§21Λυκῖνος
παρελθὼν γὰρ εἰς τὸ μέσον οἰκέτης παρʼ Ἑτοιμοκλέους τοῦ Στωϊκοῦ ἥκειν λέγων γραμματίδιον ἔχων κελεῦσαί οἱ ἔφη τὸν δεσπότην ἐν τῷ κοινῷ ἀναγνόντα εἰς ἐπήκοον ἅπασιν ὀπίσω αὖθις ἀπαλλάττεσθαι.
吕基努斯因为一个仆人走上前来,站在中央,声称自己是从斯多葛派学者赫托伊莫克勒斯那里来的。 他拿着一块小书板,说主人吩咐他在大庭广众之下大声宣读,让所有人都能听见,然后便立刻回去。
ἐφέντος οὖν τοῦ Ἀρισταινέτου προσελθὼν πρὸς τὸν λύχνον ἀνεγίνωσκεν.
于是,在阿里斯泰内托斯许可后,他走近灯前读了起来。
Φίλων
ἦ που, ὦ Λυκῖνε, τῆς νύμφης ἐγκώμιον ἢ ἐπιθαλάμιον, οἷα πολλὰ ποιοῦσιν;
斐隆吕基努斯,这大概是给新娘写的颂词或者婚礼歌吧,就像人们经常写的那种?
Λυκῖνος
ἀμέλει καὶ ἡμεῖς τοιοῦτον ᾠήθημεν, ἀλλʼ οὐδʼ ἐγγὺς ἦν τούτου·
吕基努斯当然,我们也以为是那样的东西,但它甚至连边都不沾。
ἐνεγέγραπτο γάρ· §22Λυκῖνος
Ἑτοιμοκλῆς φιλόσοφος Ἀρισταινέτῳ.
因为上面写着:吕基努斯 “哲学家赫托伊莫克勒斯致阿里斯泰内托斯。
ὅπως μὲν ἔχω πρὸς δεῖπνα ὁ παρεληλυθώς μοι βίος ἅπας μαρτύριον ἂν γένοιτο, ὅς γε ὁσημέραι πολλῶν ἐνοχλούντων παρὰ πολὺ σοῦ πλουσιωτέρων ὅμως οὐδὲ πώποτε φέρων ἐμαυτὸν ἐπέδωκα εἰδὼς τοὺς ἐπὶ τοῖς συμποσίοις θορύβους καὶ παροινίας.
我对待宴席的态度,我过去的整个人生都可以作证。 每天尽管有许多比你富裕得多的人来烦扰我,但我还是从来没有一次屈尊赴宴,因为我知道宴会上的喧嚣与酒后失态。
ἐπὶ σοῦ δὲ μόνου εἰκότως ἀγανακτῆσαί μοι δοκῶ, ὃς τοσοῦτον χρόνον ὑπʼ ἐμοῦ λιπαρῶς τεθεραπευμένος οὐκ ἠξίωσας ἐναριθμῆσαι κἀμὲ τοῖς ἄλλοις φίλοις, ἀλλὰ μόνος ἐγώ σοι ἄμοιρος, καὶ ταῦτα ἐν γειτόνων οἰκῶν.
但唯独对你,我认为自己生气的理由很充分。 因为我这么长时间以来热切地关照你,你却不屑于将我也列入你的其他朋友之中,唯独我一个人被你排除在外,而且我还是你的邻居。
ἀνιῶμαι οὖν ἐπὶ σοὶ τὸ πλέον οὕτως ἀχαρίστῳ φανέντι·
因此,我更多的是为你感到难过,因为你显得如此忘恩负义。
ἐμοὶ γὰρ ἡ εὐδαιμονία οὐκ ἐν ὑὸς ἀγρίου μοίρᾳ ἢ λαγωοῦ ἢ πλακοῦντος, ἃ παρʼ ἄλλοις ἀφθόνως ἀπολαύω τὰ καθήκοντα εἰδόσιν, ἐπεὶ καὶ τήμερον παρὰ τῷ μαθητῇ Παμμένει δειπνῆσαι πολυτελές, ὥς φασι, δεῖπνον δυνάμενος οὐκ ἐπένευσα ἱκετεύοντι, σοὶ ὁ ἀνόητος ἐμαυτὸν φυλάττων.
对我来说,幸福并不在于分得一份野猪肉、野兔或扁蛋糕,这些东西我在其他懂得礼数的人那里可以丰足地享用。 甚至在今天,我本可以在我的学生帕姆墨涅斯那里吃一顿据说非常奢华的晚宴,尽管他苦苦哀求,我还是没有答应,愚蠢地留着自己。
§23Λυκῖνος
σὺ δὲ ἡμᾶς παραλιπὼν ἄλλους εὐωχεῖς, εἰκότως·
吕基努斯而你,把我们撇在一边,去款待别人,这也难怪。
οὔπω γὰρ δύνασαι διακρίνειν τὸ βέλτιον οὐδὲ τὴν καταληπτικὴν φαντασίαν ἔχεις.
因为你还无法区分什么是更好的,也没有把持性表象。
ἀλλὰ οἶδα ὅθεν μοι ταῦτα, παρὰ τῶν θαυμαστῶν σου φιλοσόφων, Ζηνοθέμιδος καὶ Λαβυρίνθου, ὧν — ἀπείη δὲ ἡ Ἀδράστεια — συλλογισμῷ ἑνὶ ἀποφράξαι ἄν μοι τάχιστα δοκῶ τὰ στόματα.
但我知道我对我的这种对待是从哪里来的:来自你那些了不起的哲学家,泽诺特米斯和拉比林托斯。 他们的嘴——愿阿德拉斯泰亚远离! ——我想我用一个三段论就能飞快地塞住。
ἢ εἰπάτω τις αὐτῶν, τί ἐστὶ φιλοσοφία;
或者让他们中的一个人说说,什么是哲学?
ἢ τὰ πρῶτα ταῦτα, τί διαφέρει σχέσις ἕξεως;
或者最基础的这些:状态与习惯有什么区别?
ἵνα μὴ τῶν ἀπόρων εἴπω τι, κερατίναν ἢ σωρείτην ἢ θερίζοντα λόγον.
更不用说那些难题,比如‘有角者’、‘谷堆’或‘收割者’论证了。
Ἀλλὰ σὺ μὲν ὄναιο αὐτῶν.
不过,你就从他们那里获益吧!
ἐγὼ δὲ ὡς ἂν μόνον τὸ καλὸν ἀγαθὸν ἡγούμενος εἶναι οἴσω ῥᾳδίως τὴν ἀτιμίαν.
而我,作为一个认为唯有美德才是善的人,将轻松地承受这份耻辱。
§24Λυκῖνος
καίτοι ὅπως μὴ ἐς ἐκείνην ἔχῃς καταφεύγειν τὴν ἀπολογίαν ὕστερον, ἐπιλαθέσθαι λέγων ἐν τοσούτῳ θορύβῳ καὶ πράγματι, δίς σε τήμερον προσηγόρευσα καὶ ἕωθεν ἐπὶ τῇ οἰκίᾳ καὶ ἐν τῷ ἀνακείῳ θύοντα ὕστερον.
吕基努斯然而,免得你以后企图躲在那种借口后面,说是由于这么多的喧闹和事务而忘记了,我今天曾向你问候过两次:清晨在你的府上,以及后来在双子神庙你举行祭祀的时候。
ταῦτα ἐγὼ τοῖς παροῦσιν ἀπολελόγημαι.
这些话我已经对在场的人说清楚,作为我的自我辩白。
§25Λυκῖνος
εἰ δὲ δείπνου ἕνεκα ὀργίζεσθαί σοι δοκῶ, τὸ κατὰ τὸν Οἰνέα ἐννόησον·
吕基努斯如果我看起来是因为一顿晚饭而对你发怒,那就想想俄纽斯的事吧。
ὄψει γὰρ καὶ τὴν Ἄρτεμιν ἀγανακτοῦσαν, ὅτι μόνην αὐτὴν οὐ παρέλαβεν ἐκεῖνος ἐπὶ τὴν θυσίαν τοὺς ἄλλους θεοὺς ἑστιῶν.
你也会看到阿尔忒弥斯同样感到愤怒,因为他在款待其他神明时,唯独没有邀请她参加祭祀。
φησὶ δὲ περὶ αὐτῶν Ὅμηρος ὧδέ πως· "ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ· "
καὶ Εὐριπίδης· "
Καλυδὼν μὲν ἥδε γαῖα, Πελοπίας χθονὸς
ἐν ἀντιπόρθμοις, πεδίʼ ἔχουσʼ εὐδαίμονα.
荷马关于他们是这样说的: “他或者是遗忘了,或者没有注意到,但在心中犯了极大的错误;” 欧里庇得斯也说: “这里是卡吕冬之地,处于佩洛普斯之土的对岸,拥有富饶的平原。 ” 索福克勒斯也说: “一头体型庞大的野猪,被送到了俄纽斯的田地里,那是由勒托之女、远射的神女送来的。
"
καὶ Σοφοκλῆς· "συὸς μέγιστον χρῆμʼ ἐπʼ Οἰνέως γύαις
ἀνῆκε Λητοῦς παῖς ἑκηβόλος θεά. " §26Λυκῖνος
ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα παρεθέμην, ὅπως μάθῃς οἷον ἄνδρα παραλιπὼν Δίφιλον ἑστιᾷς καὶ τὸν υἱὸν αὐτῷ παραδέδωκας, εἰκότως·
” 吕基努斯我从许多事情中挑出这寥寥数语呈献给你,好让你明白,你撇下了怎样的一个人,而去款待迪菲洛斯,并将你的儿子托付给他。
ἡδὺς γάρ ἐστι τῷ μειρακίῳ καὶ πρὸς χάριν αὐτῷ σύνεστιν.
这也难怪,因为他对这年轻人来说是讨人喜欢的,并且迎合他的心意与他相处。
εἰ δὲ μὴ αἰσχρὸν ἦν ἐμὲ λέγειν τὰ τοιαῦτα, κἄν τι προσέθηκα, ὅπερ σύ, εἰ θέλεις, παρὰ Ζωπύρου τοῦ παιδαγωγοῦ ἂν μάθοις ἀληθὲς ὄν.
如果对我来说说出这些事情不显得可耻的话,我本来还可以再加上一些事情,如果你愿意的话,你可以从启蒙老师佐皮罗斯那里知道那是真的。
ἀλλʼ οὐ χρὴ ταράττειν ἐν γάμοις οὐδὲ διαβάλλειν ἄλλους, καὶ μάλιστα ἐφʼ οὕτως αἰσχραῖς αἰτίαις·
但是,不应该在婚礼上捣乱,也不应该诽谤他人,尤其是以如此可耻的罪名。
καὶ γὰρ εἰ Δίφιλος ἄξιος δύο ἤδη μαθητάς μου περισπάσας, ἀλλʼ ἔγωγε φιλοσοφίας αὐτῆς ἕνεκεν σιωπήσομαι.
因为,即使迪菲洛斯已经勾引走了我的两个学生而该受谴责,但我看在哲学本身的份上,还是会保持沉默。
§27Λυκῖνος
προσέταξα δὲ τῷ οἰκέτῃ τούτῳ, ἢν διδῷς αὐτῷ μοῖράν τινα ἢ συὸς ἢ ἐλάφου ἢ σησαμοῦντος, ὡς ἐμοὶ διακομίσειε καὶ ἀντὶ τοῦ δείπνου ἀπολογία γένοιτο, μὴ λαβεῖν, μὴ καὶ δόξωμεν ἐπὶ τούτῳ πεπομφέναι.
吕基努斯我已经吩咐了这个仆人,如果你分给他一些野猪肉、鹿肉或芝麻饼,好让他带给我,作为代替晚宴的道歉,他也绝不能收下,免得我们看起来也是为了这个目的才派他去的一样。 ”