§28Λυκῖνος
τούτων, ὦ ἑταῖρε, ἀναγινωσκομένων μεταξὺ ἱδρώς τέ μοι περιεχεῖτο ὑπʼ αἰδοῦς, καὶ τοῦτο δὴ τὸ τοῦ λόγου, χανεῖν μοι τὴν γῆν ηὐχόμην ὁρῶν τοὺς παρόντας γελῶντας ἐφʼ ἑκάστῳ καὶ μάλιστα ὅσοι ᾔδεσαν τὸν Ἑτοιμοκλέα, πολιὸν ἄνθρωπον καὶ σεμνὸν εἶναι δοκοῦντα.
吕基努斯朋友,在宣读这些话的时候,我因羞愧而浑身出汗,正如俗话所说,我真恨不得地缝裂开把我吞进去。 因为我看到在座的人对每一句话都哄堂大笑,尤其是那些认识赫托伊莫克勒斯的人,他本是一个白发苍苍、显得德高望重的人。
ἐθαύμαζον οὖν οἷος ὢν διαλάθοι αὐτοὺς ἐξαπατωμένους τῷ πώγωνι καὶ τῇ τοῦ προσώπου ἐντάσει.
因此,我感到很奇怪,像他这样的人,怎么能凭借胡须和严肃的表情,一直瞒过那些被他欺骗的人。
ὁ γὰρ Ἀρισταίνετος ἐδόκει μοι οὐκ ἀμελείᾳ παριδεῖν αὐτόν, ἀλλʼ οὔποτʼ ἂν ἐλπίσας κληθέντα ἐπινεῦσαι οὐδ’ ἂν ἐμπαρασχεῖν ἑαυτὸν τοιούτῳ τινί· ὥστε οὐδὲ τὴν ἀρχὴν πειρᾶσθαι ἠξίου.
因为在我看来,阿里斯泰内托斯并不是因为疏忽而漏掉了他,而是因为他根本没有料到,如果邀请他,他会答应,或者会屈尊参加这样的活动;因此,他一开始甚至觉得不值得去尝试。
§29Λυκῖνος
ἐπεὶ δʼ οὖν ἐπαύσατό ποτε ὁ οἰκέτης ἀναγινώσκων, τὸ μὲν συμπόσιον ἅπαν εἰς τοὺς ἀμφὶ τὸν Ζήνωνα καὶ Δίφιλον ἀπέβλεπε δεδοικότας καὶ ὠχριῶντας καὶ τῇ ἀπορίᾳ τῶν προσώπων ἐπαληθεύοντας τὰ ὑπὸ τοῦ Ἑτοιμοκλέους κατηγορηθέντα·
吕基努斯当仆人终于读完时,整个宴席上的所有人都转向了泽诺和迪菲洛斯及其同伴,他们惊恐万分,脸色苍白,并用他们那困惑的表情,证实了赫托伊莫克勒斯所指控的事情都是真的。
ὁ Ἀρισταίνετος δὲ ἐτετάρακτο καὶ θορύβου μεστὸς ἦν, ἐκέλευε δʼ ὅμως πίνειν ἡμᾶς καὶ ἐπειρᾶτο εὖ διατίθεσθαι τὸ γεγονὸς ὑπομειδιῶν ἅμα, καὶ τὸν οἰκέτην ἀπέπεμψεν εἰπὼν ὅτι ἐπιμελήσεται τούτων.
然而,阿里斯泰内托斯感到不安且极度慌乱,但他还是劝我们喝酒,并试图一边微微微笑着,一边把发生的事情应付过去,接着他打发走了仆人,说他会处理这些事情。
μετʼ ὀλίγον δὲ καὶ ὁ Ζήνων ὑπεξανέστη ἀφανῶς, τοῦ παιδαγωγοῦ νεύσαντος ἀπαλλάττεσθαι ὡς κελεύσαντος τοῦ πατρός.
过了一会儿,泽诺也悄悄起身边走开了,因为他的启启蒙老师向他示意,说是他父亲命令他离开的。
§30Λυκῖνος
ὁ Κλεόδημος δὲ καὶ πάλαι τινὸς ἀφορμῆς δεόμενος — ἐβούλετο γὰρ συμπλακῆναι τοῖς Στωικοῖς καὶ διερρήγνυτο οὐκ ἔχων ἀρχὴν εὔλογον — τότε οὖν τὸ ἐνδόσιμον παρασχούσης τῆς ἐπιστολῆς,
τοιαῦτα,
ἔφη,
ἐξεργάζεται ὁ καλὸς Χρύσιππος καὶ Ζήνων ὁ θαυμαστὸς καὶ Κλεάνθης, ῥημάτια δύστηνα καὶ ἐρωτήσεις μόνον καὶ σχήματα φιλοσόφων, τὰ δʼ ἄλλα Ἑτοιμοκλεῖς οἱ πλεῖστοι·
吕基努斯而克莱奥德摩斯早就想找个借口——因为他想和斯多葛派正面交锋,却因为没有合理的切入点而急得要命——这时,既然这封信提供了信号,他就说道: “这就是那高尚的克里西普、奇妙的泽诺和克雷安泰斯所做出的成果:尽是些可怜的词藻和问题,以及哲学家的外在姿态;但在其他方面,他们大多都是赫托伊莫克勒斯。
καὶ αἱ ἐπιστολαὶ ὁρᾶτε ὅπως πρεσβυτικαί, καὶ τὸ τελευταῖον Οἰνεὺς μὲν Ἀρισταίνετος, Ἑτοιμοκλῆς δὲ Ἄρτεμις.
你们看,他们的信件是多么具有老人般的酸腐气,最后,阿里斯泰内托斯成了俄纽斯,而赫托伊莫克勒斯成了阿尔忒弥斯。
Ἡράκλεις, εὔφημα πάντα καὶ ἑορτῇ πρέποντα.
赫拉克勒斯啊,全都是些吉利且适合节日的事情!
§31Λυκῖνος
νὴ Δίʼ,
εἶπεν ὁ Ἕρμων ὑπερκατακείμενος·
” 吕基努斯 “确实,凭宙斯起誓! ”躺在他上首的赫尔蒙说。
ἠκηκόει γάρ, οἶμαι, ὗν τινα ἐσκευάσθαι Ἀρισταινέτῳ ἐς τὸ δεῖπνον, ὥστε οὐκ ἄκαιρον ἐδόκει μεμνῆσθαι τοῦ Καλυδωνίου.
我想,他大概是听说阿里斯泰内托斯为晚餐准备了一头野猪,因此觉得提及卡吕冬的野猪并非不合时宜。
ἀλλὰ πρὸς τῆς Ἑστίας, ὦ Ἀρισταίνετε, πέμπε ὡς τάχιστα τῶν ἀπαρχῶν, μὴ καὶ φθάσῃ ὁ πρεσβύτης ὑπὸ λιμοῦ ὥσπερ ὁ Μελέαγρος ἀπομαρανθείς.
“但是,凭赫斯提亚起誓,阿里斯泰内托斯,快把初献的祭肉送一些给他,免得这位老人像梅勒阿格罗斯那样,因饥饿而先枯萎而死。
καίτοι οὐδὲν ἂν πάθοι δεινόν· ἀδιάφορα γὰρ ὁ Χρύσιππος τὰ τοιαῦτα ἡγεῖτο.
不过,他也不会遭遇什么可怕的事,因为克里西普认为这类事情都是‘无所谓的事情’。
§32Λυκῖνος
Χρυσίππου γὰρ μέμνησθε ὑμεῖς,
ἔφη ὁ Ζηνόθεμις ἐπεγείρας ἑαυτὸν καὶ φθεγξάμενος παμμέγεθες,
ἢ ἀφʼ ἑνὸς ἀνδρὸς οὐκ ἐννόμως φιλοσοφοῦντος Ἑτοιμοκλέους τοῦ γόητος μετρεῖτε τὸν Κλεάνθην καὶ Ζήνωνα σοφοὺς ἄνδρας;
” 吕基努斯 “你们竟然也配提起克里西普? ” 泽诺特米斯直起身来,扯开嗓门大喊: “难道你们仅凭一个不合规矩地研究哲学的人——那个骗子赫托伊莫克勒斯,就来衡量克雷安泰斯和泽诺这样的智者吗?
τίνες δὲ καὶ ὄντες ὑμεῖς ἐρεῖτε ταῦτα;
你们又算是什么人,竟敢说这样的话?
οὐ σὺ μὲν τῶν Διοσκούρων ἤδη, ὦ Ἕρμων, τοὺς πλοκάμους περικέκαρκας χρυσοῦς ὄντας;
赫尔蒙,你难道没有把双子神像上的金色鬈发剪下来据为己有吗?
καὶ δώσεις δίκην παραδοθεὶς τῷ δημίῳ.
你会被移交给刽子手,受到惩罚。
σὺ δὲ τὴν Σωστράτου γυναῖκα τοῦ μαθητοῦ ἐμοίχευες, ὦ Κλεόδημε, καὶ καταληφθεὶς τὰ αἴσχιστα ἔπαθες.
而你,克莱奥德摩斯,你曾与你的学生索斯特拉托斯的妻子通奸,被当场抓住并受到了最可耻的惩罚。
οὐ σιωπήσεσθε οὖν τοιαῦτα συνεπιστάμενοι ἑαυτοῖς;
既然你们自己也知道这些勾当,难道还不闭嘴吗?
ἀλλʼ οὐ μαστροπὸς ἐγὼ τῆς ἐμαυτοῦ γυναικός,
ἦ δʼ ὃς ὁ Κλεόδημος,
ὥσπερ σύ, οὐδὲ τοῦ ξένου μαθητοῦ λαβὼν τοὐφόδιον παρακαταθήκας ἔπειτα ὤμοσα κατὰ τῆς Πολιάδος μὴ εἰληφέναι, οὐδʼ ἐπὶ τέτταρσι δραχμαῖς δανείζω, οὐδὲ ἄγχω τοὺς μαθητάς, ἢν μὴ κατὰ καιρὸν ἀποδῶσι τοὺς μισθούς.
” “但我可没有像你一样,当自己妻子的拉皮条客,” 克莱奥德摩斯反驳道: “我也没有把外国学生的旅费当作寄存款收下后,又向雅典娜·波里亚斯起誓说自己没有收过,我更没有以四个德拉克马的高利放债,也没有在学生不按时交学费时去掐他们的脖子。
ἀλλʼ ἐκεῖνο,
ἔφη ὁ Ζηνόθεμις,
οὐκ ἂν ἔξαρνος γένοιο μὴ οὐχὶ φάρμακον ἀποδόσθαι Κρίτωνι ἐπὶ τὸν πατέρα.
” “但是那件事,” 泽诺特米斯说: “你绝无法否认:你曾卖毒药给克里同,用来对付他的父亲!
§33Λυκῖνος
καὶ ἅμα, ἔτυχε γὰρ πίνων, ὁπόσον ἔτι λοιπὸν ἐν τῇ κύλικι, περὶ ἥμισυ σχεδόν, κατεσκέδασεν αὐτοῖν.
” 吕基努斯说着,他因为正在喝酒,便把杯里剩下的酒——几乎是有一半,泼在他们两个人身上。
ἀπέλαυσε δὲ καὶ ὁ Ἴων τῆς γειτονήσεως, οὐκ ἀνάξιος ὤν.
坐在旁边的伊翁也受到了邻座的波及,而他得此待遇也算罪有应得。
ὁ μὲν οὖν Ἕρμων ἀπεξύετο ἐκ τῆς κεφαλῆς τὸν ἄκρατον προνενευκὼς καὶ τοὺς παρόντας ἐμαρτύρετο, οἷα ἐπεπόνθει.
于是赫尔蒙向前倾着身子,擦掉头上的纯酒,并让在场的人作证,看他遭受了怎样的对待。
ὁ Κλεόδημος δέ — οὐ γὰρ εἶχε κύλικα — ἐπιστραφεὶς προσέπτυσέ τε τὸν Ζηνόθεμιν καὶ τῇ ἀριστερᾷ τοῦ πώγωνος λαβόμενος ἔμελλε παίσειν κατὰ κόρρης, καὶ ἀπέκτεινεν ἂν τὸν γέροντα, εἰ μὴ Ἀρισταίνετος ἐπέσχε τὴν χεῖρα καὶ ὑπερβὰς τὸν Ζηνόθεμιν ἐς τὸ μέσον αὐτοῖν κατεκλίθη, ὡς διασταῖεν ὑπὸ διατειχίσματι αὐτῷ εἰρήνην ἄγοντες.
而克莱奥德摩斯——因为他手里没有杯子——转过身,朝泽诺特米斯吐了唾沫,并用左手揪住他的胡子,正要打他的耳光。 如果不是阿里斯泰内托斯拦住了他的手,并跨过泽诺特米斯,躺在他们两人中间,他本来会把这个老人打死的。 阿里斯泰内托斯这样做,使他自己成了一堵隔墙,将他们分开,从而维持了和平。