§1#2Ἀγχίνοια εὐφυία ψυχῆς, καθʼ ἣν ὁ ἔχων στοχαστικός ἐστιν ἑκάστῳ τοῦ δέοντος·
機転:魂の優れた才能であり、それを持つ者が個々のなすべきことに対して的を射るものであること。
ὀξύτης νοῦ.
心の鋭さ。
Χρηστότης ἤθους ἀπλαστία μετʼ εὐλογιστίας·
親切心:優れた理性を伴った、気質の飾りのなさ。
ἤθους σπουδαιότης.
気質の真摯さ。
Καλοκαγαθία ἕξις προαιρετικὴ τῶν βελτίστων.
美徳(カロカガティア):最善のものを選択する状態。
Μεγαλοψυχία χρῆσις τοῖς συμβαίνουσιν ἀστεία·
器の大きさ(寛大さ):起こる事柄に対する見事な対処。
μεγαλοπρέπεια ψυχῆς μετὰ λόγου.
理性を伴った魂の気高さ。
Φιλανθρωπία ἕξις εὐάγωγος ἤθους πρὸς ἀνθρώπου φιλίαν·
人間愛:人間の友愛へと向かいやすい、気質(人柄)の状態。
ἕξις εὐεργετικὴ ἀνθρώπων·
人々に恩恵を施す状態。
χάριτος σχέσις·
好意(感謝)の持ち方。
μνήμη μετʼ εὐεργεσίας.
恩恵を伴った記憶。
Εὐσέβεια δικαιοσύνη περὶ θεούς·
敬神:神々に関する正義。
δύναμις θεραπευτικὴ θεῶν ἑκούσιος·
神々を自発的に崇敬する能力。
περὶ θεῶν τιμῆς ὑπόληψις ὀρθή·
神々の崇敬に関する正しい判断。
ἐπιστήμη τῆς περὶ θεῶν τιμῆς.
神々の崇敬に関する知識。
Ἀγαθὸν τὸ αὑτοῦ ἕνεκεν.
善:それ自身のために望まれるもの。
Ἀφοβία ἕξις καθʼ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς φόβους.
無懼:私たちが恐れに陥ることがない状態。
Ἀπάθεια ἕξις καθʼ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς πάθη.
情念なきこと(アパテイア):私たちが情念(受動的感情)に陥ることがない状態。
Εἰρήνη ἡσυχία ἐπʼ ἔχθρας πολεμικάς.
平和:戦争的な敵対関係における静けさ。
Ῥᾳθυμία ῥᾳστώνη ψυχῆς·
気楽さ:魂の安逸。
ἀπάθεια τοῦ θυμοειδοῦς.
気概(激情的な部分)の不活性。
Δεινότης διάθεσις καθʼ ἣν ὁ ἔχων στοχαστικός ἐστιν τοῦ ἰδίου τέλους.
抜け目なさ:それを持つ者が自己の目的に対して的を射るようなあり方。
Φιλία ὁμόνοια ὑπὲρ καλῶν καὶ δικαίων·
友愛:美しきものと正しきもののための調和。
προαίρεσις βίου τοῦ αὐτοῦ·
同じ生活の選択。
ὁμοδοξία περὶ προαιρέσεως καὶ πράξεως·
選択と行為に関する意見の一致。
ὁμόνοια περὶ βίον·
生活に関する調和。
κοινωνία μετʼ εὐνοίας·
好意を伴う共同関係。
κοινωνία τοῦ εὖ ποιῆσαι καὶ παθεῖν.
善いことを行い、また受けることの共有。
Εὐγένεια ἀρετὴ εὐγενοῦς ἤθους·
高貴さ:気高い人柄の徳。
εὐαγωγία ψυχῆς πρὸς λόγους ἢ πράξεις.
言論や行為へと向かいやすい魂の従順さ。
Αἵρεσις δοκιμασία ὀρθή.
選択:正しい吟味。
Εὔνοια [αἵρεσις] ἀνθρώπου πρὸς ἄνθρωπον ἀσπασμός.
好意:人間から人間への[選択としての]歓迎。
Οἰκειότης ταὐτοῦ γένους κοινωνία.
親密さ:同一の種族の共有。
Ὁμόνοια κοινωνία τῶν ὄντων ἁπάντων·
一致:存在するすべてのものの共有。
συμφωνία νοημάτων καὶ ὑπολημμάτων.
考えや意見の合意。
Ἀγάπησις ἀπόδεξις παντελής.
慈愛:完全な受け入れ。
Πολιτικὴ ἐπιστήμη καλῶν καὶ συμφερόντων·
政治学:美しきものと有益なものに関する知識。
ἐπιστήμη ποιητικὴ δικαιοσύνης ἐν πόλει.
ポリスにおける正義を生み出す知識。
Ἑταιρία φιλία κατὰ συνήθειαν ἐν τοῖς καθʼ ἡλικίαν γεγενημένοις.
仲間関係:同年代の者たちの間における、親交に基づいた友愛。
Εὐβουλία ἀρετὴ λογισμοῦ σύμφυτος.
熟慮:理性に備わった徳。
Πίστις ὑπόληψις ὀρθὴ τοῦ οὕτως ἔχειν ὡς αὐτῷ φαίνεται·
信頼:自分に見える通りに事柄があるという正しい判断。
βεβαιότης ἤθους.
人柄の確実さ。
Ἀλήθεια ἕξις ἐν καταφάσει καὶ ἀποφάσει·
真理:肯定と否定における状態。
ἐπιστήμη ἀληθῶν.
真なるものに関する知識。
Βούλησις ἕφεσις μετὰ λόγου ὀρθοῦ·
意志:正しい理性を伴った欲求。
ὄρεξις εὔλογος·
理性的な欲望。
ὄρεξις μετὰ λόγου κατὰ φύσιν.
自然に従った、理性を伴った欲望。
Συμβούλευσις παραίνεσις ἑτέρῳ ὑπὲρ πράξεως, τίνα δεῖ τρόπον πράττειν.
相談:行為に関して他者に行う、どのように行うべきかについての勧告。
Εὐκαιρία χρόνου ἐπίτευξις, ἐν ᾧ χρὴ παθεῖν τι ἢ ποιῆσαι.
好機:何かを受け、あるいはなすべき時間における適中。
Εὐλάβεια φυλακὴ κακοῦ·
慎重さ:悪の回避。
ἐπιμέλεια φυλακῆς.
防備の配慮。
Τάξις ἐργασίας ὁμοιότης τῶν πρὸς ἄλληλα πάντων ὄντων·
秩序:互いに対するすべての存在物の仕事の類似。
συμμετρία κοινωνίας·
共同関係の均整。
αἰτία τῶν πρὸς ἄλληλα πάντων ὄντων συμμετρίας [πρὸς τὸ μαθεῖν].
互いに対するすべての存在物の均整の原因[学ぶことに対する]。
Πρόσεξις συντονία ψυχῆς πρὸς τὸ καταμαθεῖν.
注意:深く理解することに対する、魂の緊張。
Εὐφυία τάχος μαθήσεως·
才能:学習の速さ。
γέννησις φυτῶν ἀγαθή·
植物の優れた生育。
ἀρετὴ ἐν φύσει.
自然における優れた性質。
Εὐμάθεια εὐφυία ψυχῆς πρὸς τάχος μαθήσεως.
物覚えの良さ:学習の速さに対する、魂の優れた才能。
Νόμος ἀπόφασις κυρία περὶ ἀμφισβητουμένου πράγματος.
法律:争いのある事柄に関する決定権をもつ判定。
Δίκη ἀμφισβήτησις περὶ τοῦ ἀδικεῖν ἣ μή.
訴訟:不義を働いたか否かに関する争い。
Εὐνομία πειθαρχία νόμων σπουδαίων.
良法秩序:優れた法律に対する服従。
Εὐφροσύνη ἐπὶ τοῖς τοῦ σώφρονος ἔργοις χαρά.
歓喜:節制ある者の行いに対する喜び。
Τιμὴ δόσις ἀγαθῶν ἐν ταῖς διʼ ἀρετὴν πράξεσιν διδομένων·
名誉:徳にかなう行為に対して与えられる、善いものの贈与。
ἀξίωμα ἀπʼ ἀρετῆς·
徳から生じる価値。
σχῆμα σεμνότητος·
威厳の形式。
τήρησις ἀξιώματος.
価値の維持。
Προθυμία ἐμφανισμὸς προαιρέσεως πρακτικῆς.
熱意:実践的な選択の表れ。
Χάρις εὐεργεσία ἑκούσιος·
恵み:自発的な善行。
ἀπόδοσις ἀγαθοῦ ὑπουργίας ἐν καιρῷ.
時宜を得た善い奉仕の返報。
Ὁμόνοια ὁμοδοξία ἀρχόντων καὶ ἀρχομένων ὡς δεῖ ἄρχειν καὶ ἄρχεσθαι.
一致:支配する者たちと支配される者たちの間の、どのように支配し、また支配されるべきかに関する意見の一致。
Πολιτεία κοινωνία πλήθους ἀνθρώπων αὐτάρκης πρὸς εὐδαιμονίαν·
国制:幸福に対して自足した、人間の多数者の共同社会。
κοινωνία πλήθους ἔννομος.
多数者の適法な共同社会。
Πρόνοια παρασκευὴ πρὸς μέλλοντά τινα.
予慮:将来のいくつかの事柄に対する準備。
Βουλὴ σκέψις περὶ τῶν μελλόντων πῶς συμφέρει.
評議:将来の事柄について、どのように有益であるかに関する考察。
Νίκη δύναμις κρατητικὴ περὶ ἀγωνίαν.
勝利:競合における征服能力。
Εὐπορία εὐκρίνεια κρατητικὴ τοῦ λεγομένου.
機知:語られることに対する、明晰な把握の能力。
Δωρεὰ ἀλλαγὴ χάριτος.
贈り物:好意の交換。
Καιρὸς χρόνου ἀκμὴ πρὸς τὸ συμφέρον·
好期:有益なことに対する、時間の頂点。
χρόνος ἀγαθοῦ τινος συνεργός.
ある善いことの協力者たる時間。
Μνήμη διάθεσις ψυχῆς φυλακτικὴ τῆς ἐν αὐτῇ ὑπαρχούσης ἀληθείας.
記憶:魂の中にあらかじめ存在する真理を保存する、魂のあり方。
Ἔννοια συντονία διανοίας.
思考:思索の緊張。
Νόησις ἀρχὴ ἐπιστήμης.
覚知:知識の始まり。
Ἁγνεία εὐλάβεια τῶν πρὸς τοὺς θεοὺς ἁμαρτημάτων·
純潔:神々に対する過ちの回避。
τῆς θεοῦ τιμῆς κατὰ φύσιν θεραπεία.
自然にかなった、神の崇敬の務め。
Μαντεία ἐπιστήμη προδηλωτικὴ πράξεως ἄνευ ἀποδείξεως.
神託:証明なしに、行為をあらかじめ明示する知識。
Μαντικὴ ἐπιστήμη θεωρητικὴ τοῦ ὄντος καὶ μέλλοντος ζῴῳ θνητῷ.
予言術:死すべき生き物に対して、存在するものと将来あるものを観照する知識。
Σοφία ἐπιστήμη ἀνυπόθετος·
知恵:前提なしの知識。
ἐπιστήμη τῶν ἀεὶ ὄντων·
常に存在するものに関する知識。
ἐπιστήμη θεωρητικὴ τῆς τῶν ὄντων αἰτίας.
存在するものの原因を観照する知識。
Φιλοσοφία τῆς τῶν ὄντων ἀεὶ ἐπιστήμης ὄρεξις·
哲学:常に存在するものの知識に対する欲求。
ἕξις θεωρητικὴ τοῦ ἀληθοῦς, πῶς ἀληθές·
真なるものが、どのように真であるかに関する、観照的な状態。
ἐπιμέλεια ψυχῆς μετὰ λόγου ὀρθοῦ.
正しい理性を伴った、魂の配慮。
Ἐπιστήμη ὑπόληψις ψυχῆς ἀμετάπτωτος ὑπὸ λόγου·
知識:理性によって揺るがされない、魂の確信。
δύναμις ὑποληπτική τινος ἢ τινῶν ἀμετάπτωτος ὑπὸ λόγου·
理性によって揺るがされない、あるもの、またはいくつかのものに関する判断力。
λόγος ἀληθὴς ἐπὶ διανοίᾳ ἀμετάπτωτος.
思索に基づく、揺るがされない真なる言論。
Δόξα ὑπόληψις μεταπειστὸς ὑπὸ λόγου·
思惑:理性によって説得され変わるうる確信。
λογιστικὴ φορά·
理性的な傾向。
διάνοια ἐμπίπτουσα εἰς ψεῦδος καὶ ἀληθὲς ὑπὸ λόγου.
理性によって虚偽と真実とに陥る思考。
Αἴσθησις ψυχῆς φορά·
感覚:魂の傾向。
νοῦ κίνησις·
心の運動。
ψυχῆς διὰ σώματος εἰσάγγελσις εἰς ὥρος ἀνθρώπων, ἀφʼ ἦς γίγνεται ψυχῆς ἄλογος δύναμις γνωριστικὴ διὰ σώματος.
身体を通じた魂の人間の境界への報告であり、それから身体を通じて、魂の非理性的で認識的な能力が生じるもの。
Ἕξις διάθεσις ψυχῆς καθʼ ἣν ποιοί τινες λεγόμεθα.
状態:それに基づいて、私たちがどのような者であるかと言われるような、魂のあり方。
Φωνὴ ῥεῦμα διὰ στόματος ἀπὸ διανοίας.
声:思索から発し、口を通じる流れ。
Λόγος φωνὴ ἐγγράμματος, φραστικὴ ἑκάστου τῶν ὄντων·
言論:文字で表すことができ、存在するもののそれぞれを表現する声。
διάλεκτος συνθετὴ ἐξ ὀνομάτων καὶ ῥημάτων ἄνευ μέλους.
旋律を伴わない、名詞と動詞から合成された言葉。
Ὄνομα διάλεκτος ἀσύνθετος ἑρμηνευτικὴ τοῦ τε κατὰ τῆς οὐσίας κατηγορουμένου καὶ παντὸς τοῦ μὴ καθʼ ἑαυτοῦ λεγομένου.
名前:実体について述語づけられるもの、およびそれ自体によっては語られないすべてのものを解釈する、合成されていない言葉。