§13ἄλλοτε δέ ποτε ὁ αὐτὸς προσελθὼν ἠρώτα τὸν Δημώνακτα, τίνα αἵρεσιν ἀσπάζεται μᾶλλον ἐν φιλοσοφίᾳ·
另一次,这同一个人走过来问德莫纳克斯,在哲学中他更倾向于哪一个学派。
ὁ δέ, Τίς γάρ σοι εἶπεν ὅτι φιλοσοφῶ;
德莫纳克斯回答说:“怎么,是谁告诉你我在研究哲学的?
καὶ ἀπιὼν ἤδη παρʼ αὐτοῦ μάλα ἡδὺ ἐγέλασεν·
”说着便从他身边走开,十分愉快地笑了起来。
τοῦ δὲ ἐρωτήσαντος, ἐφʼ ὅτῳ γελᾷ, ἐκεῖνος ἔφη, Γελοῖόν μοι εἶναι ἔδοξεν, εἰ σὺ ἀπὸ τοῦ πώγωνος ἀξιοῖς κρίνεσθαι τοὺς φιλοσοφοῦντας αὐτὸς πώγωνα οὐκ ἔχων.
当那人问他在笑什么时,他说:“我觉得太好笑了:你自个儿连胡子都没有,却认为研究哲学的人应该根据胡子来评判。
§14τοῦ δὲ Σιδωνίου ποτὲ σοφιστοῦ Ἀθήνησιν εὐδοκιμοῦντος καὶ λέγοντος ὑπὲρ αὑτοῦ ἔπαινόν τινα τοιοῦτον, ὅτι πάσης φιλοσοφίας πεπείραται — οὐ χεῖρον δὲ αὐτὰ εἰπεῖν ἃ ἔλεγεν· Ἐὰν Ἀριστοτέλης με καλῇ ἐπὶ τὸ Λύκειον, ἕψομαι· ἂν Πλάτων ἐπὶ τὴν Ἀκαδημίαν, ἀφίξομαι· ἂν Ζήνων, ἐν τῇ Ποικίλῃ διατρίψω· ἂν Πυθαγόρας καλῇ, σιωπήσομαι.
” 当一个来自西顿的诡辩家在雅典享有盛誉,并这样自吹自擂,说自己经历过所有的哲学——引用他自己说的话也不失为一件好事:“如果亚里士多德召唤我到吕克昂,我将跟随;如果柏拉图召唤我到学园,我将前往;如果是芝诺,我将在画廊度过时光;如果毕达哥拉斯召唤,我将保持沉默。
ἀναστὰς οὖν ἐκ μέσων τῶν ἀκροωμένων, Οὗτος, ἔφη προσειπὼν τὸ ὄνομα, καλεῖ σε Πυθαγόρας.
”于是德莫纳克斯从听众中站起来,叫着他的名字说:“喂,那个人,毕达哥拉斯在叫你呢。
§15Πύθωνος δέ τινος τῶν ἐν Μακεδονίᾳ εὐπαρύφων νεανίσκου ὡραίου ἐρεσχηλοῦντος αὐτὸν καὶ προτείνοντος ἐρώτημά τι σοφιστικὸν καὶ κελεύοντος εἰπεῖν τοῦ συλλογισμοῦ τὴν λύσιν, Ἕν, ἔφη, οἶδα, τέκνον, ὅτι περαίνει.
” 马其顿的一名富家子弟,名叫皮同的美男子,嘲笑他并提出一个诡辩的问题,命令他给出这个三段论的解答。 德莫纳克斯说:“孩子,我只知道一件事,那就是它正在‘得出结论’。
ἀγανακτήσαντος δὲ ἐκείνου ἐπὶ τῷ τῆς ἀμφιβολίας σκώμματι καὶ συναπειλήσαντος, Αὐτίκα σοι μάλα τὸν ἄνδρα δείξω, ὁ δὲ σὺν γέλωτι ἠρώτησεν, Καὶ γὰρ ἄνδρα ἔχεις;
”那青年因这具有双重含义的嘲讽而动怒,并威胁说:“我这就给你看看什么是男子汉! ”德莫纳克斯则笑着问道:“怎么,你居然还有一个‘男人’吗?
§16ἐπεὶ δέ τις ἀθλητὴς καταγελασθεὶς ὑπʼ αὐτοῦ, ὅτι ἐσθῆτα ὤφθη ἀνθινὴν ἀμπεχόμενος Ὀλυμπιονίκης ὤν, ἐπάταξεν αὐτὸν εἰς τὴν κεφαλὴν λίθῳ καὶ αἷμα ἐρρύη, οἱ μὲν παρόντες ἠγανάκτουν ὡς αὐτὸς ἕκαστος τετυπτημένος καὶ ἐβόων πρὸς τὸν ἀνθύπατον ἰέναι, ὁ δὲ Δημῶναξ, Μηδαμῶς, ἔφη, ὦ ἄνδρες, πρὸς τὸν ἀνθύπατον, ἀλλʼ ἐπὶ τὸν ἰατρόν.
” 有一个运动员,因为虽然是奥林匹克优胜者却被看见穿着花哨的衣服而被德莫纳克斯嘲笑,便用石头砸了他的头并砸出了血。 在场的人都十分愤怒,仿佛他们每个人自己挨了打一样,纷纷叫喊着要去见地方总督。 但德莫纳克斯说:“千万别,诸位,不要去地方总督那里,而是去医生那里。
§17ἐπεὶ δέ ποτε καὶ χρυσοῦν δακτύλιον ὁδῷ βαδίζων εὗρεν, γραμματεῖον ἐν ἀγορᾷ προθεὶς ἠξίου τὸν ἀπολέσαντα, ὅστις εἴη τοῦ δακτυλίου δεσπότης, ἥκειν καὶ εἰπόντα ὁλκὴν αὐτοῦ καὶ λίθον καὶ τύπον ἀπολαμβάνειν·
” 还有一次,他在路上行走时捡到了一枚金戒指,便在市场上贴出告示,要求失主——无论这枚戒指的主人是谁——前来,说出它的重量、宝石和图案,然后领回去。
ἧκεν οὖν τις μειρακίσκος ὡραῖος αὐτὸς ἀπολωλεκέναι λέγων.
于是,一个美貌的青年走上前来,声称是他自己丢的。
ἐπεὶ δὲ οὐδὲν ὑγιὲς ἔλεγεν, Ἄπιθι, ἔφη, ὦ παῖ, καὶ τὸν ἑαυτοῦ δακτύλιον φύλαττε, τοῦτον γὰρ οὐκ ἀπολώλεκας.
但由于他说不出任何靠谱的信息,德莫纳克斯说:“走吧,孩子,好好看好你自己的那枚‘戒指’,因为你并没有丢掉这一枚。
§18τῶν δὲ ἀπὸ τῆς Ῥωμαίων βουλῆς τις Ἀθήνησιν υἱὸν αὐτῷ δείξας πάνυ ὡραῖον, θηλυδρίαν δὲ καὶ διακεκλασμένον, Προσαγορεύει σε, ἔφη, ὁ ἐμὸς υἱὸς οὑτοσί, καὶ ὁ Δημῶναξ, Καλός, ἔφη, καὶ σοῦ ἄξιος καὶ τῇ μητρὶ ὅμοιος.
” 罗马元老院议员中有一人在雅典向他展示了自己非常美貌但却阴柔且拿腔拿调的儿子,并说:“我的这个儿子向您问好。 ”德莫纳克斯说:“真漂亮,配得上你,而且很像他母亲。
§19τὸν δὲ Κυνικὸν τὸν ἐν ἄρκτου δέρματι φιλοσοφοῦντα οὐχ Ὁνωρᾶτον, ὥσπερ ὠνομάζετο, ἀλλʼ Ἀρκεσίλαον καλεῖν ἠξίου.
” 他还坚持把那个身披熊皮研究哲学的犬儒学派学者,不叫他本名“奥诺拉图斯”,而叫他“阿耳刻西劳斯”。
§20ἐρωτήσαντος δέ τινος, τίς αὐτῷ ὅρος εὐδαιμονίας εἶναι δοκεῖ, μόνον εὐδαίμονα ἔφη τὸν ἐλεύθερον·
有人问他,在他看来幸福的界限是什么,他说只有自由的人才是幸福的。
ἐκείνου δὲ φήσαντος πολλοὺς ἐλευθέρους εἶναι,
ἀλλʼ ἐκεῖνον νομίζω τὸν μήτε ἐλπίζοντά τι μήτε δεδιότα·
当那人说自由的人有很多时,德莫纳克斯说:“但我认为,那个既不期待任何事物、也不害怕任何事物的人才是自由的。
ὁ δέ, Καὶ πῶς ἄν, ἔφη, τοῦτό τις δύναιτο;
”那人说:“那人又怎么能做到这一点呢?
ἅπαντες γὰρ ὡς τὸ πολὺ τούτοις δεδουλώμεθα.
因为我们大家在很大程度上都成了这些东西的奴隶。
καὶ μὴν εἰ κατανοήσεις τὰ τῶν ἀνθρώπων πράγματα, εὕροις ἂν αὐτὰ οὔτε ἐλπίδος οὔτε φόβου ἄξια, παυσομένων πάντως καὶ τῶν ἀνιαρῶν καὶ τῶν ἡδέων.
”德莫纳克斯说:“然而,如果你仔细观察人间的事务,你就会发现它们既不值得期待,也不值得恐惧,因为无论是痛苦的事还是愉快的事,最终都必定会结束。
§21Περεγρίνου δὲ τοῦ Πρωτέως ἐπιτιμῶντος αὐτῷ, ὅτι ἐγέλα τὰ πολλὰ καὶ τοῖς ἀνθρώποις προσέπαιζε, καὶ λέγοντος, Δημῶναξ, οὐ κυνᾷς, ἀπεκρίνατο, Περεγρῖνε, οὐκ ἀνθρωπίζεις.
” 当普罗透斯·佩雷格里努斯指责他经常发笑并戏弄人们,并说:“德莫纳克斯,你一点都不像一条狗。 ”他回答说:“佩雷格里努斯,你一点都不像一个人。
§22καὶ μὴν καὶ φυσικόν τινα περὶ τῶν ἀντιπόδων διαλεγόμενον ἀναστήσας καὶ ἐπὶ φρέαρ ἀγαγὼν καὶ δείξας αὐτῷ τὴν ἐν τῷ ὕδατι σκιὰν ἤρετο, Τοιούτους ἄρα τοὺς ἀντίποδας εἶναι λέγεις;
” 甚至,当一个自然学者正在谈论对跖地人时,他让他站起来,带他到一口井旁,指着水中的倒影问他:“那么,你说的对跖地人就是这样的吗?
§23ἀλλὰ καὶ μάγου τινὸς εἶναι λέγοντος καὶ ἐπῳδὰς ἔχειν ἰσχυράς, ὡς ὑπʼ αὐτῶν ἅπαντας ἀναπεισθῆναι παρέχειν αὐτῷ ὁπόσα βούλεται, Μὴ θαύμαζε, ἔφη·
” 另外,当一个魔术师声称自己是一个魔术师,并且拥有强大的咒语,以至于所有人都会被它们说服,向他提供他所想要的一切时,德莫纳克斯说:“不要惊讶;因为我自己也是你的同行,如果你愿意,跟我去面包女商贩那里,你就会看到我通过一个咒语和一点点药水,说服她给我一些面包。
καὶ γὰρ αὐτὸς ὁμότεχνός εἰμί σοι, καὶ εἰ βούλει, ἕπου πρὸς τὴν ἀρτόπωλιν καὶ ὄψει με διὰ μιᾶς ἐπῳδῆς καὶ μικροῦ τοῦ φαρμάκου πείθοντα αὐτὴν δοῦναί μοι τῶν ἄρτων, αἰνιττόμενος τὸ νόμισμα ὡς τὰ ἴσα τῇ ἐπῳδῇ δυνάμενον.
”他以此隐喻硬币具有和咒语同等的威力。