§prologueΛουκιανὸς Νιγρίνῳ εὖ πράττειν.
路吉阿诺斯向尼格里诺斯问好。
ἡ μὲν παροιμία φησίν, Γλαῦκα εἰς Ἀθήνας, ὡς γελοῖον ὂν εἴ τις ἐκεῖ κομίζοι γλαῦκας, ὅτι πολλαὶ παρʼ αὐτοῖς εἰσιν.
俗话说,“送猫头鹰到雅典”,因为如果有人把猫头鹰带到那里,那就太可笑了,因为他们那里已经有很多猫头鹰了。
ἐγὼ δʼ εἰ μὲν δύναμιν λόγων ἐπιδείξασθαι βουλόμενος ἔπειτα Νιγρίνῳ γράψας βιβλίον ἔπεμπον, εἰχόμην ἂν τῷ γελοίῳ γλαῦκας ὡς ἀληθῶς ἐμπορευόμενος·
而我,如果只是想展示自己的言辞能力,然后写下一本书送给尼格里诺斯,那我就真的成了一个贩运猫头鹰的可笑之人了。
ἐπεὶ δὲ μόνην σοι δηλῶσαι τὴν ἐμὴν γνώμην ἐθέλω, ὅπως τε νῦν ἔχω καὶ ὅτι μὴ παρέργως εἴλημμαι πρὸς τῶν σῶν λόγων, ἀποφεύγοιμʼ ἂν εἰκότως καὶ τὸ τοῦ Θουκυδίδου λέγοντος, ὅτι ἡ ἀμαθία μὲν θράσος, ὀκνηροὺς δὲ τὸ λελογισμένον ἀπεργάζεται·
然而,由于我只想向你表明我自己的心意,说明我现在的状态,以及我如何真诚地而非草率地被你的言辞所打动,因此我也自然可以避免修昔底德那句话的指责——他说无知产生无畏,而深思熟虑则使人犹豫。
δῆλον γὰρ ὡς οὐχ ἡ ἀμαθία μοι μόνη τῆς τοιαύτης τόλμης, ἀλλὰ καὶ ὁ πρὸς τοὺς λόγους ἔρως αἴτιος.
因为很明显,不仅无知是我这种大胆举动的原因,我对你言辞的热爱也是原因。
ἔρρωσο.
祝身体健康。
§1## Νιγρίνου Φιλοσοφία
ὡς σεμνὸς ἡμῖν σφόδρα καὶ μετέωρος ἐπανελήλυθας.
## 尼格里诺斯的哲学你回来时显得多么庄严而高傲啊!
οὐ τοίνυν προσβλέπειν ἡμᾶς ἔτι ἀξιοῖς οὔθ’ ὁμιλίας μεταδίδως οὔτε κοινωνεῖς τῶν ὁμοίων λόγων, ἀλλʼ ἄφνω μεταβέβλησαι καὶ ὅλως ὑπεροπτικῷ τινι ἔοικας.
你甚至不再屈尊看我们一眼,不再与我们交往,也不再分享类似的谈话,而是突然改变了,完全像是一个傲慢的人。
ἡδέως δʼ ἂν παρὰ σοῦ πυθοίμην, ὅθεν οὕτως ἀτόπως ἔχεις καὶ τί τούτων αἴτιον.
我很想从你那里得知,你为何处于如此反常的状态,而这其中的原因又是什么。
Τί γὰρ ἄλλο γε, ὦ ἑταῖρε, ἢ εὐτυχία;
我的朋友,除了幸运,还能有什么呢?
πῶς λέγεις;
你这是什么意思?
ὁδοῦ πάρεργον ἥκω σοι εὐδαίμων τε καὶ μακάριος γεγενημένος καὶ τοῦτο δὴ τὸ ἀπὸ τῆς σκηνῆς ὄνομα, τρισόλβιος.
我在旅途之余回到你这里,已经变得幸福和快乐,用戏台上的词来说,就是“三倍幸福”的人了。
Ἡράκλεις, οὕτως ἐν βραχεῖ;
凭赫拉克勒斯起誓,在这么短的时间里吗?
καὶ μάλα.
确实如此。
τί δέ, τὸ μετὰ τοῦτο, ἐστὶν ἐφʼ ὅτῳ καὶ κομᾷς;
那么,在这之后,你又是为了什么而如此自豪呢?
ἵνα μὴ ἐν κεφαλαίῳ μόνῳ εὐφραινώμεθα, ἔχωμεν δέ τι καὶ ἀκριβὲς εἰδέναι τὸ πᾶν ἀκούσαντες.
请告诉我们,好让我们不仅能在一个粗略的概述中高兴,而且能通过听取一切来准确地了解全貌。
οὐ θαυμαστὸν εἶναί σοι δοκεῖ πρὸς Διός, ἀντὶ μὲν δούλου με ἐλεύθερον, ἀντὶ δὲ πένητος ὡς ἀληθῶς πλούσιον, ἀντὶ δὲ ἀνοήτου τε καὶ τετυφωμένου γενέσθαι μετριώτερον;
凭宙斯起誓,难道你不觉得这很奇妙吗?
§2μέγιστον μὲν οὖν·
我从一个奴隶变成了自由人,从一个真正贫穷的人变成了富有的人,从一个愚蠢和狂妄的人变得更加谦逊了。
ἀτὰρ οὔπω μανθάνω σαφῶς ὅ τι καὶ λέγεις.
确实极其奇妙。
ἐστάλην μὲν εὐθὺ τῆς πόλεως βουλόμενος ἰατρὸν ὀφθαλμῶν θεάσασθαί τινα·
然而,我还是不太明白你究竟在说什么。
τὸ γάρ μοι πάθος τὸ ἐν τῷ ὀφθαλμῷ μᾶλλον ἐπετείνετο.
我直接前往那座城市,想要看一位眼科医生,因为我眼睛的病痛变得更加严重了。
οἶδα τούτων ἕκαστα, καὶ ηὐξάμην σέ τινι σπουδαίῳ ἐπιτυχεῖν.
这些我都知道,我也曾祈祷你能遇到一位认真负责的医生。
δόξαν οὖν μοι διὰ πολλοῦ προσειπεῖν Νιγρῖνον τὸν Πλατωνικὸν φιλόσοφον, ἕωθεν ἐξαναστὰς ὡς αὐτὸν ἀφικόμην καὶ κόψας τὴν θύραν τοῦ παιδὸς εἰσαγγείλαντος ἐκλήθην·
因此,我想顺便拜访一下久未见面的柏拉图派哲学家尼格里诺斯。
καὶ παρελθὼν εἴσω καταλαμβάνω τὸν μὲν ἐν χερσὶ βιβλίον ἔχοντα, πολλὰς δὲ εἰκόνας παλαιῶν φιλοσόφων ἐν κύκλῳ κειμένας.
于是我清晨起床前往他的住处,敲门后,仆人通报,我被请了进去。
προὔκειτο δὲ ἐν μέσῳ καὶ πινάκιόν τισι τῶν ἀπὸ γεωμετρίας σχημάτων καταγεγραμμένον καὶ σφαῖρα καλάμου πρὸς τὸ τοῦ παντὸς μίμημα ὡς ἐδόκει πεποιημένη.
走进去后,我发现他手里拿着一本书,他的周围环绕着许多古代哲学家的塑像。
§3σφόδρα οὖν με φιλοφρόνως ἀσπασάμενος ἠρώτα ὅ τι πράττοιμι.
在中间还放着一块写有某些几何图形的小板,以及一个似乎是为了模仿宇宙而制作的芦苇球体。
κἀγὼ πάντα διηγησάμην αὐτῷ, καὶ δῆτα ἐν μέρει καὶ αὐτὸς ἠξίουν εἰδέναι ὅ τι τε πράττοι καὶ εἰ αὖθις αὐτῷ ἐγνωσμένον εἴη στέλλεσθαι τὴν ἐπὶ τῆς Ἑλλάδος.
他非常热情地欢迎我,并询问我近况如何。
ὁ δὲ ἀπʼ ἀρχῆς ἀρξάμενος, ὦ ἑταῖρε, περὶ τούτων λέγειν καὶ τὴν ἑαυτοῦ γνώμην διηγεῖσθαι τοσαύτην τινά μου λόγων ἀμβροσίαν κατεσκέδασεν, ὥστε καὶ τὰς Σειρῆνας ἐκείνας, εἴ τινες ἄρα ἐγένοντο, καὶ τὰς ἀηδόνας καὶ τὸν Ὁμήρου λωτὸν ἀρχαῖον ἀποδεῖξαι·
我向他讲述了一切,接着我也认为理应了解他的情况,以及他是否再次决定前往希腊。
οὕτω θεσπέσια ἐφθέγξατο.
而他,我的朋友,从头开始谈论这些事情并阐述他自己的想法,向我倾注了如此巨大的言辞甘露,以至于使那些塞壬(如果她们真的存在过的话)、夜莺以及荷马笔下古老的莲花都显得黯然失色。
§4προήχθη γὰρ αὐτήν τε φιλοσοφίαν ἐπαινέσαι καὶ τὴν ἀπὸ ταύτης ἐλευθερίαν καὶ τῶν δημοσίᾳ νομιζομένων ἀγαθῶν καταγελάσαι, πλούτου καὶ δόξης καὶ βασιλείας καὶ τιμῆς, ἔτι τε χρυσοῦ καὶ πορφύρας, τῶν πάνυ περιβλέπτων τοῖς πολλοῖς, τέως δὲ κἀμοὶ δοκούντων.
他所说的话竟如此神妙。
ἅπερ ἔγωγε ἀτενεῖ καὶ ἀναπεπταμένῃ τῇ ψυχῇ δεξάμενος αὐτίκα μὲν οὐδὲ εἶχον εἰκάσαι ὅπερ ἐπεπόνθειν, ἀλλὰ παντοῖος ἐγιγνόμην·
因为他进而赞美哲学本身以及由此带来的自由,并嘲笑那些大众眼中的好东西——财富、名声、王权和荣誉,以及黄金和紫衣,这些被大多数人极度羡慕、而在此之前我也同样看重的东西。
· καὶ ἄρτι μὲν ἐλυπούμην, ἐληλεγμένων μοι τῶν φιλτάτων, πλούτου τε καὶ ἀργυρίου καὶ δόξης, καὶ μόνον οὐκ ἐδάκρυον ἐπʼ αὐτοῖς καθῃρημένοις, ἄρτι δὲ αὐτὰ μὲν ἐδόκει μοι ταπεινὰ καὶ καταγέλαστα·
我用专注而敞开的心灵接纳了这些,起初我甚至无法形容自己经历了什么,而是陷入了各种复杂的心境。
ἔχαιρον δʼ αὖ ὥσπερ ἐκ ζοφεροῦ τινος ἀέρος τοῦ βίου τοῦ πρόσθεν ἐς αἰθρίαν τε καὶ μέγα φῶς ἀναβλέπων·
一会儿,我因为自己最珍视的财富、银子和名声被否定而感到悲伤,几乎要为它们的倒塌而哭泣;一会儿,它们在我看来又变得低俗而可笑;我转而感到高兴,仿佛从我以前生活的某种阴暗空气中,仰望到晴朗的天空和大光明。
ὥστε δή, τὸ καινότατον, τοῦ ὀφθαλμοῦ μὲν καὶ τῆς περὶ αὐτὸν ἀσθενείας ἐπελανθανόμην, τὴν δὲ ψυχὴν ὀξυδερκέστερος κατὰ μικρὸν ἐγιγνόμην·
结果,最奇妙的是,我完全忘记了眼睛以及它周围的病痛,而在我的灵魂中,我的视力逐渐变得敏锐起来。
ἐλελήθειν γὰρ τέως αὐτὴν τυφλώττουσαν περιφέρων.
因为我一直没有意识到,在此之前我竟然一直带着一个失明的灵魂四处走动。