← ルキアノス

デモナクス

§38-54

愚行や虚栄に対する機知に富んだ風刺的応答集

デモナクスが様々な人々の愚行、見栄、偽善に対して放った、機知と風刺に満ちた数々の短いやり取りを紹介する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§38

πρεσβύτου δέ τινος Ῥωμαίου εὐσωματοῦντος τὴν ἐνόπλιον αὐτῷ μάχην πρὸς πάτταλον ἐπιδειξαμένου καὶ ἐρομένου, Πῶς σοι, Δημῶναξ, μεμαχῆσθαι ἔδοξα; καλῶς, ἔφη, ἂν ξύλινον τὸν ἀνταγωνιστὴν ἔχῃς.1

ある頑健なローマ人の老人が、彼に対して木の杭を相手にした武器戦闘の技を披露し、「デモナクスよ、私の戦いぶりはどう見えたかね?」と尋ねたとき、彼は言った。「見事だ、もし対戦相手が木製であるならばね。」

§39

καὶ μὴν καὶ πρὸς τὰς ἀπόρους τῶν ἐρωτήσεων πάνυ εὐστόχως παρεσκεύαστο· ἐρομένου γάρ τινος ἐπὶ χλευασμῷ, Εἰ χιλίας μνᾶς ξύλων καύσαιμι, ὦ Δημῶναξ, πόσαι μναῖ ἂν καπνοῦ γένοιντο; στῆσον, ἔφη, τὴν σποδόν, καὶ τὸ λοιπὸν πᾶν καπνὸς ἔσται.

さらに、彼は解決困難な質問に対しても、非常に機知に富んだ備えをしていた。実際、ある人がからかって、「デモナクスよ、もし私が千ミナの薪を燃やしたなら、何ミナの煙が生じるだろうか」と尋ねたとき、彼は言った。「灰を量りなさい。そうすれば残りはすべて煙になる。」

§40

Πολυβίου δέ τινος, κομιδῇ ἀπαιδεύτου ἀνθρώπου καὶ σολοίκου, εἰπόντος, Ὁ βασιλεύς με τῇ Ῥωμαίων πολιτείᾳ τετίμηκεν· εἴθε σε, ἔφη, Ἕλληνα μᾶλλον ἢ Ῥωμαῖον πεποιήκει.

全く教養がなく、言葉づかいも不正確なポリュビオスという男が、「皇帝は私にローマの市民権を与えて名誉を授けてくださった」と言ったとき、彼は言った。「皇帝があなたをローマ人ではなく、むしろギリシア人にしてくださっていたらよかったのに。」

§41

ἰδὼν δέ τινα τῶν εὐπαρύφων ἐπὶ τῷ πλάτει τῆς πορφύρας μέγα φρονοῦντα, κύψας αὐτοῦ πρὸς τὸ οὖς καὶ τῆς ἐσθῆτος λαβόμενος καὶ δείξας, Τοῦτο μέντοι πρὸ σοῦ πρόβατον ἐφόρει καὶ ἦν πρόβατον.

豪華な縁取りの衣服を着た金持ちの一人が、紫色の縁取りの幅広さに自惚れているのを見て、彼はその者の耳元にかがみ込み、衣服をつかんで指し示しながら言った。「しかしながら、これをあなたの前には羊がまとっていたのであり、しかもそれは羊にすぎなかったのだぞ。」

§42

ἐπεὶ μέντοι λουόμενος ὤκνησεν ἐς τὸ ὕδωρ ζέον ἐμβῆναι, καὶ ᾐτιάσατό τις ὡς ἀποδειλιάσαντα, Εἰπέ μοι, ἔφη, ὑπὲρ πατρίδος αὐτὸ πείσεσθαι ἔμελλον;

だが、入浴する際、熱湯に入るのをためらったとき、ある人が彼を臆病者だと非難すると、彼は言った。「教えてくれ、私は祖国のためにそれを被ることになっていたのか?」

§43

ἐρομένου δέ τινος, Ποῖα νομίζεις εἶναι τὰ ἐν Ἅιδου; περίμεινον, ἔφη, κἀκεῖθέν σοι ἐπιστελῶ.

ある人が「あの世のありさまはどのようなものだと思いますか」と尋ねたとき、彼は言った。「待っていなさい。そこからあなたに手紙を送りましょう。」

§44

Ἀδμήτῳ δέ τινι ποιητῇ φαύλῳ λέγοντι γεγραφέναι μονόστιχον ἐπίγραμμα, ὅπερ ἐν ταῖς διαθήκαις κεκέλευκεν ἐπιγραφῆναι αὑτοῦ τῇ στήλῃ — οὐ χεῖρον δὲ καὶ αὐτὸ εἰπεῖν,2 "Γαῖα λάβʼ Ἀδμήτου ἔλυτρον, βῆ δʼ εἰς θεὸν αὐτός —" γελάσας εἶπεν, Οὕτω καλόν ἐστιν, ὦ Ἄδμητε, τὸ ἐπίγραμμα, ὥστε ἐβουλόμην αὐτὸ ἤδη ἐπιγεγράφθαι.

くだらない詩人アドメトスが、遺言によって自分の墓碑に刻むよう命じた一行の碑文を書いたと語ったとき——それをここで紹介するのも悪くないだろう、「大地よ、アドメトスの抜け殻を受け取れ、彼自身は神のもとへと去った」——デモナクスは笑って言った。「アドメトスよ、その碑文は実に見事だ。だから私は、それが今すぐにでも刻まれていればよいのにと思うほどだ。」

§45

ἰδὼν δέ τις ἐπὶ τῶν σκελῶν αὐτοῦ οἷα τοῖς γέρουσιν ἐπιεικῶς γίνεται, ἤρετο, Τί τοῦτο, ὦ Δημῶναξ; ὁ δὲ μειδιάσας, Χάρων με ἔδακεν, ἔφη.

ある人が、デモナクスの脚に老人によく生じるようなものを見て、「デモナクスよ、これは何ですか」と尋ねると、彼は微笑んで言った。「カロンが私を噛んだのだよ。」

§46

καὶ μέντοι καὶ Λακεδαιμόνιόν τινα ἰδὼν τὸν αὑτοῦ οἰκέτην μαστιγοῦντα, Παῦσαι, ἔφη, ὁμότιμον σαυτοῦ τὸν δοῦλον ἀποφαίνων.

さらに、あるスパルタ人が自分の奴隷を鞭打っているのを見て、彼は言った。「やめなさい。その奴隷を自分と同等の身分であると示してしまうことになる。」

§47

Δανάης δέ τινος πρὸς τὸν ἀδελφὸν δίκην ἐχούσης, Κρίθητι, ἔφη, οὐ γὰρ εἶ Δανάη ἡ Ἀκρισίου θυγάτηρ.

ダナエという女性が兄弟と裁判を起こしていたとき、彼は言った。「裁判を受けなさい。お前はアクリシオスの娘ダナエではないのだから。」

§48

μάλιστα δὲ ἐπολέμει τοῖς οὐ πρὸς ἀλήθειαν ἀλλὰ πρὸς ἐπίδειξιν φιλοσοφοῦσιν· ἕνα γοῦν ἰδὼν Κυνικὸν τρίβωνα μὲν καὶ πήραν ἔχοντα, ἀντὶ δὲ τῆς βακτηρίας ὕπερον, καὶ κεκραγότα καὶ λέγοντα ὅτι Ἀντισθένους καὶ Κράτητος καὶ Διογένους ἐστὶ ζηλωτής, Μὴ ψεύδου, ἔφη, σὺ γὰρ Ὑπερείδου μαθητὴς3 ὢν τυγχάνεις.

彼は、真理のためではなく見せびらかしのために哲学する者たちと最も激しく戦った。実際、あるキュニコス派の者が、粗末な外套と袋を持ち、杖の代わりに擂粉木を持ち、大声で自分はアンティステネスやクラテスやディオゲネスの信奉者だと叫んでいるのを見て、彼は言った。「嘘をつくな。お前はヒュペレイデスの弟子なのだから。」

§49

ἐπεὶ μέντοι πολλοὺς τῶν ἀθλητῶν ἑώρα κακομαχοῦντας καὶ παρὰ τὸν νόμον τὸν ἐναγώνιον ἀντὶ τοῦ παγκρατιάζειν δάκνοντας, Οὐκ ἀπεικότως, ἔφη, τοὺς νῦν ἀθλητὰς οἱ παρομαρτοῦντες λέοντας καλοῦσιν.

多くの格闘家たちが汚い戦い方をし、競技の規則に違反して、パンクラティオンを行う代わりに噛みついているのを見たとき、彼は言った。「付き添いの者たちが最近の格闘家たちを『獅子』と呼ぶのも無理はない。」

§50

ἀστεῖον δὲ κἀκεῖνο αὐτοῦ καὶ δηκτικὸν ἅμα τὸ πρὸς τὸν ἀνθύπατον εἰρημένον· ἦν μὲν γὰρ τῶν πιττουμένων τὰ σκέλη καὶ τὸ σῶμα ὅλον· κυνικοῦ δέ τινος ἐπὶ λίθον ἀναβάντος καὶ αὐτὸ τοῦτο κατηγοροῦντος αὐτοῦ καὶ εἰς κιναιδίαν διαβάλλοντος, ἀγανακτήσας καὶ κατασπασθῆναι τὸν Κυνικὸν κελεύσας ἔμελλεν ἢ ξύλοις συντρίψειν ἢ καὶ φυγῇ ζημιώσειν· ἀλλʼ ὅ γε Δημῶναξ παρατυχὼν παρῃτεῖτο συγγνώμην ἔχειν αὐτῷ κατά τινα πάτριον τοῖς Κυνικοῖς παρρησίαν θρασυνομένῳ. εἰπόντος δὲ τοῦ ἀνθυπάτου, Νῦν μέν σοι ἀφίημι αὐτόν, ἂν δὲ ὕστερον τοιοῦτόν τι τολμήσῃ, τί παθεῖν ἄξιός ἐστιν; καὶ ὁ Δημῶναξ, Δρωπακισθῆναι4 τότε αὐτὸν κέλευσον.

地方総督に対して言われた、あの言葉もまた、彼の機知に富むと同時に痛烈なものであった。というのも、その総督は脚や全身を松脂で脱毛するような男であったが、あるキュニコス派の男が石の上に登り、まさにこのことを非難し、彼を男色者と中傷したとき、総督は憤慨し、そのキュニコス派の男を引きずり下ろすよう命じて、彼を棍棒で打ち据えるか、追放刑に処そうとした。しかしデモナクスが居合わせて、キュニコス派の祖伝とも言える率直な物言いによって不遜な態度を取ったのだからと、彼を許してやるよう懇願した。総督が「今回はあなたのために彼を釈放しよう。だが、もし彼がのちにまたこのような不届きなことを企てたなら、彼はどのような罰を受けるに値するか」と言うと、デモナクスは言った。「その時は彼を松脂で脱毛するよう命じなさい。」

§51

ἄλλῳ δέ τινι στρατοπέδων ἅμα καὶ ἔθνους τοῦ μεγίστου τὴν ἀρχὴν ἐμπιστευθέντι ἐκ βασιλέως ἐρομένῳ, πῶς ἄριστα ἄρξει; ἀοργήτως, ἔφη, καὶ ὀλίγα μὲν λαλῶν, πολλὰ δὲ ἀκούων.

皇帝から、軍隊と同時に最大の属州の統治を委ねられた別の人が、「どのようにすれば最善の統治ができるか」と尋ねたとき、彼は言った。「怒ることなく、言葉を少なくし、多くを聞くことだ。」

§52

ἐρομένῳ δέ τινι εἰ καὶ αὐτὸς πλακοῦντας ἐσθίοι, Οἴει οὖν, ἔφη, τοῖς μωροῖς τὰς μελίσσας τιθέναι τὰ κηρία;

ある人が、彼自身もケーキを食べるのかと尋ねたとき、彼は言った。「それでは、蜜蜂たちは愚か者のために蜜房を作るとでも思っているのかね?」

§53

πρὸς δὲ τῇ Ποικίλῃ ἀνδριάντα ἰδὼν τὴν χεῖρα ἀποκεκομμένον, ὀψὲ ἔφη Ἀθηναίους εἰκόνι χαλκῇ τετιμηκέναι τὸν Κυνέγειρον.5

色彩列柱館の近くで、手を切り落とされた像を見て、彼は言った。「アテナイ人たちは、ずいぶん遅くなってからキネイゲイロスを青銅の像で称えたのだね。」

§54

καὶ μὴν καὶ Ῥουφῖνον τὸν Κύπριον — λέγω δὴ τὸν χωλὸν τὸν ἐκ τοῦ περιπάτου — ἰδὼν ἐπὶ πολὺ τοῖς περιπάτοις ἐνδιατρίβοντα, Οὐδέν ἐστιν, ἔφη, ἀναισχυντότερον χωλοῦ Περιπατητικοῦ.

また、キプロス人ルフィノス——すなわち、ペリパトス派の、あの足の不自由な男のことだが——が回廊に長居しているのを見て、彼は言った。「足の不自由なペリパトス派ほど厚かましいものはない。」

構文注5 件
  1. 38ξύλινον τὸν ἀνταγωνιστὴν ἔχῃς

    ξύλινον は対格名詞 τὸν ἀνταγωνιστὴν の述語的形容詞。「もし相手を木製のものとするならば」という条件文。木の杭(πάτταλος)を相手にした老人の虚しい自慢に対する皮肉。

  2. 44οὐ χεῖρον δὲ καὶ αὐτὸ εἰπεῖν

    οὐ χεῖρον に非人称動詞 ἐστί が省略されている。「それを述べることも悪くはない」という著者ルキアノスによる読者への直接の語りかけ。

  3. 48Ὑπερείδου μαθητὴς

    アテナイの弁論家ヒュペレイデス(Ὑπερείδης)の名と、そのキュニコス派が杖の代わりに持っていた「すりこぎ(ὕπερον)」をかけた言葉遊び。

  4. 50Δρωπακισθῆναι

    不定法(受動態)。松脂などを用いて全身のムダ毛を抜く処理(δρωπακισμός)を指し、総督の女性的な身だしなみの習慣を皮肉ると同時に、罪人に対する屈辱的な罰を意味する。

  5. 53Κυνέγειρον

    マラトンの戦いの英雄キネイゲイロス。敵船を手で掴んだが、その手を斧で切り落とされた。手が欠損した彫像を見て、デモナクスが彼に見立てた歴史的言及。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0062.tlg008.humanitext-grc2:38-54