§38πρεσβύτου δέ τινος Ῥωμαίου εὐσωματοῦντος τὴν ἐνόπλιον αὐτῷ μάχην πρὸς πάτταλον ἐπιδειξαμένου καὶ ἐρομένου, Πῶς σοι, Δημῶναξ, μεμαχῆσθαι ἔδοξα;
有一位身体强健的罗马老人向他展示了自己针对木桩进行的武装格斗,并问他:“德莫纳克斯,你觉得我打得怎么样?
καλῶς, ἔφη, ἂν ξύλινον τὸν ἀνταγωνιστὴν ἔχῃς.
”他说:“打得好,如果你的对手也是木头做的。
§39καὶ μὴν καὶ πρὸς τὰς ἀπόρους τῶν ἐρωτήσεων πάνυ εὐστόχως παρεσκεύαστο· ἐρομένου γάρ τινος ἐπὶ χλευασμῷ, Εἰ χιλίας μνᾶς ξύλων καύσαιμι, ὦ Δημῶναξ, πόσαι μναῖ ἂν καπνοῦ γένοιντο;
” 而且,对于那些难以解答的问题,他也准备得非常巧妙;因为有人嘲弄地问他:“德莫纳克斯,如果我烧一千米纳的木柴,会有多少米纳的烟产生?
στῆσον, ἔφη, τὴν σποδόν, καὶ τὸ λοιπὸν πᾶν καπνὸς ἔσται.
”他说:“把灰称一下,剩下的就全是烟了。
§40Πολυβίου δέ τινος, κομιδῇ ἀπαιδεύτου ἀνθρώπου καὶ σολοίκου, εἰπόντος, Ὁ βασιλεύς με τῇ Ῥωμαίων πολιτείᾳ τετίμηκεν·
” 一个名叫波吕比乌斯的人,此人毫无教养且说话总有语法错误,他说:“皇帝授予我罗马公民权以示荣耀。
εἴθε σε, ἔφη, Ἕλληνα μᾶλλον ἢ Ῥωμαῖον πεποιήκει.
”德莫纳克斯说:“但愿皇帝能把你变成一个希腊人,而不是罗马人。
§41ἰδὼν δέ τινα τῶν εὐπαρύφων ἐπὶ τῷ πλάτει τῆς πορφύρας μέγα φρονοῦντα, κύψας αὐτοῦ πρὸς τὸ οὖς καὶ τῆς ἐσθῆτος λαβόμενος καὶ δείξας, Τοῦτο μέντοι πρὸ σοῦ πρόβατον ἐφόρει καὶ ἦν πρόβατον.
” 他看到一个穿华丽衣服的富人因其紫色边缘的宽大而自鸣得意,便凑到他耳边,抓住他的衣服指着说: “然而,在你之前,是一只羊穿着这个,而它只是一只羊。
§42ἐπεὶ μέντοι λουόμενος ὤκνησεν ἐς τὸ ὕδωρ ζέον ἐμβῆναι, καὶ ᾐτιάσατό τις ὡς ἀποδειλιάσαντα, Εἰπέ μοι, ἔφη, ὑπὲρ πατρίδος αὐτὸ πείσεσθαι ἔμελλον;
” 但是,当他在洗澡时犹豫着不敢走进滚烫的水里,有人指责他是胆小鬼时,他说:“告诉我,难道我是要为祖国去承受这个吗?
§43ἐρομένου δέ τινος, Ποῖα νομίζεις εἶναι τὰ ἐν Ἅιδου;
” 当有人问:“你认为冥界的情况是什么样的?
περίμεινον, ἔφη, κἀκεῖθέν σοι ἐπιστελῶ.
”他说:“等一等,我会从那里给你写信的。
§44Ἀδμήτῳ δέ τινι ποιητῇ φαύλῳ λέγοντι γεγραφέναι μονόστιχον ἐπίγραμμα, ὅπερ ἐν ταῖς διαθήκαις κεκέλευκεν ἐπιγραφῆναι αὑτοῦ τῇ στήλῃ — οὐ χεῖρον δὲ καὶ αὐτὸ εἰπεῖν,
"Γαῖα λάβʼ Ἀδμήτου ἔλυτρον, βῆ δʼ εἰς θεὸν αὐτός —"
γελάσας εἶπεν, Οὕτω καλόν ἐστιν, ὦ Ἄδμητε, τὸ ἐπίγραμμα, ὥστε ἐβουλόμην αὐτὸ ἤδη ἐπιγεγράφθαι.
” 一个名叫阿德梅托斯的差劲诗人说自己写了一首单行墓志铭,并已在遗言中命令将其刻在自己的墓碑上——在这里引用一下也无妨: “大地啊,收下阿德梅托斯的躯壳吧,他自己已走向神明”—— 德莫纳克斯笑着说:“阿德梅托斯,这首墓志铭写得太美了,以至于我希望它现在就已经刻上去了。
§45ἰδὼν δέ τις ἐπὶ τῶν σκελῶν αὐτοῦ οἷα τοῖς γέρουσιν ἐπιεικῶς γίνεται, ἤρετο, Τί τοῦτο, ὦ Δημῶναξ;
” 有人看到他的腿上出现了老人身上常见的那种迹象,便问:“德莫纳克斯,这是什么?
ὁ δὲ μειδιάσας, Χάρων με ἔδακεν, ἔφη.
”他微笑说:“卡戎咬了我一口。
§46καὶ μέντοι καὶ Λακεδαιμόνιόν τινα ἰδὼν τὸν αὑτοῦ οἰκέτην μαστιγοῦντα, Παῦσαι, ἔφη, ὁμότιμον σαυτοῦ τὸν δοῦλον ἀποφαίνων.
” 而且,他看到一个斯巴达人正在鞭打自己的家奴,便说:“住手吧,你这等于是在表明这个奴隶和你是同等地位的。
§47Δανάης δέ τινος πρὸς τὸν ἀδελφὸν δίκην ἐχούσης, Κρίθητι, ἔφη, οὐ γὰρ εἶ Δανάη ἡ Ἀκρισίου θυγάτηρ.
” 当一个名叫达娜厄的女人正和她的兄弟打官司时,他说:“去接受审判吧,因为你并不是阿克里西俄斯的女儿达娜厄。
§48μάλιστα δὲ ἐπολέμει τοῖς οὐ πρὸς ἀλήθειαν ἀλλὰ πρὸς ἐπίδειξιν φιλοσοφοῦσιν·
” 他最反对那些不为真理而只为炫耀而从事哲学研究的人。
ἕνα γοῦν ἰδὼν Κυνικὸν τρίβωνα μὲν καὶ πήραν ἔχοντα, ἀντὶ δὲ τῆς βακτηρίας ὕπερον, καὶ κεκραγότα καὶ λέγοντα ὅτι Ἀντισθένους καὶ Κράτητος καὶ Διογένους ἐστὶ ζηλωτής, Μὴ ψεύδου, ἔφη, σὺ γὰρ Ὑπερείδου μαθητὴς ὢν τυγχάνεις.
有一次,他看到一个犬儒派信徒拿着粗布斗篷和口袋,但用来代替拐杖的却是一个捣药杵,并且大声叫喊着自己是安提斯泰尼、克拉特斯和第欧根尼的追随者。 德莫纳克斯说:“别撒谎了,因为你其实是‘杵儿’的弟子。
§49ἐπεὶ μέντοι πολλοὺς τῶν ἀθλητῶν ἑώρα κακομαχοῦντας καὶ παρὰ τὸν νόμον τὸν ἐναγώνιον ἀντὶ τοῦ παγκρατιάζειν δάκνοντας, Οὐκ ἀπεικότως, ἔφη, τοὺς νῦν ἀθλητὰς οἱ παρομαρτοῦντες λέοντας καλοῦσιν.
” 然而,当他看到许多竞技者在比赛中恶性竞争,违反竞技规则,在打潘克拉辛时不去搏击而是咬人,他说:“那些随从们把现在的竞技者称为‘狮子’,也并非没有道理。
§50ἀστεῖον δὲ κἀκεῖνο αὐτοῦ καὶ δηκτικὸν ἅμα τὸ πρὸς τὸν ἀνθύπατον εἰρημένον·
” 他向地方总督说的那句话也同样既幽默又刻薄。
ἦν μὲν γὰρ τῶν πιττουμένων τὰ σκέλη καὶ τὸ σῶμα ὅλον· κυνικοῦ δέ τινος ἐπὶ λίθον ἀναβάντος καὶ αὐτὸ τοῦτο κατηγοροῦντος αὐτοῦ καὶ εἰς κιναιδίαν διαβάλλοντος, ἀγανακτήσας καὶ κατασπασθῆναι τὸν Κυνικὸν κελεύσας ἔμελλεν ἢ ξύλοις συντρίψειν ἢ καὶ φυγῇ ζημιώσειν·
因为这位总督是用松脂脱去腿部和全身毛发的人;当一个犬儒派信徒爬上石头,控诉总督的这一行为并诽谤他男色放荡时,总督大为恼火,命令将该犬儒派信徒拉下来,准备用棍棒痛打他,或者判处他流放。
ἀλλʼ ὅ γε Δημῶναξ παρατυχὼν παρῃτεῖτο συγγνώμην ἔχειν αὐτῷ κατά τινα πάτριον τοῖς Κυνικοῖς παρρησίαν θρασυνομένῳ.
但德莫纳克斯恰好在场,替他求情,请求总督宽恕他,说他是按照犬儒派特有的某种祖传的直言不讳而表现得放肆。
εἰπόντος δὲ τοῦ ἀνθυπάτου, Νῦν μέν σοι ἀφίημι αὐτόν, ἂν δὲ ὕστερον τοιοῦτόν τι τολμήσῃ, τί παθεῖν ἄξιός ἐστιν;
总督说:“现在看在你的份上我放了他,但如果他以后还敢做这种事,他配受什么惩罚?
καὶ ὁ Δημῶναξ, Δρωπακισθῆναι τότε αὐτὸν κέλευσον.
”德莫纳克斯说:“到那时候你就命令用松脂给他脱去全身毛发。
§51ἄλλῳ δέ τινι στρατοπέδων ἅμα καὶ ἔθνους τοῦ μεγίστου τὴν ἀρχὴν ἐμπιστευθέντι ἐκ βασιλέως ἐρομένῳ, πῶς ἄριστα ἄρξει;
” 另一个被皇帝委以军队和最大行省统治权的人问他,如何才能最好地进行统治。
ἀοργήτως, ἔφη, καὶ ὀλίγα μὲν λαλῶν, πολλὰ δὲ ἀκούων.
他说:“不发怒,少说话,多倾听。
§52ἐρομένῳ δέ τινι εἰ καὶ αὐτὸς πλακοῦντας ἐσθίοι, Οἴει οὖν, ἔφη, τοῖς μωροῖς τὰς μελίσσας τιθέναι τὰ κηρία;
” 当有人问他,他自己是否也吃蛋糕时,他说:“那么,你以为蜜蜂是为愚人筑造蜜房的吗?
§53πρὸς δὲ τῇ Ποικίλῃ ἀνδριάντα ἰδὼν τὴν χεῖρα ἀποκεκομμένον, ὀψὲ ἔφη Ἀθηναίους εἰκόνι χαλκῇ τετιμηκέναι τὸν Κυνέγειρον.
” 在画廊附近,他看到一尊手被砍掉的雕像,便说:“雅典人用青铜雕像来表彰库涅盖洛斯,真是太迟了。
§54καὶ μὴν καὶ Ῥουφῖνον τὸν Κύπριον — λέγω δὴ τὸν χωλὸν τὸν ἐκ τοῦ περιπάτου — ἰδὼν ἐπὶ πολὺ τοῖς περιπάτοις ἐνδιατρίβοντα, Οὐδέν ἐστιν, ἔφη, ἀναισχυντότερον χωλοῦ Περιπατητικοῦ.
” 而且,他看到塞浦路斯的鲁菲努斯——我指的是那个逍遥学派的瘸子——在回廊里逗留了很久,便说:“没有什么比一个瘸腿的‘漫步者’更厚颜无耻的了。 ”