Humanitext Reader

琉善 · 尼格里努斯 §10-13

雅典人的清贫生活与对奢华富豪的机智调教

第 3 段,共 8 段 · 希腊语

内容简介

对话双方在进行了一番戏剧隐喻的交锋后,正式切入正题,赞美了雅典人伴随哲学与清贫的生活方式,并讲述了他们如何用充满机智和幽默的方式教育一位炫耀财富的富人。

§10ὡς εὖ γε νὴ τὸν Ἑρμῆν καὶ κατὰ τὸν τῶν ῥητόρων νόμον πεπροοιμίασταί σοι·
凭赫耳墨斯起誓,你的开场白说得多么好,多么符合修辞学家的规矩啊!
ἔοικας γοῦν κἀκεῖνα προσθήσειν, ὡς διʼ ὀλίγου τε ὑμῖν ἡ συνουσία ἐγένετο καὶ ὡς οὐδʼ αὐτὸς ἧκες πρὸς τὸν λόγον παρεσκευασμένος καὶ ὡς ἄμεινον εἶχεν αὐτοῦ ταῦτα λέγοντος ἀκούειν· σὺ γὰρ ὀλίγα καὶ ὅσα οἷόν τε ἦν, τυγχάνεις τῇ μνήμῃ συγκεκομισμένος.
无论如何,你似乎还会加上这些话:你们的相聚时间很短,你自己也没有为这次谈话做好准备,以及听他亲自说这些话会更好;因为你碰巧只是在记忆中收集了少数、且是仅能记住的内容。
οὐ ταῦτʼ ἐρεῖν ἔμελλες;
你难道不是打算说这些吗?
οὐδὲν οὖν αὐτῶν ἔτι σοι δεῖ πρὸς ἐμέ· νόμισον δὲ τούτου γε ἕνεκα πάντα σοι προειρῆσθαι· ὡς ἐγὼ καὶ βοᾶν καὶ κροτεῖν ἕτοιμος.
所以,对我你已经不需要再说这些话了;就当这些话你已经全都替自己说过了吧;因为我已经准备好欢呼和鼓掌了。
ἢν δὲ διαμέλλῃς, μνησικακήσω γε παρὰ τὸν ἀγῶνα καὶ ὀξύτατα συρίξομαι.
但如果你再拖延,我会在竞赛期间心存怨恨,并且会发出最尖锐的倒彩声。
§11καὶ ταῦτα μέν, ἃ σὺ διῆλθες, ἐβουλόμην ἂν εἰρῆσθαί μοι, κἀκεῖνα δέ, ὅτι οὐχ ἑξῆς οὐδὲ ὡς ἐκεῖνος ἔλεγε, ῥῆσίν τινα περὶ πάντων ἐρῶ· πάνυ γὰρ τοῦθʼ ἡμῖν ἀδύνατον· οὐδʼ αὖ ἐκείνῳ περιθεὶς τοὺς λόγους, μὴ καὶ κατʼ ἄλλο τι γένωμαι τοῖς ὑποκριταῖς ἐκείνοις ὅμοιος, οἳ πολλάκις ἢ Ἀγαμέμνονος ἢ Κρέοντος ἢ καὶ Ἡρακλέους αὐτοῦ πρόσωπον ἀνειληφότες, χρυσίδας ἠμφιεσμένοι καὶ δεινὸν βλέποντες καὶ μέγα κεχηνότες μικρὸν φθέγγονται καὶ ἰσχνὸν καὶ γυναικῶδες καὶ τῆς Ἑκάβης ἢ Πολυξένης πολὺ ταπεινότερον.
你刚才提到的那些话,我本来也是想对自己说的,而且我还要说的是,我将对所有事情做一番陈述,但既不按顺序,也不像他所说的那样;因为这对我来说完全是不可能的;我也不想把这些话套在他身上,以免我在其他方面变得像那些演员一样:他们常常戴上阿伽门农、克瑞翁、甚至是赫拉克勒斯本人的面具,身穿金丝华服,眼神凶狠,张着大嘴,却发出细小、微弱、女人般的声音,比赫卡巴或波吕克塞娜的声音还要低沉得多。
ἵνʼ οὖν μὴ καὶ αὐτὸς ἐλέγχωμαι πάνυ μεῖζον τῆς ἐμαυτοῦ κεφαλῆς προσωπεῖον περικείμενος καὶ τὴν σκευὴν καταισχύνων, ἀπὸ γυμνοῦ σοι βούλομαι τοὐμοῦ προσώπου προσλαλεῖν, ἵνα μὴ συγκατασπάσω που πεσὼν τὸν ἥρωα ὃν ὑποκρίνομαι.
为了不让我自己也因为戴着一个远比我自己的头还要大的面具而被揭穿、从而玷污了这身行头,我想用我自己的素脸对你说话,以免我跌倒时连累了我所扮演的英雄,把他一同拉下台。
§12οὗτος ἁνὴρ οὐ παύσεται τήμερον πρός με πολλῇ τῇ σκηνῇ καὶ τῇ τραγῳδίᾳ χρώμενος.
这家伙今天对我真是没完没了地大摆舞台架势和悲剧腔调了。
Καὶ μὴν παύσομαί γε· πρὸς ἐκεῖνα δὲ ἤδη τρέψομαι.
确实,我该停止了;我现在就转向那些正题。
ἡ μὲν ἀρχὴ τῶν λόγων ἔπαινος ἦν Ἑλλάδος καὶ τῶν Ἀθήνησιν ἀνθρώπων, ὅτι φιλοσοφίᾳ καὶ πενίᾳ σύντροφοί εἰσιν καὶ οὔτε τῶν ἀστῶν οὔτε τῶν ξένων οὐδένα τέρπονται ὁρῶντες, ὃς ἂν τρυφὴν εἰσάγειν εἰς αὐτοὺς βιάζηται, ἀλλὰ κἄν τις ἀφίκηται παρʼ αὐτοὺς οὕτω διακείμενος, ἠρέμα τε μεθαρμόττουσι καὶ παραπαιδαγωγοῦσι καὶ πρὸς τὸ καθαρὸν τῆς διαίτης μεθιστᾶσιν.
谈话的开端是对希腊和雅典人的赞美,因为他们是哲学和贫困的同伴,无论是公民还是外邦人,只要有人试图把奢侈强加给他们,他们都不乐意看到。 相反,如果有人以这种状态来到他们这里,他们就会温和地纠正他,暗中引导他,并使他转向纯洁的生活方式。
§13ἐμέμνητο γοῦν τινος τῶν πολυχρύσων, ὃς ἐλθὼν Ἀθήναζε μάλʼ ἐπίσημος καὶ φορτικὸς ἀκολούθων ὄχλῳ καὶ ποικίλῃ ἐσθῆτι καὶ χρυσῷ αὐτὸς μὲν ᾤετο ζηλωτὸς εἶναι πᾶσι τοῖς Ἀθηναίοις καὶ ὡς ἂν εὐδαίμων ἀποβλέπεσθαι·
无论如何,他提到了一个极其富有的人,那人来到雅典,带着大批随从,身穿五彩衣裳,佩戴金饰,十分显眼而俗气,他自己以为会受到所有雅典人的羡慕,并被当作幸福的人而仰望。
τοῖς δʼ ἄρα δυστυχεῖν ἐδόκει τὸ ἀνθρώπιον, καὶ παιδεύειν ἐπεχείρουν αὐτὸν οὐ πικρῶς οὐδʼ ἄντικρυς ἀπαγορεύοντες ἐν ἐλευθέρᾳ τῇ πόλει καθʼ ὅντινα τρόπον βούλεται μὴ βιοῦν·
然而,在雅典人看来,这个可怜的小人物似乎非常不幸,他们试图教育他,但并不是以严厉的方式,也不是在这座自由的城市里直截了当地禁止他按照自己想要的方式生活。
ἀλλʼ ἐπεὶ κἀν τοῖς γυμνασίοις καὶ λουτροῖς ὀχληρὸς ἦν θλίβων τοῖς οἰκέταις καὶ στενοχωρῶν τοὺς ἀπαντῶντας, ἡσυχῆ τις ἂν ὑπεφθέγξατο προσποιούμενος λανθάνειν, ὥσπερ οὐ πρὸς αὐτὸν ἐκεῖνον ἀποτείνων, Δέδοικε μὴ παραπόληται μεταξὺ λουόμενος· καὶ μὴν εἰρήνη γε μακρὰ κατέχει τὸ βαλανεῖον· οὐδὲν οὖν δεῖ στρατοπέδου.
但是,由于那人甚至在体育馆和浴场里也令人厌烦,让他的仆人们推推搡搡,使迎面走来的人感到拥挤,于是有人会假装不经意地在一旁低声说,仿佛不是针对他本人似的:“他担心在洗澡时被挤死呢;可浴场里明明长期太平无事,根本不需要军队啊。
ὁ δὲ ἀκούων ἀεί, μεταξὺ ἐπαιδεύετο.
”那人不断听到这些话,在此期间便受到了教育。
τὴν δὲ ἐσθῆτα τὴν ποικίλην καὶ τὰς πορφυρίδας ἐκείνας ἀπέδυσαν αὐτὸν ἀστείως πάνυ τὸ ἀνθηρὸν ἐπισκώπτοντες τῶν χρωμάτων, Ἔαρ ἤδη, λέγοντες, καί, Πόθεν ὁ ταὼς οὗτος;
至于那件色彩斑斓的衣服和那些紫色的外套,他们用极具智慧的方式嘲笑那些过于鲜艳的颜色,从而把它们从他身上剥去,他们说:“已经是春天了,”或者“这只孔雀是从哪里来的?
καί, Τάχα τῆς μητρός ἐστιν αὐτοῦ· καὶ τὰ τοιαῦτα.
”或者“这大概是他母亲的衣服吧;”诸如此类。
καὶ τὰ ἄλλα δὲ οὕτως ἀπέσκωπτον, ἢ τῶν δακτυλίων τὸ πλῆθος ἢ τῆς κόμης τὸ περίεργον ἢ τῆς διαίτης τὸ ἀκόλαστον·
其他事情他们也这样嘲笑,无论是戴着过多的戒指,还是头发过于考究,或者是生活方式的放荡。
ὥστε κατὰ μικρὸν ἐσωφρονίσθη καὶ παρὰ πολὺ βελτίων ἀπῆλθε δημοσίᾳ πεπαιδευμένος.
结果,他逐渐变得理智起来,在接受了公众的教育后,离开时变成了一个好得多的人。

词汇与语法注释

  1. 10πεπροοιμίασταί σοι — 与格 σοι 是与完成时态被动语态动词 πεπροοιμίασται 连用的施事与格(dative of agent),表示“前言已由你作好”。
  2. 10ὡς ἄμεινον εἶχεν αὐτοῦ ταῦτα λέγοντος ἀκούειν — ἄμεινον εἶχεν 是表示“更好”的无人称表达,不定式 ἀκούειν 充当其实质主语。属格的 αὐτοῦ 及其分词 λέγοντος 由感官动词 ἀκούω(听)直接支配,作其属格宾语。
  3. 11μὴ καὶ κατʼ ἄλλο τι γένωμαι — 虚拟语气 γένωμαι 紧跟在前文的分词 περιθεὶς 之后,由 μή 引导以表达担忧或防范(“唯恐我变得……”),在主句主动词 βούλομαι 之前构成从属子句。
  4. 13τοῖς δʼ ἄρα — 指示代词与格 τοῖς 指代前文提到的雅典人。语气词 ἄρα(其实、令人惊讶的是)强调了富人主观的自负(ᾤετο)与雅典市民对他产生的客观印象之间的反差。

引用这一段

琉善, 尼格里努斯 §10-13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg007.humanitext-grc2:10-13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。