← ルキアノス

デモナクス

§24-37

過度な悲嘆や虚飾を諷刺する機知ある言動

デモナクスが、極度な喪に服す人々、古風な言葉遣い、無駄な哲学の議論、自惚れた学者、不当な占い師などを、機知とユーモアに富んだ対話を通じて批判し諭す様子が描かれています。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§24

ἐπεὶ δὲ Ἡρῴδης ὁ πάνυ ἐπένθει τὸν Πολυδεύκη πρὸ ὥρας ἀποθανόντα καὶ ἠξίου ὄχημα ζεύγνυσθαι αὐτῷ1 καὶ ἵππους παρίστασθαι ὡς ἀναβησομένῳ καὶ δεῖπνον παρασκευάζεσθαι, προσελθών, Παρὰ Πολυδεύκους, ἔφη, κομίζω σοί τινα ἐπιστολήν. ἡσθέντος δὲ ἐκείνου καὶ οἰηθέντος ὅτι κατὰ τὸ κοινὸν καὶ αὐτὸς τοῖς ἄλλοις συντρέχει τῷ πάθει αὐτοῦ, καὶ εἰπόντος, Τί οὖν, ὦ Δημῶναξ, Πολυδεύκης ἀξιοῖ; αἰτιᾶταί σε, ἔφη, ὅτι μὴ ἤδη πρὸς αὐτὸν ἄπει.

さて、有名なヘロデスが、夭折したポリデウケスを悼むあまり、まるで彼がそれに乗るかのように馬車を整えさせ、馬たちを傍らに控えさせ、さらに夕食を用意させるようにと求めていたとき、デモナクスは近づいて言った。「ポリデウケスから、あなた宛てにある手紙を預かって参りました。」ヘロデスは喜び、デモナクスもまた他の人々と同じように自分の悲しみに共感してくれているのだと思って、「デモナクスよ、それではポリデウケスは何を望んでいるのかね?」と尋ねた。すると彼は言った。「彼はあなたを非難していますよ、なぜ今すぐ自分のところへ来ないのかと。」

§25

ὁ δʼ αὐτὸς υἱὸν πενθοῦντι καὶ ἐν σκότῳ ἑαυτὸν καθείρξαντι προσελθὼν ἔλεγεν μάγος τε εἶναι καὶ δύνασθαι αὐτῷ ἀναγαγεῖν τοῦ παιδὸς τὸ εἴδωλον, εἰ μόνον αὐτῷ τρεῖς τινας ἀνθρώπους ὀνομάσειε2 μηδένα πώποτε πεπενθηκότας· ἐπὶ πολὺ δὲ ἐκείνου ἐνδοιάσαντος καὶ ἀποροῦντος — οὐ γὰρ εἶχέν τινα, οἶμαι, εἰπεῖν τοιοῦτον — εἶτʼ, ἔφη, ὦ γελοῖε, μόνος ἀφόρητα πάσχειν νομίζεις μηδένα ὁρῶν πένθους ἄμοιρον;

また、この同じデモナクスは、息子を失って悲しみ、暗闇の中に身を閉じ込めている男に近づき、自分は魔術師であり、その子の亡霊を呼び出すことができると言った。ただし、これまでに一度も誰も失って悲しんだことのない3人の人物の名前を挙げさえすれば、という条件であった。その男が長いことためらい、困り果てたのを見て——思うに、そのような人物を一人も挙げることができなかったからだが——、彼は言った。「それなら、おかしな人よ、悲しみと無縁な者が誰もいないのを見ながら、自分だけが耐え難い苦痛を被っていると思っているのですか。」

§26

καὶ μὴν κἀκείνων καταγελᾶν ἠξίου τῶν ἐν ταῖς ὁμιλίαις πάνυ ἀρχαίοις καὶ ξένοις ὀνόμασι χρωμένων· ἑνὶ γοῦν ἐρωτηθέντι ὑπʼ αὐτοῦ λόγον τινὰ καὶ ὑπεραττικῶς ἀποκριθέντι, Ἐγὼ μέν σε, ἔφη, ὦ ἑταῖρε, νῦν ἠρώτησα, σὺ δέ μοι ὡς ἐπʼ Ἀγαμέμνονος ἀποκρίνῃ.

さらに、彼は会話の中で極めて古風で聞き慣れない言葉を使う人々を嘲笑するのを常とした。実際、彼からある質問をされ、過度にアッティカ風に答えた男に対して、彼は言った。「友よ、私は今あなたに尋ねているのに、あなたはまるでアガメムノンの時代であるかのように答えるのだね。」

§27

εἰπόντος δέ τινος τῶν ἑταίρων, Ἀπίωμεν, Δημῶναξ, εἰς τὸ Ἀσκληπιεῖον καὶ προσευξώμεθα ὑπὲρ τοῦ υἱοῦ, Πάνυ, ἔφη, κωφὸν ἡγῇ τὸν Ἀσκληπιόν, εἰ μὴ δύναται κἀντεῦθεν ἡμῶν εὐχομένων ἀκούειν.

仲間の一人が「デモナクスよ、アスクレピオス神殿へ行って、息子のために祈ろうではないか」と言ったとき、彼は言った。「君はアスクレピオスをすっかり耳が遠いと思っているのだね、私たちがここから祈っても聞こえないのだとしたら。」

§28

ἰδὼν δέ ποτε δύο τινὰς φιλοσόφους κομιδῇ ἀπαιδεύτως ἐν ζητήσει ἐρίζοντας καὶ τὸν μὲν ἄτοπα ἐρωτῶντα, τὸν δὲ οὐδὲν πρὸς λόγον ἀποκρινόμενον, Οὐ δοκεῖ ὑμῖν, ἔφη, ὦ φίλοι, ὁ μὲν ἕτερος τούτων τράγον ἀμέλγειν, ὁ δὲ αὐτῷ κόσκινον ὑποτιθέναι;

あるとき、二人の哲学者が極めて教養のないやり方で議論を戦わせており、一方が的外れな質問をし、他方が議論に全くそぐわない回答をしているのを見て、彼は言った。「友よ、この二人のうち一方は雄山羊の乳を搾り、もう一方はその下に篩をあてがっているように見えないかね?」

§29

Ἀγαθοκλέους δὲ τοῦ Περιπατητικοῦ μέγα φρονοῦντος ὅτι μόνος αὐτός ἐστιν καὶ πρῶτος τῶν διαλεκτικῶν, ἔφη, Καὶ μήν, ὦ Ἀγαθόκλεις, εἰ μὲν πρῶτος, οὐ μόνος, εἰ δὲ μόνος, οὐ πρῶτος.

ペリパトス派のアガトクレスが、自分だけが唯一であり、かつ弁証家たちの第一人者であると自惚れていたとき、彼は言った。「しかし、アガトクレスよ、もし第一人者であるなら、唯一ではないし、もし唯一であるなら、第一人者ではない。」

§30

Κεθήγου δὲ τοῦ ὑπατικοῦ, ὁπότε διὰ τῆς Ἑλλάδος εἰς τὴν Ἀσίαν ἀπῄει πρεσβεύσων τῷ πατρί, πολλὰ καταγέλαστα καὶ λέγοντος καὶ ποιοῦντος, ἐπειδὴ τῶν ἑταίρων τις ὁρῶν ταῦτα ἔλεγεν αὐτὸν μέγα κάθαρμα εἶναι, Μὰ τὸν Δίʼ, ἔφη ὁ Δημῶναξ, οὐδὲ μέγα.3

執政官を務めたケテグスが、彼の父の使節としてギリシアを通ってアジアへ赴く途中で、言うことも行うことも多くの滑稽なことばかりであったとき、仲間のひとりがこれを見て、彼を「大いなるゴミ」だと言うと、デモナクスは言った。「ゼウスにかけて、大いなるものでさえないよ。」

§31

καὶ Ἀπολλώνιον δέ ποτε τὸν φιλόσοφον ἰδὼν μετὰ πολλῶν τῶν μαθητῶν ἐξελαύνοντα — ἤδη δὲ ἀπῄει μετάπεμπτος ὡς ἐπὶ παιδείᾳ τῷ βασιλεῖ συνεσόμενος — προσέρχεται, ἔφη, Ἀπολλώνιος καὶ οἱ Ἀργοναῦται αὐτοῦ.

また、哲学者アポロニオスが多くの弟子たちを連れて旅立つのを見て——彼は皇帝の教育のためにその傍らに仕えるよう召し出されて、まさに出発するところであったのだが——、デモナクスは言った。「アポロニオスと、彼のアルゴナウタイがやって来るぞ。」

§32

ἄλλου δέ ποτε ἐρομένου εἰ ἀθάνατος αὐτῷ ἡ ψυχὴ δοκεῖ εἶναι, Ἀθάνατος, ἔφη, ἀλλʼ ὡς πάντα.

別の人が、魂は不滅だと思うかと尋ねたとき、彼は言った。「不滅だよ、しかし万物がそうであるのと同じようにね。」

§33

περὶ μέντοι Ἡρῴδου ἔλεγεν ἀληθεύειν τὸν Πλάτωνα φάμενον, οὐ μίαν ἡμᾶς ψυχὴν ἔχειν· οὐ γὰρ εἶναι τῆς αὐτῆς ψυχῆς Ῥήγιλλαν καὶ Πολυδεύκη ὡς ζῶντας ἑστιᾶν καὶ τὰ τοιαῦτα μελετᾶν.

しかしヘロデスに関しては、人間は一つだけの魂を持っているのではないと言ったプラトンは真実を語っている、と彼は言った。というのも、レギッラやポリデウケスがあたかも生きているかのように食事にもてなしたり、そのような演説の練習をしたりするのは、同じ一つの魂のなせる技ではないからだ。

§34

ἐτόλμησε δέ ποτε καὶ Ἀθηναίους ἐρωτῆσαι δημοσίᾳ τῆς προρρήσεως ἀκούσας, διὰ τίνα αἰτίαν ἀποκλείουσι τοὺς βαρβάρους, καὶ ταῦτα τοῦ τὴν τελετὴν αὐτοῖς καταστησαμένου Εὐμόλπου βαρβάρου καὶ Θρᾳκὸς ὄντος.4

またあるとき、彼は〔秘儀の〕事前布告を聞いて、アテナイ人たちに公にこう尋ねる大それたことをした。なぜ彼らはバルバロイを締め出すのかと。しかも、彼らにその秘儀を創始したエウモルポス自身がバルバロスであり、トラキア人であったというのに。

§35

ἐπεὶ δέ ποτε πλεῖν μέλλοντι αὐτῷ διὰ χειμῶνος ἔφη τις τῶν φίλων, Οὐ δέδοικας μὴ ἀνατραπέντος τοῦ σκάφους ὑπὸ ἰχθύων καταβρωθῇς; ἀγνώμων ἂν εἴην, ἔφη, ὀκνῶν ὑπὸ ἰχθύων κατεδεσθῆναι τοσούτους αὐτὸς ἰχθῦς καταφαγών.

あるとき、彼が嵐の中を船で渡ろうとしていたとき、友人の一人が言った。「船が転覆して、魚に食べられてしまうのが怖くないのかね。」すると彼は言った。「自分自身がこれほど多くの魚を食べておきながら、魚に食べられるのを嫌がるなら、私は恩知らずになってしまうだろう。」

§36

ῥήτορι δέ τινι κάκιστα μελετήσαντι συνεβούλευεν ἀσκεῖν καὶ γυμνάζεσθαι· τοῦ δὲ εἰπόντος, Ἀεὶ ἐπʼ ἐμαυτοῦ λέγω, Εἰκότως τοίνυν, ἔφη, τοιαῦτα λέγεις μωρῷ ἀκροατῇ χρώμενος.

極めてお粗末な演説の練習をしたある弁論家に、もっと練習し訓練するようにと勧めると、その弁論家が「私はいつも独りで演説しているのです」と言った。これに対してデモナクスは言った。「それなら道理で、そんな演説をするわけだ。愚かな聴衆を相手にしているのだからね。」

§37

καὶ μάντιν δέ ποτε ἰδὼν δημοσίᾳ ἐπὶ μισθῷ μαντευόμενον, Οὐχ ὁρῶ, ἔφη, ἐφʼ ὅτῳ τὸν μισθὸν ἀπαιτεῖς· εἰ μὲν γὰρ ὡς ἀλλάξαι τι δυνάμενος τῶν ἐπικεκλωσμένων, ὀλίγον αἰτεῖς ὁπόσον ἂν αἰτῇς,5 εἰ δὲ ὡς δέδοκται τῷ θεῷ πάντα ἔσται, τί σου δύναται ἡ μαντική;

また、占い師が公の場で報酬を取って占っているのを見て、彼は言った。「君がどういう理由で報酬を要求しているのか、私にはわからない。というのも、もし紡ぎ出された運命の何かを変える力がある者として報酬を求めているなら、いくら要求するにしても少なすぎるし、もし神によって決定された通りにすべてが起こるのだとしたら、君の占いには何の力があるというのか。」

構文注5 件
  1. 24ὄχημα ζεύγνυσθαι αὐτῷ

    不定詞 ζεύγνυσθαι(および παρίστασθαι、παρασκευάζεσθαι)は主節の動詞 ἠξίου(〜を求めた、要求した)の目的語となる対格不定詞(または受動不定詞)の構造。αὐτῷ は与格で、亡くなったポリデウケスを指す「彼のために」という利益の与格。

  2. 25εἰ μόνον αὐτῷ τρεῖς τινας ἀνθρώπους ὀνομάσειε

    εἰ に導かれる希求法 ὀνομάσειε は、間接話法における条件節(直説法なら現実的仮定の未来または現在の一般仮定を表すもの)であり、主節の過去時制(ἔλεγεν)に対応して希求法に変更されている。

  3. 30οὐδὲ μέγα

    直前の μέγα κάθαρμα(大いなるゴミ/悪漢)という表現を受け、οὐδὲ(〜でさえない)を用いて「大いなる(μέγα)ゴミでさえない」(=単なるちっぽけなクズだ)という機知に富んだ二重否定的な効果を生み出している。

  4. 34καὶ ταῦτα τοῦ τὴν τελετὴν αὐτοῖς καταστησαμένου Εὐμόλπου βαρβάρου καὶ Θρᾳκὸς ὄντος

    καὶ ταῦτα は「しかも、なおかつ」を意味する慣用的な対格表現で、それに続く属格独立構文(τοῦ... Εὐμόλπου... ὄντος)とともに、主節の「バルバロイ(異民族)を排除する」という行為との矛盾を強調している。

  5. 37ὀλίγον αἰτεῖς ὁπόσον ἂν αἰτῇς

    関係節 ὁπόσον ἂν αἰτῇς は接続法を伴う無規定関係節(「君がいくら要求しようとも」)で、主節の ὀλίγον αἰτεῖς(君の要求する額は少ない)を修飾している。運命を変える力に対する報酬としてはどんな額でも少なすぎる、という逆説的な論理を示している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0062.tlg008.humanitext-grc2:24-37