαρμένης μὴ τραχέως μηδὲ πρὸς ὀργὴν ἀκούσῃς μου τἀληθῆ μετὰ παρρησίας λέγοντος. εἰ γὰρ οὕτως ἔχει ταῦτα καὶ πάντων αἱ Μοῖραι κρατοῦσι καὶ οὐδὲν ἂν ὑπʼ οὐδενὸς ἔτι ἀλλαγείη τῶν ἅπαξ δοξάντων αὐταῖς, τίνος ἕνεκα ὑμῖν οἱ ἄνθρωποι θύομεν καὶ ἑκατόμβας προσάγομεν εὐχόμενοι γενέσθαι ἡμῖν παρʼ ὑμῶν τἀγαθά; οὐχ ὁρῶ γὰρ ὅ τι ἂν ἀπολαύσαιμεν τῆς ἐπιμελείας ταύτης, εἰ μήτε τῶν φαύλων ἀποτροπὰς εὑρέσθαι δυνατὸν ἡμῖν ἐκ τῶν εὐχῶν μήτε ἀγαθοῦ τινος θεοσδότου ἐπιτυχεῖν.

ゼウス:お前のこれらの質問が何を意味しているのか私には分からない。クニスコス:それ[私の意図]はこういうことです、ゼウスよ。そしてモイライと運命にかけて、私が率直に真実を語るのを、腹を立てたり怒ったりせずに聞いてください。もしこのことがその通りであり、モイライがすべてを支配し、彼女たちが一度決定したことのうち何ものも誰によってももはや変えられないのだとしたら、なぜ私たち人間はあなた方に犠牲を捧げ、百牛の生贄をもたらして、あなた方から善いものがもたらされるようにと祈るのでしょうか。というのも、祈りによって災いを避けることも、神から授けられる何らかの善いものを手に入れることも私たちに不可能なのだとしたら、この配慮から私たちがどのような恩恵を被り得るのか、私には見当がつかないからです。

§6

Ζεύς οἶδα ὅθεν σοι τὰ κομψὰ ταῦτα ἐρωτήματά ἐστιν, παρὰ τῶν καταράτων σοφιστῶν, οἳ μηδὲ προνοεῖν ἡμᾶς τῶν ἀνθρώπων φασίν· ἐκεῖνοι γοῦν τὰ τοιαῦτα ἐρωτῶσιν ὑπʼ ἀσεβείας, ἀποτρέποντες καὶ τοὺς ἄλλους θύειν καὶ εὔχεσθαι ὡς εἰκαῖον ὄν· ἡμᾶς γὰρ οὔτʼ ἐπιμελεῖσθαι τῶν πραττομένων παρʼ ὑμῖν οὔθʼ ὅλως τι δύνασθαι πρὸς τὰ ἐν τῇ γῇ πράγματα. πλὴν οὐ χαιρήσουσί γε τὰ τοιαῦτα διεξιόντες. Κυνίσκος οὐ μὰ τὸν τῆς Κλωθοῦς ἄτρακτον, ὦ Ζεῦ, οὐχ ὑπʼ ἐκείνων ἀναπεισθεὶς ταῦτά σε ἠρώτησα, ὁ δὲ λόγος αὐτὸς οὐκ οἶδʼ ὅπως ἡμῖν προϊὼν εἰς τοῦτο ἀπέβη, περιττὰς εἶναι τὰς θυσίας. αὖθις δʼ, εἰ δοκεῖ, διὰ βραχέων ἐρήσομαί σε, σὺ δὲ μὴ ὀκνήσῃς ἀποκρίνασθαι, καὶ ὅπως ἀσφαλέστερον ἀποκρινῇ. Ζεύς ἐρώτα, εἴ σοι σχολὴ τὰ τοιαῦτα ληρεῖν.

ゼウス:お前のその小賢しい質問がどこから来ているのか、私には分かっている。私たち神々が人間のことを配慮さえしていないと主張する、あの忌まわしいソフィストどものところからだ。実際、彼らは不信心からそのようなことを問いかけ、他の人々をも、無駄なことであるとして、犠牲を捧げたり祈ったりすることから遠ざけている。すなわち、私たちがあなた方の間で行われていることを配慮してもおらず、地上の事柄に対して全く何の力もないと言ってな。だが、そのようなことを触れ回る者たちが、ただで済むことはない。クニスコス:いいえ、クロトの紡錘にかけて誓いますが、ゼウスよ、私は彼らに説得されてこれらのことをお尋ねしたのではありません。むしろ、議論自体が、どういうわけか進むにつれて、犠牲を捧げることは無駄であるという結論に至ったのです。よろしければ、もう一度手短にお尋ねしますので、ためらわずに、そして今度はもっと慎重にお答えください。ゼウス:尋ねるがよい、お前にそのような戯言を言う暇があるのなら。

§7

Κυνίσκος πάντα φὴς ἐκ τῶν Μοιρῶν γίγνεσθαι; Ζεύς φημὶ γάρ. Κυνίσκος ὑμῖν δὲ δυνατὸν ἀλλάττειν ταῦτα καὶ ἀνακλώθειν; Ζεύς οὐδαμῶς. Κυνίσκος βούλει οὖν ἐπαγάγω καὶ τὸ μετὰ τοῦτο, ἢ δῆλον, κἂν μὴ εἴπω αὐτό; Ζεύς δῆλον μέν. οἱ δέ γε θύοντες οὐ τῆς χρείας ἕνεκα θύουσιν, ἀντίδοσιν δή τινα ποιούμενοι καὶ ὥσπερ ὠνούμενοι τὰ ἀγαθὰ παρʼ ἡμῶν, ἀλλὰ τιμῶντες ἄλλως τὸ βέλτιον. Κυνίσκος ἱκανὸν καὶ τοῦτο, εἰ καὶ σὺ φὴς ἐπὶ μηδενὶ χρησίμῳ γίγνεσθαι τὰς θυσίας, εὐγνωμοσύνῃ δέ τινι τῶν ἀνθρώπων τιμώντων τὸ βέλτιον. καίτοι εἴ τις τῶν σοφιστῶν ἐκείνων παρῆν, ἤρετο ἄν σε καθʼ ὅ τι βελτίους φὴς τοὺς θεούς, καὶ ταῦτα1 ὁμοδούλους τῶν ἀνθρώπων ὄντας καὶ ὑπὸ ταῖς αὐταῖς δεσποίναις ταῖς Μοίραις ταττομένους. οὐ γὰρ ἀποχρήσει αὐτοῖς τὸ ἀθανάτους εἶναι, ὡς διʼ αὐτὸ ἀμείνους δοκεῖν· ἐπεὶ τοῦτό γε μακρῷ χεῖρόν ἐστιν, εἴγε τοὺς μὲν κἂν ὁ θάνατος εἰς ἐλευθερίαν ἀφείλετο,2 ὑμῖν δὲ εἰς ἄπειρον ἐκπίπτει τὸ πρᾶγμα καὶ ἀΐδιος ἡ δουλεία γίνεται ὑπὸ μακρῷ τῷ λίνῳ στρεφομένη.

クニスコス:すべてのことはモイライによって起こる、とあなたは言われますか。ゼウス:そうだ、言うとも。クニスコス:そして、あなた方がこれらを変えたり、紡ぎ直したりすることは可能なのですか。ゼウス:到底できない。クニスコス:それでは、私はこれに続く結論を導き出すべきでしょうか。それとも、言わなくてもそれは明らかでしょうか。ゼウス:確かに明らかだ。しかし、犠牲を捧げる者たちは必要のために捧げているのではない。神々から善いものを買い取るかのように、ある種の返礼を行っているのではなく、ただ優れたものを敬っているのだ。クニスコス:その答えでも十分です。あなた自身も、犠牲を捧げることは何の実利のためでもなく、優れたものを敬う人間の、ある種の感謝によって行われているのだと言われるのですから。もっとも、もしあのソフィストたちの一人がここに居合わせたら、あなたにこう尋ねたことでしょう。神々が人間と同じ奴隷であり、同じ女主人であるモイライの下に配されているというのに、どのような点において神々の方が優れているとあなたは言うのか、と。不死であるということだけでは、それゆえに優れていると彼らに思わせるには十分ではないでしょう。なぜなら、人間の場合は少なくとも死が自由へと連れ去ってくれるのに対し、あなた方にとっては事態は無限に及び、長い糸に巻き取られながら、永遠の奴隷状態が続くのですから、これこそはるかに悲惨なことです。

§8

Ζεύς ἀλλʼ, ὦ Κυνίσκε, τὸ ἀΐδιον τοῦτο καὶ ἄπειρον εὔδαιμον ἡμῖν ἐστι καὶ ἐν ἅπασιν ἀγαθοῖς ἡμεῖς βιοῦμεν. Κυνίσκος οὐχ ἅπαντες, ὦ Ζεῦ, ἀλλὰ διώρισται καὶ παρʼ ὑμῖν τὸ πρᾶγμα καὶ πολλὴ ταραχὴ ἔνεστι· σὺ μὲν γὰρ εὐδαίμων, βασιλεὺς γάρ, καὶ δύνασαι ἀνασπᾶν τὴν γῆν καὶ τὴν θάλασσαν ὥσπερ ἱμονιὰν καθείς· ὁ δὲ Ἥφαιστος χωλός ἐστι, βαναυσός τις καὶ πυρίτης τὴν τέχνην· ὁ Προμηθεὺς δὲ καὶ ἀνεσκολοπίσθη ποτέ. τὸν γὰρ πατέρα σου τί ἂν λέγοιμι,3 πεδήτην ἔτι ἐν τῷ Ταρτάρῳ ὄντα; καὶ ἐρᾶν δὲ ὑμᾶς φασι καὶ τιτρώσκεσθαι καὶ δουλεύειν ἐνίοτε παρὰ τοῖς ἀνθρώποις, ὥσπερ ἀμέλει καὶ τὸν σὸν ἀδελφὸν παρὰ Λαομέδοντι καὶ παρʼ Ἀδμήτῳ τὸν Ἀπόλλω. ταῦτα δέ μοι οὐ πάνυ εὐδαίμονα δοκεῖ, ἀλλʼ ἐοίκασιν ὑμῶν οἱ μέν τινες εὐτυχεῖς τε καὶ εὔμοιροι εἶναι, οἱ δὲ ἔμπαλιν· ἐῶ γὰρ λέγειν, ὅτι καὶ λῃστεύεσθε ὥσπερ ἡμεῖς καὶ περισυλᾶσθε ὑπὸ τῶν ἱεροσύλων καὶ ἐκ πλουσιωτάτων πενέστατοι ἐν ἀκαρεῖ γίγνεσθε· πολλοὶ δὲ καὶ κατεχωνεύθησαν ἤδη χρυσοῖ ἢ ἀργυροῖ ὄντες, οἷς τοῦτο εἵμαρτο δηλαδή.

ゼウス:しかし、クニスコスよ、この永遠と無限は私たちにとって幸福なものであり、私たちはあらゆる善いものの中で暮らしているのだ。クニスコス:全員ではありませんよ、ゼウスよ。あなた方の間でも事態は分かれており、多くの混乱が存在しています。というのも、あなたは王ですから幸福であり、井戸の縄を下ろすようにして、大地や海を引き上げることができますが、ヘパイストスは足が不自由で、火を扱う職人のような技術を持っていますし、プロメテウスにいたっては、かつて磔にされました。あなたの父親については何を言うべきでしょう、いまだにタルタロスで囚われの身であるというのに。さらに、あなた方は恋をしたり、傷を負ったり、時には人間の奴隷として仕えたりすると言われています。現にあなたの兄弟はラオメドンに、アポロンはアドメトスに仕えたように。これらのことは、私にはあまり幸福なこととは思えません。むしろあなた方のうち、ある者たちは幸運で良い運命を得ており、他の者たちはその逆であるように見えます。あなた方が私たちと同じように盗賊に襲われたり、神殿荒らしによって身ぐるみを剥がされたりして、極めて富裕な状態から一瞬にして極貧になったりすることについては、言わずにおきましょう。さらに、多くの神像が、金や銀でできていたために、すでに溶かされてしまったことも。それこそが彼らに定められた運命だったことは明白ですが。

構文注3 件
  1. 7καὶ ταῦτα

    「しかも、そのうえ」を意味する慣用語句。分詞(ここでは ὄντας)を伴って、前の内容に対する付加的な状況や、矛盾・強調を表す副詞的に機能している。

  2. 7κἂν ... ἀφείλετο

    κἂν は καὶ ἄν の縮約形。ここでの ἄν は直説法過去 ἀφείλετο と結びつき、反実仮想「(もし人間であるなら)死が彼らを自由へと救い出したであろうに」というニュアンスを表す。καί は「少なくとも、〜さえ」の意。

  3. 8τὸν ... πατέρα σου τί ἂν λέγοιμι

    予期(prolepsis)あるいは文頭への対格引き出し。本来は λέγοιμι の直接目的語であるが、文頭に置かれて話題を提示し、のちに形容詞句(πεδήτην ἔτι... ὄντα)を伴って強調されている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0062.tlg017.humanitext-grc2:5-8