§55ἐπεὶ δέ ποτε ὁ Ἐπίκτητος ἐπιτιμῶν ἅμα συνεβούλευεν αὐτῷ ἀγαγέσθαι γυναῖκα καὶ παιδοποιήσασθαι — πρέπειν γὰρ καὶ τοῦτο φιλοσόφῳ ἀνδρὶ ἕτερον ἀντʼ αὐτοῦ καταλιπεῖν τῇ φύσει — ἐλεγκτικώτατα πρὸς αὐτὸν ἀπεκρίνατο, Οὐκοῦν, ὦ Ἐπίκτητε, δός μοι μίαν τῶν σαυτοῦ θυγατέρων.
当爱比克泰德有一次在责备他的同时,建议他娶妻生子——因为对于一个哲学者来说,为自然留下一个替代自己的后代也是合宜的——德莫纳克斯非常尖刻地回答他:“那么,爱比克泰德,把你自己的一个女儿嫁给我吧。
§56καὶ μὴν τὸ πρὸς Ἑρμῖνον τὸν Ἀριστοτελικὸν ἄξιον ἀπομνημονεῦσαι·
” 此外,他对亚里士多德学派的赫米努斯所说的话也值得铭记。
εἰδὼς γὰρ αὐτὸν παγκάκιστον μὲν ὄντα καὶ μυρία κακὰ ἐργαζόμενον, τὸν Ἀριστοτέλη δʼ ἐπαινοῦντα καὶ διὰ στόματος αὐτοῦ τὰς δέκα κατηγορίας ἔχοντα, Ἑρμῖνε, ἔφη, ἀληθῶς ἄξιος εἶ δέκα κατηγοριῶν.
因为他知道赫米努斯极其邪恶且作恶多端,却又赞美亚里士多德,口中常挂着他的“十个范畴”,德莫纳克斯便说:“赫米努斯,你真配得上十项控诉。
§57Ἀθηναίων δὲ σκεπτομένων κατὰ ζῆλον τὸν πρὸς Κορινθίους καταστήσασθαι θέαν μονομάχων, προελθὼν εἰς αὐτούς, Μὴ πρότερον ταῦτα, ὦ Ἀθηναῖοι, ψηφίσησθε, ἂν μὴ τοῦ Ἐλέου τὸν βωμὸν καθέλητε.
” 当雅典人出于对哥林多人的竞争心而考虑设立角斗士表演时,他走到他们面前说:“雅典人啊,在你们拆毁怜悯祭坛之前,千万不要为此投票决议。
§58ἐπεὶ δὲ εἰς Ὀλυμπίαν ποτὲ ἐλθόντι αὐτῷ Ἠλεῖοι εἰκόνα χαλκῆν ἐψηφίσαντο, Μηδαμῶς τοῦτο, ἔφη, ὦ ἄνδρες Ἠλεῖοι, μὴ δόξητε ὀνειδίζειν τοῖς προγόνοις ὑμῶν, ὅτι μήτε Σωκράτους μήτε Διογένους εἰκόνα ἀνατεθείκασιν.
” 有一次他去奥林匹亚,伊利斯人投票决定为他立一尊青铜像,他说:“伊利斯人啊,绝不能这样做,免得你们看起来像是在指责你们的先祖,因为他们既没有给苏格拉底也没有给第欧根尼立像。
§59ἤκουσα δὲ αὐτοῦ ποτε καὶ πρὸς τὸν τὸν τῶν νόμων ἔμπειρον ταῦτα λέγοντος, ὅτι κινδυνεύουσιν ἄχρηστοι εἶναι οἱ νόμοι, ἄν τε πονηροῖς ἄν τε ἀγαθοῖς γράφωνται·
” 我曾听他过对一位精通法律的人说:“法律不论是为恶人还是为善人制定的,都有可能成为无用之物;因为善人不需要法律,而恶人并不会因为法律而变得更好分毫。
οἱ μὲν γὰρ οὐ δέονται νόμων, οἱ δὲ ὑπὸ νόμων οὐδὲν βελτίους γίγνονται. §60τῶν δὲ Ὁμήρου στίχον ἕνα ᾖδεν μάλιστα — κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.
” 在荷马的诗句中,他最常吟咏这一行: “不劳而获者与立下丰功伟绩者,同样面临死亡。
§61ἐπῄνει δὲ καὶ τὸν Θερσίτην ὡς Κυνικόν τινα δημηγόρον.
” 他还赞赏瑟西提斯,认为他是一种犬儒派式的平民演说家。
§62ἐρωτηθεὶς δέ ποτε, τίς αὐτῷ ἀρέσκοι τῶν φιλοσόφων, ἔφη, Πάντες μὲν θαυμαστοί· ἐγὼ δὲ Σωκράτη μὲν σέβω, θαυμάζω δὲ Διογένη καὶ φιλῶ Ἀρίστιππον.
有一次他被问及在哲学家中最中意谁,他说:“所有人都是令人敬佩的;但我崇敬苏格拉底,赞赏第欧根尼,喜爱阿里斯提波。
§63Ἐβίου δὲ ἔτη ὀλίγου δέοντα τῶν ἑκατὸν ἄνοσος, ἄλυπος, οὐδένα ἐνοχλήσας τι ἢ αἰτήσας, φίλοις χρήσιμος, ἐχθρὸν οὐδένα οὐδεπώποτε ἐσχηκώς·
” 他活了快一百岁,无病无痛,从未给任何人添过麻烦,也从未向任何人乞求过什么,对朋友有益,且从未有过任何敌人。
καὶ τοσοῦτον ἔρωτα ἔσχον πρὸς αὐτὸν Ἀθηναῖοί τε αὐτοὶ καὶ ἅπασα ἡ Ἑλλάς, ὥστε παριόντι ὑπεξανίστασθαι μὲν τοὺς ἄρχοντας, σιωπὴν δὲ γίνεσθαι παρὰ πάντων.
雅典人自己以及整个希腊都对他怀有如此深切的爱戴,以至于当他走过时,官员们都会起立致敬,众人也会安静下来。
τὸ τελευταῖον δὲ ἤδη ὑπέργηρως ὢν ἄκλητος εἰς ἣν τύχοι παριὼν οἰκίαν ἐδείπνει καὶ ἐκάθευδε, τῶν ἐνοικούντων θεοῦ τινα ἐπιφάνειαν ἡγουμένων τὸ πρᾶγμα καί τινα ἀγαθὸν δαίμονα εἰσεληλυθέναι αὐτοῖς εἰς τὴν οἰκίαν.
到了晚年,他已极其年迈,便常常不请自来地走进他碰巧路过的任何人家中吃饭和睡觉,而屋主们都把这当作是某种神明的显现,认为是一位善神走进了他们的家门。
παριόντα δὲ αἱ ἀρτοπώλιδες ἀνθεῖλκον πρὸς αὑτὰς ἑκάστη ἀξιοῦσα παρʼ αὐτῆς λαμβάνειν τῶν ἄρτων, καὶ τοῦτο εὐτυχίαν ἑαυτῆς ἡ δεδωκυῖα ᾤετο.
当他走过时,卖面包的妇人们会把他拉向自己,每人都要求他从自己这里拿面包,而送出面包的人便认为这是自己的幸运。
καὶ μὴν καὶ οἱ παῖδες ὀπώρας προσέφερον αὐτῷ πατέρα ὀνομάζοντες.
此外,甚至孩子们也会送水果给他,称呼他为父亲。
§64στάσεως δέ ποτε Ἀθήνησι γενομένης εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν καὶ φανεὶς μόνον σιωπᾶν ἐποίησεν αὐτούς· ὁ δὲ ἰδὼν ἤδη μετεγνωκότας οὐδὲν εἰπὼν καὶ αὐτὸς ἀπηλλάγη.
当雅典发生暴动时,他走进集会,仅凭现身就使人们安静下来;而他看到人们已经悔悟,便一言不发地自行离去了。
§65ὅτε δὲ συνῆκεν οὐκέθʼ οἷός τε ὢν αὑτῷ ἐπικουρεῖν, εἰπὼν πρὸς τοὺς παρόντας τὸν ἐναγώνιον τῶν κηρύκων πόδα
"
λήγει μὲν ἀγὼν τῶν καλλίστων
ἄθλων ταμίας, καιρὸς δὲ καλεῖ
μηκέτι μέλλειν,
"
καὶ πάντων ἀποσχόμενος ἀπῆλθεν τοῦ βίου φαιδρὸς καὶ οἷος ἀεὶ τοῖς ἐντυγχάνουσιν ἐφαίνετο.
当他意识到自己已无法自理时,他对在场的人念出了传令官宣告竞技结束的诗行: “作为最美盛会主持者的竞技已告结束,时刻已在召唤切勿再行迟延,” 然后他断绝了一切食物,在安详中告别了人世,其面容正如他平时呈现在相遇之人面前的那般开朗。
§66ὀλίγον δὲ πρὸ τῆς τελευτῆς ἐρομένου τινός, Περὶ ταφῆς τί κελεύεις;
在他临终前不久,有人问他:“关于你的安葬,你有什么吩咐?
μὴ πολυπραγμονεῖτε, ἔφη· ἡ γὰρ ὀδμή με θάψει.
”他说:“不要多管闲事,因为气味会把我埋葬。
φαμένου δὲ ἐκείνου, Τί οὖν;
”那人说:“那怎么行?
οὐκ αἰσχρὸν ὀρνέοις καὶ κυσὶ βορὰν προτεθῆναι τηλικούτου ἀνδρὸς σῶμα;
像你这样伟大的人,遗体被丢弃给鸟兽和狗作食物,难道不令人感到羞耻吗?
καὶ μὴν οὐδὲν ἄτοπον, ἔφη, τοῦτο, εἰ μέλλω καὶ ἀποθανὼν ζῴοις τισὶ χρήσιμος ἔσεσθαι.
”他说:“这确实没有什么奇怪的,如果我死后还能对某些生物派上用场的话。
§67οἱ μέντοι Ἀθηναῖοι καὶ ἔθαψαν αὐτὸν δημοσίᾳ μεγαλοπρεπῶς καὶ ἐπὶ πολὺ ἐπένθησαν, καὶ τὸν θᾶκον τὸν λίθινον, ἐφʼ οὗ εἰώθει ὁπότε κάμνοι ἀναπαύεσθαι, προσεκύνουν καὶ ἐστεφάνουν ἐς τιμὴν τοῦ ἀνδρός, ἡγούμενοι ἱερὸν εἶναι καὶ τὸν λίθον, ἐφʼ οὗ ἐκαθέζετο.
” 然而,雅典人还是为他举行了盛大的国葬,并哀悼了许久。 为了表示对他的尊敬,他们甚至向他疲惫时常用来歇息的石凳顶礼膜拜,并献上花环,认为连他坐过的石头都是神圣的。
ἐπὶ μὲν γὰρ τὴν ἐκφορὰν οὐκ ἔστιν ὅστις οὐκ ἀπήντησεν, καὶ μάλιστα τῶν φιλοσόφων· οὗτοι μέντοι ὑποδύντες ἐκόμιζον αὐτὸν ἄχρι πρὸς τὸν τάφον.
事实上,没有一个人不来参加他的葬礼,特别是那些哲学家们;他们甚至亲自抬起棺木,一路将他护送到墓地。
ταῦτα ὀλίγα πάνυ ἐκ πολλῶν ἀπεμνημόνευσα, καὶ ἔστιν ἀπὸ τούτων τοῖς ἀναγινώσκουσι λογίζεσθαι ὁποῖος ἐκεῖνος ἀνὴρ ἐγένετο.
这些只是我从众多往事中记起的极少一部分,读者们尽可以从这些事中,推知他是一个怎样的人。