← ルキアノス

饗宴またはラピタイ人

§21-27

ストア派ヘトイモクレスからの抗議の書簡

ストア派のヘトイモクレスからの手紙が朗読される。手紙には、自分が宴会に招かれなかったことへの怒り、ライバルの哲学者への罵倒、オイネウスの神話を引いた恨み言が綴られている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§21

Λυκῖνος παρελθὼν γὰρ εἰς τὸ μέσον οἰκέτης παρʼ Ἑτοιμοκλέους τοῦ Στωϊκοῦ ἥκειν λέγων γραμματίδιον ἔχων κελεῦσαί οἱ ἔφη τὸν δεσπότην ἐν τῷ κοινῷ ἀναγνόντα εἰς ἐπήκοον ἅπασιν ὀπίσω αὖθις ἀπαλλάττεσθαι.1 ἐφέντος οὖν τοῦ Ἀρισταινέτου προσελθὼν πρὸς τὸν λύχνον ἀνεγίνωσκεν. Φίλων ἦ που, ὦ Λυκῖνε, τῆς νύμφης ἐγκώμιον ἢ ἐπιθαλάμιον, οἷα πολλὰ ποιοῦσιν; Λυκῖνος ἀμέλει καὶ ἡμεῖς τοιοῦτον ᾠήθημεν, ἀλλʼ οὐδʼ ἐγγὺς ἦν τούτου· ἐνεγέγραπτο γάρ·

ルキノス というのも、中央に進み出た召使が、ストア派のヘトイモクレスのもとから来たと告げて小さな書状を携えており、主人が皆に聞こえるように大衆の前でこれを朗読した上で、再びすぐに引き返すようにと自分に命じた、と言ったからである。そこで、アリスタイネトスが許可を与えたので、彼はランプに近づいて読み上げた。 フィロン ルキノスよ、それはきっと、よくあるような、新婦への賛辞か婚礼歌だったのだろう? ルキノス もちろん、私たちもそのようなものだと思ったのだが、それとは似ても似つかないものだった。そこにはこのように書かれていたのだ。

§22

Λυκῖνος Ἑτοιμοκλῆς φιλόσοφος Ἀρισταινέτῳ. ὅπως μὲν ἔχω πρὸς δεῖπνα2 ὁ παρεληλυθώς μοι βίος ἅπας μαρτύριον ἂν γένοιτο, ὅς γε ὁσημέραι πολλῶν ἐνοχλούντων παρὰ πολὺ σοῦ πλουσιωτέρων ὅμως οὐδὲ πώποτε φέρων ἐμαυτὸν ἐπέδωκα εἰδὼς τοὺς ἐπὶ τοῖς συμποσίοις θορύβους καὶ παροινίας. ἐπὶ σοῦ δὲ μόνου εἰκότως ἀγανακτῆσαί μοι δοκῶ, ὃς τοσοῦτον χρόνον ὑπʼ ἐμοῦ λιπαρῶς τεθεραπευμένος οὐκ ἠξίωσας ἐναριθμῆσαι κἀμὲ τοῖς ἄλλοις φίλοις, ἀλλὰ μόνος ἐγώ σοι ἄμοιρος, καὶ ταῦτα ἐν γειτόνων οἰκῶν. ἀνιῶμαι οὖν ἐπὶ σοὶ τὸ πλέον οὕτως ἀχαρίστῳ φανέντι· ἐμοὶ γὰρ ἡ εὐδαιμονία οὐκ ἐν ὑὸς ἀγρίου μοίρᾳ ἢ λαγωοῦ ἢ πλακοῦντος, ἃ παρʼ ἄλλοις ἀφθόνως ἀπολαύω τὰ καθήκοντα εἰδόσιν, ἐπεὶ καὶ τήμερον παρὰ τῷ μαθητῇ Παμμένει δειπνῆσαι πολυτελές, ὥς φασι, δεῖπνον δυνάμενος οὐκ ἐπένευσα ἱκετεύοντι, σοὶ ὁ ἀνόητος ἐμαυτὸν φυλάττων.3

ルキノス 「哲学者ヘトイモクレスからアリスタイネトスへ。 私が晩餐に対してどのような態度をとっているかは、私のこれまでの生涯すべてが証言となってくれるだろう。私は毎日、あなたよりもはるかに裕福な多くの人々が私を煩わせているにもかかわらず、宴会における騒音や酔狂を知っているがゆえに、決して自ら好んで出向くようなことはしなかった。しかし、あなたに対してだけは、私が憤慨するのももっともであるように思われる。これほど長い間、私から熱心にもてなされていたにもかかわらず、あなたは私を他の友人たちの中に数え入れることさえせず、私だけがあなたから分け前を預かれず、しかも隣に住んでいるというのに。したがって、これほど不義理な姿を見せたあなたに対して、私はとりわけ苦痛を感じている。なぜなら、私にとっての幸福は、野豚の肉の一片やウサギや平焼き菓子にあるのではないからだ。それらは、礼儀を知っている他の人々のところで私は十分に楽しんでいる。実際、今日も、弟子のパンメネスのところで、人々が言うには非常に豪華な夕食をとることができたのに、私を懇願する彼に対して、私は承諾しなかったのだ。愚かにも、あなたのために自分を取っておいたのだ。

§23

Λυκῖνος σὺ δὲ ἡμᾶς παραλιπὼν ἄλλους εὐωχεῖς, εἰκότως· οὔπω γὰρ δύνασαι διακρίνειν τὸ βέλτιον οὐδὲ τὴν καταληπτικὴν φαντασίαν ἔχεις. ἀλλὰ οἶδα ὅθεν μοι ταῦτα, παρὰ τῶν θαυμαστῶν σου φιλοσόφων, Ζηνοθέμιδος καὶ Λαβυρίνθου, ὧν — ἀπείη δὲ ἡ Ἀδράστεια — συλλογισμῷ ἑνὶ ἀποφράξαι ἄν μοι τάχιστα δοκῶ τὰ στόματα.4 ἢ εἰπάτω τις αὐτῶν, τί ἐστὶ φιλοσοφία; ἢ τὰ πρῶτα ταῦτα, τί διαφέρει σχέσις ἕξεως; ἵνα μὴ τῶν ἀπόρων εἴπω τι, κερατίναν ἢ σωρείτην ἢ θερίζοντα λόγον. Ἀλλὰ σὺ μὲν ὄναιο αὐτῶν. ἐγὼ δὲ ὡς ἂν μόνον τὸ καλὸν ἀγαθὸν ἡγούμενος εἶναι οἴσω ῥᾳδίως τὴν ἀτιμίαν.

ルキノス それなのに、あなたは私を差し置いて、他の者たちをもてなしている。それも当然だ。あなたにはまだ、より優れたものを区別することもできず、また把持的表象さえも持っていないのだから。しかし、この仕打ちがどこから来ているかは分かっている。あなたのあの素晴らしい哲学者たち、ゼノテミスやラビュリントスのせいだ。彼らの口なら――アドラステイアの祟りなからんことを――私ならただ一つの三段論法でたちどころに塞いでみせることができる。それとも、彼らのうちの誰かに言わせてみるがいい、哲学とは何かと。あるいは、このような初歩的なこと、状態と習慣はどう違うのか、と。難問の例、すなわち『角のある人の論』や『堆積の論』や『刈り取る人の論』については言うまでもない。だが、あなたは彼らから恩恵を受けるがいい。私は、美のみが善であると考える者として、この不名誉を容易に耐え忍ぶだろう。

§24

Λυκῖνος καίτοι ὅπως μὴ ἐς ἐκείνην ἔχῃς καταφεύγειν τὴν ἀπολογίαν ὕστερον, ἐπιλαθέσθαι λέγων ἐν τοσούτῳ θορύβῳ καὶ πράγματι, δίς σε τήμερον προσηγόρευσα καὶ ἕωθεν ἐπὶ τῇ οἰκίᾳ καὶ ἐν τῷ ἀνακείῳ θύοντα ὕστερον. ταῦτα ἐγὼ τοῖς παροῦσιν ἀπολελόγημαι.

ルキノス もっとも、あなたが後になって、これほどの大騒ぎと雑務の中で忘れてしまったのだと言い訳して、その弁明に逃げ込むことができないように、私は今日、二度あなたに挨拶した。朝には邸宅で、そして後にはアナケイオンであなたが犠牲を捧げていたときに。このことを、私は居合わせた人々への弁明としてあらかじめ言っておく。

§25

Λυκῖνος εἰ δὲ δείπνου ἕνεκα ὀργίζεσθαί σοι δοκῶ, τὸ κατὰ τὸν Οἰνέα ἐννόησον· ὄψει γὰρ καὶ τὴν Ἄρτεμιν ἀγανακτοῦσαν, ὅτι μόνην αὐτὴν οὐ παρέλαβεν ἐκεῖνος ἐπὶ τὴν θυσίαν τοὺς ἄλλους θεοὺς ἑστιῶν. φησὶ δὲ περὶ αὐτῶν Ὅμηρος ὧδέ πως· "ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ·" καὶ Εὐριπίδης· "Καλυδὼν μὲν ἥδε γαῖα, Πελοπίας χθονὸς ἐν ἀντιπόρθμοις, πεδίʼ ἔχουσʼ εὐδαίμονα." καὶ Σοφοκλῆς· "συὸς μέγιστον χρῆμʼ ἐπʼ Οἰνέως γύαις ἀνῆκε Λητοῦς παῖς ἑκηβόλος θεά."

ルキノス もし私が夕食のために怒っているように思われるなら、オイネウスの件を考えてみるがいい。あなたには、アルテミスが憤慨しているのが見えるだろう。なぜなら、オイネウスが他の神々をもてなしているときに、彼女一人だけを犠牲の儀式に招かなかったからである。彼らについて、ホメロスは次のように歌っている。 「忘れたか、あるいは気づかなかったか、いずれにせよ心に大きな過ちを犯した。」 またエウリピデスはこう言っている。 「 ここにカリュドンの地がある。ペロプスの土地の 対岸にあり、肥沃な平野を擁している。 」 またソポクレスはこう言っている。 「 イノシシという巨大な獣を、オイネウスの耕地に 送り込んだのは、レトの娘、遠矢射る女神であった。 」

§26

Λυκῖνος ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα παρεθέμην, ὅπως μάθῃς οἷον ἄνδρα παραλιπὼν Δίφιλον ἑστιᾷς καὶ τὸν υἱὸν αὐτῷ παραδέδωκας, εἰκότως· ἡδὺς γάρ ἐστι τῷ μειρακίῳ καὶ πρὸς χάριν αὐτῷ σύνεστιν. εἰ δὲ μὴ αἰσχρὸν ἦν ἐμὲ λέγειν τὰ τοιαῦτα, κἄν τι προσέθηκα,5 ὅπερ σύ, εἰ θέλεις, παρὰ Ζωπύρου τοῦ παιδαγωγοῦ ἂν μάθοις ἀληθὲς ὄν. ἀλλʼ οὐ χρὴ ταράττειν ἐν γάμοις οὐδὲ διαβάλλειν ἄλλους, καὶ μάλιστα ἐφʼ οὕτως αἰσχραῖς αἰτίαις· καὶ γὰρ εἰ Δίφιλος ἄξιος δύο ἤδη μαθητάς μου περισπάσας, ἀλλʼ ἔγωγε φιλοσοφίας αὐτῆς ἕνεκεν σιωπήσομαι.

ルキノス これらは多くのうちのわずかな例としてあなたに提示したものである。あなたが、どのような人物を差し置いて、ディフィロスを歓待し、その息子を彼に委ねたのかを学ぶために。それも当然だろう。彼は若者にとって心地よく、彼の好みに合わせて一緒にいるのだから。もし私にとってこのようなことを口にするのが恥ずべきことでないなら、さらに付け加えることもできただろう。あなたが望むなら、教育係のゾピュロスからそれが真実であることを知ることができるようなことを。しかし、婚礼の席を混乱させたり、他人を中傷したりすべきではない。とりわけ、これほど恥ずべき嫌疑においては。実際、ディフィロスは私の弟子をすでに二人も引き抜いた不届き者であるが、私自身は、哲学そのもののために沈黙を守ろう。

§27

Λυκῖνος προσέταξα δὲ τῷ οἰκέτῃ τούτῳ, ἢν διδῷς αὐτῷ μοῖράν τινα ἢ συὸς ἢ ἐλάφου ἢ σησαμοῦντος, ὡς ἐμοὶ διακομίσειε καὶ ἀντὶ τοῦ δείπνου ἀπολογία γένοιτο, μὴ λαβεῖν,6 μὴ καὶ δόξωμεν ἐπὶ τούτῳ πεπομφέναι.

ルキノス 私はこの召使に命じておいた。もしあなたが彼に野豚かシカ、あるいはゴマ入りの菓子の分け前を、私に届けるように、また夕食の代わりの謝罪となるようにと与えようとしても、それを受け取ってはならない、と。私たちがそのために召使を派遣したのだと思われることがないように。」

構文注6 件
  1. 21κελεῦσαί οἱ ἔφη τὸν δεσπότην ... ἀπαλλάττεσθαι

    不定詞 ἀπαλλάττεσθαι の意味上の主語は、与格の代名詞 οἱ(召使自身を指す)である。主動詞 ἔφη の主語である οἰκέτης(召使)と同じであるが、κελεῦσαι ... τὸν δεσπότην(主人が命じた)という対格不定詞構文(A.C.I.)において、命令された対象として与格 οἱ が補われている。

  2. 22ὅπως μὲν ἔχω πρὸς δεῖπνα

    動詞 ἔχω に前置詞句 πρὸς δεῖπνα が伴い、「〜に対してどのような状態にあるか、どのような態度をとっているか」という意味を表す間接疑問節を形成している。これは主節の主語 ὁ παρεληλυθώς μοι βίος ἅπας(私のこれまでの生涯すべて)が証言する内容(μαρτύριον ἂν γένοιτο)を先取りして説明している。

  3. 22σοὶ ὁ ἀνόητος ἐμαυτὸν φυλάττων

    分詞 φυλάττων に並置された ὁ ἀνόητος(愚かな[者])は、主格で表され、文脈上の主語(手紙の書き手自身)と同格、あるいは主格の分詞を修飾する同格的表現として機能している。与格の σοὶ は φυλάττων に係り、「あなたのために」を意味する(利益の与格)。

  4. 23ὧν — ἀπείη δὲ ἡ Ἀδράστεια — συλλογισμῷ ἑνὶ ἀποφράξαι ἄν μοι τάχιστα δοκῶ τὰ στόματα

    関係代名詞属格 ὧν は文頭に置かれ、先行詞の二人を指す。挿入句 ἀπείη δὲ ἡ Ἀδράστεια は、傲慢な言動に対して復讐の女神アドラステイアの罰が下らないように祈る慣用表現。主節は δοκῶ ἄν + 不定詞 ἀποφράξαι の構成で、「私は(彼らの)口を塞ぐことができると思う」という潜在や可能性を表す。

  5. 26εἰ δὲ μὴ αἰσχρὸν ἦν ἐμὲ λέγειν τὰ τοιαῦτα, κἄν τι προσέθηκα

    直説法過去形を用いた反実仮想文。条件節(εἰ + 直説法未完了過去 ἦν)と帰結節(ἄν + 直説法アオリスト προσέθηκα)が組み合わされており、「もし〜が恥ずべきことでなかったなら(実際には恥ずべきことであるため)、さらに何かを付け加えたことだろう(が、実際には付け加えない)」という現在の事実に反する仮定を表している。

  6. 27προσέταξα δὲ τῷ οἰκέτῃ τούτῳ ... μὴ λαβεῖν

    προσέταξα(命じた)の目的語となる不定詞句 μὴ λαβεῖν(受け取らないように)が、中間に挿入された条件節 ἢν διδῷς ... や目的節 ὡς ἐμοὶ διακομίσειε ... によって、主動詞から大きく離れて配置されている(Hyperbaton)。文の骨格は προσέταξα δὲ τῷ οἰκέτῃ τούτῳ ... μὴ λαβεῖν である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0062.tlg015.humanitext-grc2:21-27