Humanitext Reader

琉善 · 被盘问的宙斯 §1-4

命运女神摩伊赖的统治与众神的无能

第 1 段,共 5 段 · 希腊语

内容简介

库尼斯科斯向宙斯提问摩伊赖所安排的命运是否绝对;当宙斯承认连众神也受其统治时,库尼斯科斯便用荷马诗中宙斯曾吹嘘黄金锁链的逸头来讽刺其全能性。

§1Κυνίσκος ἐγὼ δέ, ὦ Ζεῦ, τὰ μὲν τοιαῦτα οὐκ ἐνοχλήσω σε πλοῦτον ἢ χρυσὸν ἢ βασιλείαν αἰτῶν, ἅπερ εὐκταιότατα τοῖς πολλοῖς, σοὶ δʼ οὐ πάνυ ῥᾴδια παρασχεῖν·
库尼斯科斯宙斯啊,我可不会拿发财、黄金或王权之类的事情来打扰你,这些都是凡人最渴望得到的东西,但对你来说却并不容易提供。
ὁρῶ γοῦν σε τὰ πολλὰ παρακούοντα εὐχομένων αὐτῶν.
我横竖看到,当他们祈求这些时,你大抵充耳不闻。
ἓν δέ, καὶ τοῦτο ῥᾷστον, ἐβουλόμην παρὰ σοῦ μοι γενέσθαι.
但有一件事,而且是最容易的一件事,我希望能从你那里得到。
Ζεύς τί τοῦτό ἐστιν, ὦ Κυνίσκε;
宙斯这是什么事,库尼斯科斯?
οὐ γὰρ ἀτυχήσεις, καὶ μάλιστα μετρίων, ὡς φής, δεόμενος.
你不会空手而归的,尤其是当你如你所说,提出温和的要求时。
Κυνίσκος ἀπόκριναί μοι πρός τινα οὐ χαλεπὴν ἐρώτησιν.
库尼斯科斯请回答我一个并不困难的问题。
Ζεύς μικρά γε ὡς ἀληθῶς ἡ εὐχὴ καὶ πρόχειρος·
宙斯这要求确实微小且容易满足。
ὥστε ἐρώτα ὁπόσα ἂν ἐθέλῃς.
所以,你想问什么就问什么吧。
Κυνίσκος ἰδοὺ ταῦτα, ὦ Ζεῦ· ἀνέγνως γὰρ δῆλον ὅτι καὶ σὺ τὰ Ὁμήρου καὶ Ἡσιόδου ποιήματα·
库尼斯科斯听好这个,宙斯:显然你也读过荷马和赫西俄德的诗作。
εἰπὲ οὖν μοι εἰ ἀληθῆ ἐστιν ἃ περὶ τῆς Εἱμαρμένης καὶ τῶν Μοιρῶν ἐκεῖνοι ἐρραψῳδήκασιν, ἄφυκτα εἶναι ὁπόσα ἂν αὗται ἐπινήσωσιν γεινομένῳ ἑκάστῳ;
那么请告诉我,他们关于命运和摩伊赖所吟诵的是否属实——即凡是她们在每个人出生时所纺出的线,都是无法逃脱的?
Ζεύς καὶ πάνυ ἀληθῆ ταῦτα·
宙斯这完全是真实的。
οὐδὲν γάρ ἐστιν ὅ τι μὴ αἱ Μοῖραι διατάττουσιν, ἀλλὰ πάντα ὁπόσα γίνεται, ὑπὸ τῷ τούτων ἀτράκτῳ στρεφόμενα εὐθὺς ἐξ ἀρχῆς ἕκαστον ἐπικεκλωσμένην ἔχει τὴν ἀπόβασιν, καὶ οὐ θέμις ἄλλως γενέσθαι.
因为没有什么事情不是摩伊赖所安排的,相反,发生的一切事情都在她们的纺锤转动下,从一开始就为每个人纺好了注定的结局,而且不容许有其他的发生方式。
§2Κυνίσκος οὐκοῦν ὁπόταν ὁ αὐτὸς Ὅμηρος ἐν ἑτέρῳ μέρει τῆς ποιήσεως λέγῃ, "μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος" καὶ τὰ τοιαῦτα, ληρεῖν δηλαδὴ φήσομεν τότε αὐτόν;
库尼斯科斯那么,当同一位荷马在诗歌的另一处说: ‘免得甚至超越命运而进入哈迪斯的府邸’ 以及诸如此类的话时,我们那时显然要说他是在胡说八道了?
Ζεύς καὶ μάλα·
宙斯确实如此。
οὐδὲν γὰρ οὕτω γένοιτʼ ἂν ἔξω τοῦ νόμου τῶν Μοιρῶν, οὐδὲ ὑπὲρ τὸ λίνον.
因为没有什么能发生在摩伊赖的法则之外,甚至不能超出那根线。
οἱ ποιηταὶ δὲ ὁπόσα μὲν ἂν ἐκ τῶν Μουσῶν κατεχόμενοι ᾄδωσιν, ἀληθῆ ταῦτά ἐστιν· ὁπόταν δὲ ἀφῶσιν αὐτοὺς αἱ θεαὶ καὶ καθʼ αὑτοὺς ποιῶσι, τότε δὴ καὶ σφάλλονται καὶ ὑπεναντία τοῖς πρότερον διεξίασι·
然而,诗人们在被缪斯们附身而歌唱时,他们所唱的是真实的;但是当女神们离开他们,由他们自己创作时,他们确实会犯错,并且与之前的言论相矛盾。
καὶ συγγνώμη, εἰ ἄνθρωποι ὄντες ἀγνοοῦσι τἀληθές, ἀπελθόντος ἐκείνου ὃ τέως παρὸν ἐρραψῴδει διʼ αὐτῶν.
既然他们只是凡人,当那此前同在并借他们之口吟诵的存在离去之后,他们便不知道真相,这也是可以原谅的。
Κυνίσκος ἀλλὰ τοῦτο μὲν οὕτω φήσομεν. ἔτι δὲ κἀκεῖνό μοι ἀπόκριναι·
库尼斯科斯好吧,那这件事我们就这样看。
οὐ τρεῖς αἱ Μοῖραί εἰσι, Κλωθὼ καὶ Λάχεσις, οἶμαι, καὶ Ἄτροπος;
但请再回答我那个问题:摩伊赖不是有三位吗,我想是克罗托、拉刻西斯和阿特罗波斯?
Ζεύς πάνυ μὲν οὖν.
宙斯正是如此。
§3Κυνίσκος ἡ Εἱμαρμένη τοίνυν καὶ ἡ Τύχη — πολυθρύλητοι γὰρ πάνυ καὶ αὗται — τίνες πότʼ εἰσὶν ἢ τί δύναται αὐτῶν ἑκατέρα;
库尼斯科斯那么,命运和运气——因为这两者也是极常被谈论的——究竟是谁,或者她们各自有什么力量?
πότερον τὰ ἴσα ταῖς Μοίραις ἤ τι καὶ ὑπὲρ ἐκείνας;
是与摩伊赖同等,还是在她们之上?
ἀκούω γοῦν ἁπάντων λεγόντων, μηδὲν εἶναι Τύχης καὶ Εἱμαρμένης δυνατώτερον.
反正我听到所有人都在说,没有什么比运气和命运更强大的了。
Ζεύς οὐ θέμις ἅπαντά σε εἰδέναι, ὦ Κυνίσκε·
宙斯库尼斯科斯,并非所有的事都允许你知道。
τίνος δʼ οὖν ἕνεκα ἠρώτησας τὸ περὶ τῶν Μοιρῶν;
不过,你究竟为了什么而询问关于摩伊赖的事?
§4Κυνίσκος ἢν πρότερόν μοι, ὦ Ζεῦ, κἀκεῖνο εἴπῃς, εἰ καὶ ὑμῶν αὗται ἄρχουσι καὶ ἀνάγκη ὑμῖν ἠρτῆσθαι ἀπὸ τοῦ λίνου αὐτῶν.
库尼斯科斯宙斯啊,如果你能先告诉我那件事:她们是否也统治着你们,以及你们是否必须悬挂在她们的线之下。
Ζεύς ἀνάγκη, ὦ Κυνίσκε.
宙斯这是必须的,库尼斯科斯。
τί δʼ οὖν ἐμειδίασας;
不过,你刚才为什么笑了?
Κυνίσκος ἀνεμνήσθην ἐκείνων τῶν Ὁμήρου ἐπῶν· , ἐν οἷς πεποίησαι αὐτῷ ἐν τῇ ἐκκλησίᾳ τῶν θεῶν δημηγορῶν, ὁπότε ἠπείλεις αὐτοῖς ὡς ἀπὸ σειρᾶς τινος χρυσῆς ἀναρτησόμενος τὰ πάντα·
库尼斯科斯我想起了荷马的那些诗句,在诗中他让你在众神的集会上发表演说,当时你威胁他们说要用一根黄金锁链把万物都吊起来。
ἔφησθα γὰρ αὐτὸς μὲν τὴν σειρὰν καθήσειν ἐξ οὐρανοῦ, τοὺς θεοὺς δὲ ἅμα πάντας, εἰ βούλοιντο, ἐκκρεμαμένους κατασπᾶν βιάσεσθαι, οὐ μὴν κατασπάσειν γε, σὺ δέ, ὁπόταν ἐθελήσῃς, ῥᾳδίως ἅπαντας "αὐτῇ κεν γαίῃ ἐρύσαι αὐτῇ τε θαλάσσῃ.
因为你说你亲自把锁链从天空中垂下,而所有的神如果愿意,可以一起悬挂在上面试图把你往下拉,但他们绝对拉不动你,而你只要愿意,就可以轻易地把所有人 ‘连同大地、连同海洋一起拉上来’。
" τότε μὲν οὖν θαυμάσιος ἐδόκεις μοι τὴν βίαν καὶ ὑπέφριττον μεταξὺ ἀκούων τῶν ἐπῶν·
那时,在听那些诗句的时候,你那力量真让我觉得惊奇,甚至让我感到有些战栗。
νῦν δὲ αὐτόν σε ἤδη ὁρῶ μετὰ τῆς σειρᾶς καὶ τῶν ἀπειλῶν ἀπὸ λεπτοῦ νήματος, ὡς φής, κρεμάμενον.
但现在,我却看到你本人,连同你的锁链和威胁,正如你所说,正悬挂在一根细细的线上。
δοκεῖ γοῦν μοι δικαιότερον ἂν ἡ Κλωθὼ μεγαλαυχήσασθαι, ὡς καὶ σὲ αὐτὸν ἀνάσπαστον αἰωροῦσα ἐκ τοῦ ἀτράκτου καθάπερ οἱ ἁλιεῖς ἐκ τοῦ καλάμου τὰ ἰχθύδια.
在我看来,克罗托确实更有理由大肆吹嘘,因为她把连同你本人在内都从她的纺锤上吊起来并摇晃着,就像渔夫用钓竿钓起小鱼一样。

词汇与语法注释

  1. §1ἐβουλόμην — 未完成过去时 ἐβουλόμην 在不带语气词 ἄν 的情况下使用,用来表示一种委婉、谦逊或未能实现的愿望(“我本想……”)。这里体现了库尼斯科斯对宙斯既礼貌又带有讽刺的态度。
  2. §2ἀπελθόντος ἐκείνου ὃ τέως παρὸν ἐρραψῴδει διʼ αὐτῶν — 这是一个属格独立结构(ἀπελθόντος ἐκείνου,表示原因或时间),修饰它的关系从句是“ὃ τέως παρὸν ἐρραψῴδει διʼ αὐτῶν”(此前同在并借他们之口吟诵的存在)。这解释了为什么当附身于诗人的神圣灵感离去后,他们便陷入了无知。
  3. §4ἢν πρότερόν μοι, ὦ Ζεῦ, κἀκεῖνο εἴπῃς — 一个条件从句(ἢν = ἐάν + 虚拟语气 εἴπης),省略了归结从句(隐含意思为:“如果你先告诉我那件事,[我就会告诉你我为什么问]”)。这表现了库尼斯科斯对宙斯询问他为何打听摩伊赖时的条件性回答。
  4. §4δικαιότερον ἂν ἡ Κλωθὼ μεγαλαυχήσασθαι — 依靠非人称动词 δοκεῖ 的带 ἄν 不定式结构(潜在不定式:意为“克罗托大肆吹嘘似乎更加合乎情理”)。主格的 ἡ Κλωθὼ 在此作不定式的实际动作主体,这是由于受到整个句子主观语感的吸引。

引用这一段

琉善, 被盘问的宙斯 §1-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg017.humanitext-grc2:1-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。