§24ἐπεὶ δὲ Ἡρῴδης ὁ πάνυ ἐπένθει τὸν Πολυδεύκη πρὸ ὥρας ἀποθανόντα καὶ ἠξίου ὄχημα ζεύγνυσθαι αὐτῷ καὶ ἵππους παρίστασθαι ὡς ἀναβησομένῳ καὶ δεῖπνον παρασκευάζεσθαι, προσελθών, Παρὰ Πολυδεύκους, ἔφη, κομίζω σοί τινα ἐπιστολήν.
当著名的赫罗德因为夭折的波吕德乌刻斯而深切哀悼,并要求为他套好马车,让马匹在一旁候着,仿佛他就要乘车,并且还要准备晚餐时,德莫纳克斯走上前去说:“我从波吕德乌刻斯那里给你带来了一封信。
ἡσθέντος δὲ ἐκείνου καὶ οἰηθέντος ὅτι κατὰ τὸ κοινὸν καὶ αὐτὸς τοῖς ἄλλοις συντρέχει τῷ πάθει αὐτοῦ, καὶ εἰπόντος, Τί οὖν, ὦ Δημῶναξ, Πολυδεύκης ἀξιοῖ;
”赫罗德非常高兴,以为德莫纳克斯也像其他人一样,共同分担着他的悲痛,便问:“那么,德莫纳克斯,波吕德乌刻斯有什么要求?
αἰτιᾶταί σε, ἔφη, ὅτι μὴ ἤδη πρὸς αὐτὸν ἄπει.
”他回答说:“他责备你为什么不立刻去他那里。
§25ὁ δʼ αὐτὸς υἱὸν πενθοῦντι καὶ ἐν σκότῳ ἑαυτὸν καθείρξαντι προσελθὼν ἔλεγεν μάγος τε εἶναι καὶ δύνασθαι αὐτῷ ἀναγαγεῖν τοῦ παιδὸς τὸ εἴδωλον, εἰ μόνον αὐτῷ τρεῖς τινας ἀνθρώπους ὀνομάσειε μηδένα πώποτε πεπενθηκότας·
” 这同一个人还走到一个为失去儿子而哀悼并将自己关在黑暗中的人跟前,说自己是魔术师,能够为他召唤出孩子的亡灵,只要他能说出三个从未为任何人哀悼过的人的名字。
ἐπὶ πολὺ δὲ ἐκείνου ἐνδοιάσαντος καὶ ἀποροῦντος — οὐ γὰρ εἶχέν τινα, οἶμαι, εἰπεῖν τοιοῦτον — εἶτʼ, ἔφη, ὦ γελοῖε, μόνος ἀφόρητα πάσχειν νομίζεις μηδένα ὁρῶν πένθους ἄμοιρον;
在那人犹豫了很久、不知所措时——因为我想他无法说出任何这样的人——德莫纳克斯说:“那么,你这可笑的人,难道你以为只有自己承受着无法忍受的痛苦,而看不到没有任何人能免于悲哀吗?
§26καὶ μὴν κἀκείνων καταγελᾶν ἠξίου τῶν ἐν ταῖς ὁμιλίαις πάνυ ἀρχαίοις καὶ ξένοις ὀνόμασι χρωμένων· ἑνὶ γοῦν ἐρωτηθέντι ὑπʼ αὐτοῦ λόγον τινὰ καὶ ὑπεραττικῶς ἀποκριθέντι, Ἐγὼ μέν σε, ἔφη, ὦ ἑταῖρε, νῦν ἠρώτησα, σὺ δέ μοι ὡς ἐπʼ Ἀγαμέμνονος ἀποκρίνῃ.
” 此外,对于那些在交谈中故意使用极其古老和生僻词汇的人,他也总是予以嘲笑;至少,当一个被他问及某事的人用极度阿提卡式的词句回答时,他说:“我的朋友,我现在是在向你提问,而你对我的回答却仿佛是在阿伽门农的时代。
§27εἰπόντος δέ τινος τῶν ἑταίρων, Ἀπίωμεν, Δημῶναξ, εἰς τὸ Ἀσκληπιεῖον καὶ προσευξώμεθα ὑπὲρ τοῦ υἱοῦ, Πάνυ, ἔφη, κωφὸν ἡγῇ τὸν Ἀσκληπιόν, εἰ μὴ δύναται κἀντεῦθεν ἡμῶν εὐχομένων ἀκούειν.
” 当他的一个同伴说:“德莫纳克斯,我们去阿斯克勒庇俄斯神庙为儿子祈祷吧。 ”他说:“你一定以为阿斯克勒庇俄斯太聋了,如果我们在这里祈祷他就听不见。
§28ἰδὼν δέ ποτε δύο τινὰς φιλοσόφους κομιδῇ ἀπαιδεύτως ἐν ζητήσει ἐρίζοντας καὶ τὸν μὲν ἄτοπα ἐρωτῶντα, τὸν δὲ οὐδὲν πρὸς λόγον ἀποκρινόμενον, Οὐ δοκεῖ ὑμῖν, ἔφη, ὦ φίλοι, ὁ μὲν ἕτερος τούτων τράγον ἀμέλγειν, ὁ δὲ αὐτῷ κόσκινον ὑποτιθέναι;
” 一次,他看到两个哲学家在探讨中以极其缺乏教养的方式争论不休,其中一个提出荒谬的问题,另一个回答得完全不着边际,他说:“朋友们,在你们看来,这两人中是不是一个在挤公山羊的奶,而另一个在下面端着筛子接着?
§29Ἀγαθοκλέους δὲ τοῦ Περιπατητικοῦ μέγα φρονοῦντος ὅτι μόνος αὐτός ἐστιν καὶ πρῶτος τῶν διαλεκτικῶν, ἔφη, Καὶ μήν, ὦ Ἀγαθόκλεις, εἰ μὲν πρῶτος, οὐ μόνος, εἰ δὲ μόνος, οὐ πρῶτος.
” 当逍遥学派的阿伽托克勒斯自鸣得意,认为自己是辩证家中的唯一和第一人时,他说:“然而,阿伽托克勒斯,如果你是第一人,你就不是唯一;如果你是唯一,你就不是第一人。
§30Κεθήγου δὲ τοῦ ὑπατικοῦ, ὁπότε διὰ τῆς Ἑλλάδος εἰς τὴν Ἀσίαν ἀπῄει πρεσβεύσων τῷ πατρί, πολλὰ καταγέλαστα καὶ λέγοντος καὶ ποιοῦντος, ἐπειδὴ τῶν ἑταίρων τις ὁρῶν ταῦτα ἔλεγεν αὐτὸν μέγα κάθαρμα εἶναι, Μὰ τὸν Δίʼ, ἔφη ὁ Δημῶναξ, οὐδὲ μέγα.
” 曾任执政官的凯特古斯,在替他父亲出使通过希腊前往亚洲的途中,言行举止有许多荒唐可笑之处。 当他的一个同伴看到这些,说他是个大垃圾时,德莫纳克斯说:“凭着宙斯起誓,连大垃圾都算不上。
§31καὶ Ἀπολλώνιον δέ ποτε τὸν φιλόσοφον ἰδὼν μετὰ πολλῶν τῶν μαθητῶν ἐξελαύνοντα — ἤδη δὲ ἀπῄει μετάπεμπτος ὡς ἐπὶ παιδείᾳ τῷ βασιλεῖ συνεσόμενος — προσέρχεται, ἔφη, Ἀπολλώνιος καὶ οἱ Ἀργοναῦται αὐτοῦ.
” 还有一次,他看到哲学家阿波罗尼奥斯带着许多弟子出行——他当时正应召前去,准备陪伴在皇帝身边进行教育——便说:“阿波罗尼奥斯和他的阿尔戈英雄们来了。
§32ἄλλου δέ ποτε ἐρομένου εἰ ἀθάνατος αὐτῷ ἡ ψυχὴ δοκεῖ εἶναι, Ἀθάνατος, ἔφη, ἀλλʼ ὡς πάντα.
” 当另一个人问他,是否认为灵魂是不朽的,他说:“是不朽的,但就像万物一样。
§33περὶ μέντοι Ἡρῴδου ἔλεγεν ἀληθεύειν τὸν Πλάτωνα φάμενον, οὐ μίαν ἡμᾶς ψυχὴν ἔχειν· οὐ γὰρ εἶναι τῆς αὐτῆς ψυχῆς Ῥήγιλλαν καὶ Πολυδεύκη ὡς ζῶντας ἑστιᾶν καὶ τὰ τοιαῦτα μελετᾶν.
” 然而关于赫罗德,他说柏拉图说得对,人类并不只有一根灵魂;因为款待雷吉拉和波吕德乌刻斯仿佛他们还活着,并且从事这类荒诞之事,绝不是同一个灵魂所能做出来的。
§34ἐτόλμησε δέ ποτε καὶ Ἀθηναίους ἐρωτῆσαι δημοσίᾳ τῆς προρρήσεως ἀκούσας, διὰ τίνα αἰτίαν ἀποκλείουσι τοὺς βαρβάρους, καὶ ταῦτα τοῦ τὴν τελετὴν αὐτοῖς καταστησαμένου Εὐμόλπου βαρβάρου καὶ Θρᾳκὸς ὄντος.
一次,他在听了宣告后,甚至敢于公开质问雅典人:由于什么原因他们要排斥蛮族人? 而且,为他们创立这一秘仪的欧摩尔波斯本人就是蛮族人和色雷斯人。
§35ἐπεὶ δέ ποτε πλεῖν μέλλοντι αὐτῷ διὰ χειμῶνος ἔφη τις τῶν φίλων, Οὐ δέδοικας μὴ ἀνατραπέντος τοῦ σκάφους ὑπὸ ἰχθύων καταβρωθῇς;
一次,在他准备在暴风雨中航行时,他的一个朋友说:“你难道不怕船翻了,你会被鱼吃掉吗?
ἀγνώμων ἂν εἴην, ἔφη, ὀκνῶν ὑπὸ ἰχθύων κατεδεσθῆναι τοσούτους αὐτὸς ἰχθῦς καταφαγών.
”他回答说:“如果我自己吃了那么多鱼,却还忌惮被鱼吃掉,那我就太不知感恩了。
§36ῥήτορι δέ τινι κάκιστα μελετήσαντι συνεβούλευεν ἀσκεῖν καὶ γυμνάζεσθαι·
” 他建议一个练习演说极其糟糕的修辞学家多加练习和锻炼。
τοῦ δὲ εἰπόντος, Ἀεὶ ἐπʼ ἐμαυτοῦ λέγω, Εἰκότως τοίνυν, ἔφη, τοιαῦτα λέγεις μωρῷ ἀκροατῇ χρώμενος.
那人说:“我总是对自己练习演说。 ”德莫纳克斯便回答说:“难怪你会说出这样的话,因为你有一个愚蠢的听众。
§37καὶ μάντιν δέ ποτε ἰδὼν δημοσίᾳ ἐπὶ μισθῷ μαντευόμενον, Οὐχ ὁρῶ, ἔφη, ἐφʼ ὅτῳ τὸν μισθὸν ἀπαιτεῖς·
” 还有一次,他看到一个预言家在公开场合收费占卜,便说:“我看不出你凭什么要求报酬。
εἰ μὲν γὰρ ὡς ἀλλάξαι τι δυνάμενος τῶν ἐπικεκλωσμένων, ὀλίγον αἰτεῖς ὁπόσον ἂν αἰτῇς, εἰ δὲ ὡς δέδοκται τῷ θεῷ πάντα ἔσται, τί σου δύναται ἡ μαντική;
因为如果你是作为一个能够改变命运所纺织的任何事情的人,那么无论你要求多少报酬,都嫌太少;但如果一切都将按照神的旨意发生,那你的占卜又有什么用呢? ”