§1#2Ἀγχίνοια εὐφυία ψυχῆς, καθʼ ἣν ὁ ἔχων στοχαστικός ἐστιν ἑκάστῳ τοῦ δέοντος· ὀξύτης νοῦ.
机敏:灵魂的优赋,借此拥有者能针对每个应做之事切中要害;心灵的敏锐。
Χρηστότης ἤθους ἀπλαστία μετʼ εὐλογιστίας· ἤθους σπουδαιότης.
性情和善:伴随良好理性的朴实;性情的真挚。
Καλοκαγαθία ἕξις προαιρετικὴ τῶν βελτίστων.
美德:选择最优之物的精神状态。
Μεγαλοψυχία χρῆσις τοῖς συμβαίνουσιν ἀστεία· μεγαλοπρέπεια ψυχῆς μετὰ λόγου.
宽宏:对所发生之事的美妙运用;伴随理性的灵魂的宏伟。
Φιλανθρωπία ἕξις εὐάγωγος ἤθους πρὸς ἀνθρώπου φιλίαν· ἕξις εὐεργετικὴ ἀνθρώπων· χάριτος σχέσις· μνήμη μετʼ εὐεργεσίας.
仁爱:易于引导性情走向人类友爱的精神状态;对人类有益的状态;恩惠的保持;伴随善行的记忆。
Εὐσέβεια δικαιοσύνη περὶ θεούς· δύναμις θεραπευτικὴ θεῶν ἑκούσιος· περὶ θεῶν τιμῆς ὑπόληψις ὀρθή· ἐπιστήμη τῆς περὶ θεῶν τιμῆς.
敬神:关于神明之正义;自愿侍奉神明之能力;关于神明之荣耀的正确理解;关于侍奉神明之荣耀的知识。
Ἀγαθὸν τὸ αὑτοῦ ἕνεκεν.
善:为了自身之故而被追求者。
Ἀφοβία ἕξις καθʼ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς φόβους.
无惧:我们借以不陷入恐惧的精神状态。
Ἀπάθεια ἕξις καθʼ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς πάθη.
无情(冷淡):我们借以不陷入情念的精神状态。
Εἰρήνη ἡσυχία ἐπʼ ἔχθρας πολεμικάς.
和平:在战争敌对状态下的宁静。
Ῥᾳθυμία ῥᾳστώνη ψυχῆς· ἀπάθεια τοῦ θυμοειδοῦς.
安逸:灵魂的轻松;气概部分的无情念。
Δεινότης διάθεσις καθʼ ἣν ὁ ἔχων στοχαστικός ἐστιν τοῦ ἰδίου τέλους.
精明:拥有者借以切中自身目的的精神状态。
Φιλία ὁμόνοια ὑπὲρ καλῶν καὶ δικαίων· προαίρεσις βίου τοῦ αὐτοῦ· ὁμοδοξία περὶ προαιρέσεως καὶ πράξεως· ὁμόνοια περὶ βίον· κοινωνία μετʼ εὐνοίας· κοινωνία τοῦ εὖ ποιῆσαι καὶ παθεῖν.
友爱:关于美与正义的契合;对同一种生活的选择;关于选择与行为的一致意见;关于生活的契合;伴随善意的共同体;施予和承受善行的共同分享。
Εὐγένεια ἀρετὴ εὐγενοῦς ἤθους· εὐαγωγία ψυχῆς πρὸς λόγους ἢ πράξεις.
高贵:高贵性德的德性;灵魂易于引导向言论或行为的顺从。
Αἵρεσις δοκιμασία ὀρθή.
选择:正确的检验。
Εὔνοια [αἵρεσις] ἀνθρώπου πρὸς ἄνθρωπον ἀσπασμός.
好意:人对人的[选择性]欢迎。
Οἰκειότης ταὐτοῦ γένους κοινωνία.
亲密:同一种族的共同体。
Ὁμόνοια κοινωνία τῶν ὄντων ἁπάντων· συμφωνία νοημάτων καὶ ὑπολημμάτων.
一致:所有存在事物的共同体;思想和意见的合意。
Ἀγάπησις ἀπόδεξις παντελής.
喜爱:完全的认可。
Πολιτικὴ ἐπιστήμη καλῶν καὶ συμφερόντων· ἐπιστήμη ποιητικὴ δικαιοσύνης ἐν πόλει.
政治学:关于美与有益之物的知识;在城邦中产生正义的知识。
Ἑταιρία φιλία κατὰ συνήθειαν ἐν τοῖς καθʼ ἡλικίαν γεγενημένοις.
结伴:同龄人之间因熟识而产生的友爱。
Εὐβουλία ἀρετὴ λογισμοῦ σύμφυτος.
善谋:理性的天赋德性。
Πίστις ὑπόληψις ὀρθὴ τοῦ οὕτως ἔχειν ὡς αὐτῷ φαίνεται· βεβαιότης ἤθους.
信念:对于事物正如其对自己显现那样的正确理解;性情的稳固。
Ἀλήθεια ἕξις ἐν καταφάσει καὶ ἀποφάσει· ἐπιστήμη ἀληθῶν.
真理:在肯定和否定中的精神状态;关于真实之物的知识。
Βούλησις ἕφεσις μετὰ λόγου ὀρθοῦ· ὄρεξις εὔλογος· ὄρεξις μετὰ λόγου κατὰ φύσιν.
意志:伴随正确理性的欲求;合理的欲望;伴随理性的、依自然的欲望。
Συμβούλευσις παραίνεσις ἑτέρῳ ὑπὲρ πράξεως, τίνα δεῖ τρόπον πράττειν.
咨询:向他人提出关于行为、关于应当以何种方式行动的劝告。
Εὐκαιρία χρόνου ἐπίτευξις, ἐν ᾧ χρὴ παθεῖν τι ἢ ποιῆσαι.
时机:对应该承受或做某事之时间的切中。
Εὐλάβεια φυλακὴ κακοῦ· ἐπιμέλεια φυλακῆς.
审慎:对恶的防范;防范的用心。
Τάξις ἐργασίας ὁμοιότης τῶν πρὸς ἄλληλα πάντων ὄντων· συμμετρία κοινωνίας· αἰτία τῶν πρὸς ἄλληλα πάντων ὄντων συμμετρίας [πρὸς τὸ μαθεῖν].
秩序:所有相互关联之物的工作的相似性;共同体的均整;所有相互关联之物均整的原因[为了学习]。
Πρόσεξις συντονία ψυχῆς πρὸς τὸ καταμαθεῖν.
专注:灵魂为了深知而产生的紧张。
Εὐφυία τάχος μαθήσεως· γέννησις φυτῶν ἀγαθή· ἀρετὴ ἐν φύσει.
优赋:学习的迅速;植物的优良生长;自然中的德性。
Εὐμάθεια εὐφυία ψυχῆς πρὸς τάχος μαθήσεως.
好学:灵魂针对学习迅速的优赋。
Νόμος ἀπόφασις κυρία περὶ ἀμφισβητουμένου πράγματος.
法律:关于争执之事的决定性判定。
Δίκη ἀμφισβήτησις περὶ τοῦ ἀδικεῖν ἣ μή.
诉讼:关于是否行不义之争执。
Εὐνομία πειθαρχία νόμων σπουδαίων.
良法:对优良法律的服从。
Εὐφροσύνη ἐπὶ τοῖς τοῦ σώφρονος ἔργοις χαρά.
欣喜:对节制者之行为的快乐。
Τιμὴ δόσις ἀγαθῶν ἐν ταῖς διʼ ἀρετὴν πράξεσιν διδομένων· ἀξίωμα ἀπʼ ἀρετῆς· σχῆμα σεμνότητος· τήρησις ἀξιώματος.
荣誉:在因美德而行的行为中给予的善物之赐予;源于美德的价值;庄严的仪式;价值的维持。
Προθυμία ἐμφανισμὸς προαιρέσεως πρακτικῆς.
热忱:实践性选择的显现。
Χάρις εὐεργεσία ἑκούσιος· ἀπόδοσις ἀγαθοῦ ὑπουργίας ἐν καιρῷ.
恩泽:自愿的善行;在适当时机对善意服务的报答。
Ὁμόνοια ὁμοδοξία ἀρχόντων καὶ ἀρχομένων ὡς δεῖ ἄρχειν καὶ ἄρχεσθαι.
一致:统治者与被统治者关于应当如何统治与被统治的一致意见。
Πολιτεία κοινωνία πλήθους ἀνθρώπων αὐτάρκης πρὸς εὐδαιμονίαν· κοινωνία πλήθους ἔννομος.
国体:对于幸福自足的人类群体的共同体;有法度的人类群体的共同体。
Πρόνοια παρασκευὴ πρὸς μέλλοντά τινα.
预虑:对某些未来之事的准备。
Βουλὴ σκέψις περὶ τῶν μελλόντων πῶς συμφέρει.
谋划:关于未来之事如何有益的思考。
Νίκη δύναμις κρατητικὴ περὶ ἀγωνίαν.
胜利:在竞技中具有征服力的能力。
Εὐπορία εὐκρίνεια κρατητικὴ τοῦ λεγομένου.
机智:对所说之物具有控制力的明晰性。
Δωρεὰ ἀλλαγὴ χάριτος.
赠予:恩泽的交换。
Καιρὸς χρόνου ἀκμὴ πρὸς τὸ συμφέρον· χρόνος ἀγαθοῦ τινος συνεργός.
时宜:时间在有益之事上的顶点;作为某件善事合作者的时刻。
Μνήμη διάθεσις ψυχῆς φυλακτικὴ τῆς ἐν αὐτῇ ὑπαρχούσης ἀληθείας.
记忆:保存灵魂中预先存在之真理的灵魂状态。
Ἔννοια συντονία διανοίας.
概念:思想的紧张。
Νόησις ἀρχὴ ἐπιστήμης.
理解:知识的起点。
Ἁγνεία εὐλάβεια τῶν πρὸς τοὺς θεοὺς ἁμαρτημάτων· τῆς θεοῦ τιμῆς κατὰ φύσιν θεραπεία.
圣洁:对得罪神明之事的警惕;依自然对神明荣耀的侍奉。
Μαντεία ἐπιστήμη προδηλωτικὴ πράξεως ἄνευ ἀποδείξεως.
神启:无须证明而预先示明行为的知识。
Μαντικὴ ἐπιστήμη θεωρητικὴ τοῦ ὄντος καὶ μέλλοντος ζῴῳ θνητῷ.
占卜:对可死生物观照存在者与未来者的知识。
Σοφία ἐπιστήμη ἀνυπόθετος· ἐπιστήμη τῶν ἀεὶ ὄντων· ἐπιστήμη θεωρητικὴ τῆς τῶν ὄντων αἰτίας.
智慧:无设定的知识;关于永恒存在之物的知识;观照存在事物之原因的知识。
Φιλοσοφία τῆς τῶν ὄντων ἀεὶ ἐπιστήμης ὄρεξις· ἕξις θεωρητικὴ τοῦ ἀληθοῦς, πῶς ἀληθές· ἐπιμέλεια ψυχῆς μετὰ λόγου ὀρθοῦ.
哲学:对永恒存在之物知识的欲求;关于真理如何为真的观照性状态;伴随正确理性的灵魂的照料。
Ἐπιστήμη ὑπόληψις ψυχῆς ἀμετάπτωτος ὑπὸ λόγου· δύναμις ὑποληπτική τινος ἢ τινῶν ἀμετάπτωτος ὑπὸ λόγου· λόγος ἀληθὴς ἐπὶ διανοίᾳ ἀμετάπτωτος.
知识:灵魂不受言论动摇的判定;对某物或某些事物不受言论动摇的判定力;在思想中不可动摇的真实言论。
Δόξα ὑπόληψις μεταπειστὸς ὑπὸ λόγου· λογιστικὴ φορά· διάνοια ἐμπίπτουσα εἰς ψεῦδος καὶ ἀληθὲς ὑπὸ λόγου.
意见:易受言论说服而改变的判定;理性的倾向;通过言论落入虚假和真实的思想。
Αἴσθησις ψυχῆς φορά· νοῦ κίνησις· ψυχῆς διὰ σώματος εἰσάγγελσις εἰς ὥρος ἀνθρώπων, ἀφʼ ἦς γίγνεται ψυχῆς ἄλογος δύναμις γνωριστικὴ διὰ σώματος.
感觉:灵魂的倾向;心灵的运动;灵魂通过身体对人类界限的报告,并由此在灵魂中产生通过身体实现的无理性的、认识性的能力。
Ἕξις διάθεσις ψυχῆς καθʼ ἣν ποιοί τινες λεγόμεθα.
状态:我们借以被称为具有某种品质的灵魂状态。
Φωνὴ ῥεῦμα διὰ στόματος ἀπὸ διανοίας.
声音:从思想通过口而出的流。
Λόγος φωνὴ ἐγγράμματος, φραστικὴ ἑκάστου τῶν ὄντων· διάλεκτος συνθετὴ ἐξ ὀνομάτων καὶ ῥημάτων ἄνευ μέλους.
言论:可书写的、表达每个存在之物的声音;由名词和动词合成的、不带旋律的对话。
Ὄνομα διάλεκτος ἀσύνθετος ἑρμηνευτικὴ τοῦ τε κατὰ τῆς οὐσίας κατηγορουμένου καὶ παντὸς τοῦ μὴ καθʼ ἑαυτοῦ λεγομένου.
名称:未合成的对话,阐释关于实体之被述说者以及一切不就自身而言被说者。