§16Λυκῖνος
ὁ Κυνικὸς δὲ Ἀλκιδάμας, ἐπεπώκει γὰρ ἤδη, πυθόμενος ἥτις ἡ γαμουμένη παῖς καλοῖτο, σιωπὴν παραγγείλας μεγάλῃ τῇ φωνῇ ἀποβλέψας ἐς τὰς γυναῖκας,
Προπίνω σοι,
ἔφη,
ὦ Κλεανθί, Ἡρακλέους ἀρχηγέτου.
吕基努斯而已经喝了很多酒的犬儒阿尔基达马斯,在打听清楚新娘的名字后,大声命令大家安静,然后看着妇女们说道:“我向你敬酒,克勒安提斯,奉始祖赫拉克勒斯之名!
ὡς δʼ ἐγέλασαν ἐπὶ τούτῳ ἅπαντες,
ἐγελάσατε,
εἶπεν,
ὦ καθάρματα, εἰ τῇ νύμφῃ προὔπιον ἐπὶ τοῦ ἡμετέρου·
”当众人对此哄堂大笑时,他说道:“你们这些废物,难道因为我奉我们的神赫拉克勒斯之名向新娘敬酒,你们就笑吗?
θεοῦ τοῦ Ἡρακλέους; καὶ μὴν εὖ εἰδέναι χρὴ ὡς ἢν μὴ λάβῃ παρʼ ἐμοῦ τὸν σκύφον, οὔποτε τοιοῦτος ἂν υἱὸς αὐτῇ γένοιτο οἷος ἐγώ, ἄτρεπτος μὲν ἀλκήν, ἐλεύθερος δὲ τὴν γνώμην, τὸ σῶμα δὲ οὕτω καρτερός·
然而,你们应当清楚知道,她若不从我手中接过这只深杯,就绝不可能生下像我这样的儿子:在勇气上毫不动摇,在思想上自由,而在身体上又如此强健!
καὶ ἅμα παρεγύμνου ἑαυτὸν μᾶλλον ἄχρι πρὸς τὸ αἴσχιστον.
”说着,他同时进一步裸露身体,几乎露到了最可耻的部位。
αὖθις ἐπὶ τούτοις ἐγέλασαν οἱ συμπόται, καὶ ὃς ἀγανακτήσας ἐπανίστατο δριμὺ καὶ παράφορον βλέπων καὶ δῆλος ἦν οὐκέτι εἰρήνην ἄξων.
宾客们对此再次大笑,他则勃然大怒,恶狠狠地、疯狂地瞪着眼站了起来,显然是不打算再维持和平了。
τάχα δʼ ἄν τινος καθίκετο τῇ βακτηρίᾳ, εἰ μὴ κατὰ καιρὸν εἰσεκεκόμιστο πλακοῦς εὐμεγέθης, πρὸς ὃν ἀποβλέψας ἡμερώτερος ἐγένετο καὶ ἔληξε τοῦ θυμοῦ καὶ ἐνεφορεῖτο συμπεριιών.
若不是及时送进来一个巨大的扁蛋糕,他大概很快就会用拐杖揍某个人了;但他一盯着那蛋糕,就变得温和了些,平息了怒火,并在走动中大吃起来。
§17Λυκῖνος
καὶ οἱ πλεῖστοι ἐμέθυον ἤδη καὶ βοῆς μεστὸν ἦν τὸ συμπόσιον·
吕基努斯大多数人此时已经醉了,宴会厅里充满了喧嚷之声。
ὁ μὲν γὰρ Διονυσόδωρος ὁ ῥήτωρ ἀντιρρήσεις τινὰς ἐν μέρει διεξῄει καὶ ἐπῃνεῖτο ὑπὸ τῶν κατόπιν ἐφεστώτων οἰκετῶν, ὁ δὲ Ἱστιαῖος ὁ γραμματικὸς ἐρραψῴδει ὕστερος κατακείμενος καὶ συνέφερεν ἐς τὸ αὐτὸ τὰ Πινδάρου καὶ Ἡσιόδου καὶ Ἀνακρέοντος, ὡς ἐξ ἁπάντων μίαν ᾠδὴν παγγέλοιον ἀποτελεῖσθαι, μάλιστα δʼ ἐκεῖνα ὥσπερ προμαντευόμενος τὰ μέλλοντα,
"σὺν δʼ ἔβαλον ῥινούς· "
καὶ
"ἔνθα δʼ ἄρʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.
因为修辞学家迪奥尼索多罗斯正在轮番进行反驳演练,并受到站在他身后的奴仆们的称赞;而文法学家希斯提阿埃奥斯则躺在最末席吟诵着诗歌,把品达、赫西俄德和阿那克里翁的诗句糅合在一起,从而用所有这些诗句凑成了一首极其可笑的歌,尤其是那些仿佛预言着未来之事的诗句:“他们将牛皮盾牌撞击在一起;”以及“那里随之升起人们的哀号与欢呼。
"
ὁ Ζηνόθεμις δʼ ἀνεγίνωσκε παρὰ τοῦ παιδὸς λαβὼν λεπτόγραφόν τι βιβλίον.
”而泽诺特米斯则从仆人手里接过一本写着蝇头小字的卷册读着。
§18Λυκῖνος
διαλιπόντων δὲ ὀλίγον, ὥσπερ εἰώθασι, τῶν παρακομιζόντων τὰ ὄψα μηχανώμενος Ἀρισταίνετος μηδʼ ἐκεῖνον ἀτερπῆ τὸν καιρὸν εἶναι μηδὲ κενὸν ἐκέλευσε τὸν γελωτοποιὸν εἰσελθόντα εἰπεῖν τι ἢ πρᾶξαι γελοῖον, ὡς ἔτι μᾶλλον οἱ συμπόται διαχυθεῖεν.
吕基努斯当端送菜肴的人像往常那样稍微停顿了一会儿时,阿里斯泰内托斯为了不让这段时间也变得沉闷无趣或空虚,便吩咐那个小丑进来,说点或做点滑稽的事,好让宾客们更加开怀。
καὶ παρῆλθεν ἄμορφός τις ἐξυρημένος τὴν κεφαλήν, ὀλίγας ἐπὶ τῇ κορυφῇ τρίχας ὀρθὰς ἔχων·
于是进来了一个丑陋的家伙,脑袋剃得光光的,只有头顶竖着几根毛。
οὗτος ὠρχήσατό τε κατακλῶν ἑαυτὸν καὶ διαστρέφων, ὡς γελοιότερος φανείη, καὶ ἀνάπαιστα συγκροτῶν διεξῆλθεν αἰγυπτιάζων τῇ φωνῇ, καὶ τέλος ἐπέσκωπτεν ἐς τοὺς παρόντας.
他又是扭动又是弯折身体地跳起舞来,好让自己显得更滑稽,并用带着埃及口音的腔调连珠炮似地念着短长格诗句,最后还嘲讽起在座的人来。
§19Λυκῖνος
οἱ μὲν οὖν ἄλλοι ἐγέλων ὁπότε σκωφθεῖεν, ἐπεὶ δὲ καὶ εἰς τὸν Ἀλκιδάμαντα ὅμοιόν τι ἀπέρριψε Μελιταῖον κυνίδιον προσειπὼν αὐτόν, ἀγανακτήσας ἐκεῖνος — καὶ πάλαι δὲ δῆλος ἦν φθονῶν αὐτῷ εὐδοκιμοῦντι καὶ κατέχοντι τὸ συμπόσιον — ἀπορρίψας τὸν τρίβωνα προὐκαλεῖτό οἱ παγκρατιάζειν, εἰ δὲ μή, κατοίσειν αὐτοῦ ἔφη τὴν βακτηρίαν.
吕基努斯其他人每当被嘲讽时都会笑,但当他也对阿尔基达马斯扔出类似的嘲讽、称他为“美利达哈巴狗”时,后者勃然大怒——事实上,他早就因为小丑大受欢迎并独占宴会风头而心怀嫉妒——他一把扔掉粗斗篷,向小丑挑战格斗,并声称否则就要用拐杖朝他头上砸下去。
οὕτω δὴ ὁ κακοδαίμων Σατυρίων — τοῦτο γὰρ ὁ γελωτοποιὸς ἐκαλεῖτο — συστὰς ἐπαγκρατίαζε.
于是,可怜的萨图里翁——这就是那个小丑的名字——便与他扭打在一起,开始了格斗。
καὶ τὸ πρᾶγμα ὑπερήδιστον ἦν, φιλόσοφος ἀνὴρ γελωτοποιῷ ἀνταιρόμενος καὶ παίων καὶ παιόμενος ἐν τῷ μέρει.
这场景实在是太有趣了:一个哲学家与一个小丑对抗,互相轮流挨打和揍人。
οἱ παρόντες δὲ οἱ μὲν ᾐδοῦντο, οἱ δὲ ἐγέλων, ἄχρι ἀπηγόρευσε παιόμενος ὁ Ἀλκιδάμας ὑπὸ συγκεκροτημένου ἀνθρωπίσκου καταγωνισθείς.
在场的人中,有的觉得羞愧,有的哈哈大笑,直到阿尔基达马斯被那个结实的小个子打得精疲力竭、俯首认输。
γέλως οὖν πολὺς ἐξεχύθη ἐπʼ αὐτοῖς.
于是大家对他们爆发出一阵大笑。
§20Λυκῖνος
ἐνταῦθα Διόνικος ἐπεισῆλθεν ὁ ἰατρὸς οὐ πολὺ κατόπιν τοῦ ἀγῶνος·
吕基努斯就在这时,医生迪奥尼科斯在比赛结束没多久后走了进来。
ἐβεβραδύκει δέ, ὡς ἔφασκε, φρενίτιδι ἑαλωκότα θεραπεύων Πολυπρέποντα τὸν αὐλητήν.
据他说,他因为给患了狂躁病的双簧管手波吕普勒蓬治病而迟到了。
καί τι καὶ γελοῖον διηγήσατο· ἔφη μὲν γὰρ εἰσελθεῖν παρʼ αὐτὸν οὐκ εἰδὼς ἐχόμενον ἤδη τῷ πάθει, τὸν δὲ ταχέως ἀναστάντα ἐπικλεῖσαί τε τὴν θύραν καὶ ξιφίδιον σπασάμενον ἀναδόντα αὐτῷ τοὺς αὐλοὺς κελεύειν αὐλεῖν·
他还讲了一件好笑的事:他说自己走进那人家里,并不知道他已经发病了,而那人突然站起来,锁上门,拔出一把短剑,把双簧管递给他并命令他吹奏。
εἶτα ἐπεὶ μὴ δύναιτο, παίειν σκῦτος ἔχοντα ἐς ὑπτίας τὰς χεῖρας.
然后,当他吹不出来时,那人就用皮鞭抽打他朝天的手掌。
τέλος οὖν ἐν τοσούτῳ κινδύνῳ ἐπινοῆσαι τοιόνδε·
最后,在如此巨大的危险中,他想出了这样一个办法:他向那人发起挑战,约定以一定的抽打次数为赌注进行比赛,首先他自己吹得很烂,然后把双簧管交还给那人,顺势从那人手里接过了皮鞭和短剑,并飞快地通过天窗扔到了中庭的露天地方。
ἐς ἀγῶνα γὰρ προκαλέσασθαι αὐτὸν ἐπὶ ῥητῷ πληγῶν ἀριθμῷ, καὶ πρῶτον μὲν αὐτὸς αὐλῆσαι πονήρως, μετὰ δὲ παραδοὺς τοὺς αὐλοὺς ἐκείνῳ δέξασθαι παρʼ αὐτοῦ τὸ σκῦτος καὶ τὸ ξιφίδιον καὶ ἀπορρῖψαι τάχιστα διὰ τῆς φωταγωγοῦ ἐς τὸ ὕπαιθρον τῆς αὐλῆς, καὶ τὸ ἀπὸ τούτου ἀσφαλέστερος ἤδη προσπαλαίων αὐτῷ ἐπικαλεῖσθαι τοὺς γειτνιῶντας, ὑφʼ ὧν ἀνασπασάντων τὸ θύριον σωθῆναι αὐτός.
此后,他便在较为安全的情况下与那人扭打,同时呼喊邻居,邻居们砸开小门后将他救了出来。
ἐδείκνυ δὲ καὶ σημεῖα τῶν πληγῶν καὶ ἀμυχάς τινας ἐπὶ τοῦ προσώπου.
他还展示了被打的痕迹以及脸上的几处抓伤。
καὶ ὁ μὲν Διόνικος οὐ μεῖον εὐδοκιμήσας τοῦ γελωτοποιοῦ ἐπὶ τῇ διηγήσει πλησίον τοῦ Ἱστιαίου παραβύσας ἑαυτὸν ἐδείπνει ὅσα λοιπά, οὐκ ἄνευ θεοῦ τινος ἡμῖν ἐπιπαρών, ἀλλὰ καὶ πάνυ χρήσιμος τοῖς μετὰ ταῦτα γεγενημένος.
于是迪奥尼科斯因这段讲述而获得了不亚于小丑的赞誉,他把自己塞到希斯提阿埃奥斯身旁,吃完了剩下的食物。 他的到来绝非没有神明的护佑,而且对后来发生的事情起到了极大的帮助作用。