- 底本
- Platonis Opera, Tomus V: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1914.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg037.humanitext-grc1:1#2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
本チャンクは、プラトンの定義集の後半部であり、機転、友情、法律、知識、そして哲学や感覚など、倫理・認識・言語に関する多様な古典的術語を定義している。
Ἀγχίνοια εὐφυία ψυχῆς, καθʼ ἣν ὁ ἔχων στοχαστικός ἐστιν ἑκάστῳ τοῦ δέοντος·1 ὀξύτης νοῦ. Χρηστότης ἤθους ἀπλαστία μετʼ εὐλογιστίας· ἤθους σπουδαιότης. Καλοκαγαθία ἕξις προαιρετικὴ τῶν βελτίστων. Μεγαλοψυχία χρῆσις τοῖς συμβαίνουσιν ἀστεία· μεγαλοπρέπεια ψυχῆς μετὰ λόγου. Φιλανθρωπία ἕξις εὐάγωγος ἤθους πρὸς ἀνθρώπου φιλίαν· ἕξις εὐεργετικὴ ἀνθρώπων· χάριτος σχέσις· μνήμη μετʼ εὐεργεσίας. Εὐσέβεια δικαιοσύνη περὶ θεούς· δύναμις θεραπευτικὴ θεῶν ἑκούσιος· περὶ θεῶν τιμῆς ὑπόληψις ὀρθή· ἐπιστήμη τῆς περὶ θεῶν τιμῆς. Ἀγαθὸν τὸ αὑτοῦ ἕνεκεν. Ἀφοβία ἕξις καθʼ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς φόβους. Ἀπάθεια ἕξις καθʼ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς πάθη. Εἰρήνη ἡσυχία ἐπʼ ἔχθρας πολεμικάς. Ῥᾳθυμία ῥᾳστώνη ψυχῆς· ἀπάθεια τοῦ θυμοειδοῦς. Δεινότης διάθεσις καθʼ ἣν ὁ ἔχων στοχαστικός ἐστιν τοῦ ἰδίου τέλους. Φιλία ὁμόνοια ὑπὲρ καλῶν καὶ δικαίων· προαίρεσις βίου τοῦ αὐτοῦ· ὁμοδοξία περὶ προαιρέσεως καὶ πράξεως· ὁμόνοια περὶ βίον· κοινωνία μετʼ εὐνοίας· κοινωνία τοῦ εὖ ποιῆσαι καὶ παθεῖν. Εὐγένεια ἀρετὴ εὐγενοῦς ἤθους· εὐαγωγία ψυχῆς πρὸς λόγους ἢ πράξεις. Αἵρεσις δοκιμασία ὀρθή. Εὔνοια [αἵρεσις] ἀνθρώπου πρὸς ἄνθρωπον ἀσπασμός. Οἰκειότης ταὐτοῦ γένους κοινωνία. Ὁμόνοια κοινωνία τῶν ὄντων ἁπάντων· συμφωνία νοημάτων καὶ ὑπολημμάτων. Ἀγάπησις ἀπόδεξις παντελής. Πολιτικὴ ἐπιστήμη καλῶν καὶ συμφερόντων· ἐπιστήμη ποιητικὴ δικαιοσύνης ἐν πόλει. Ἑταιρία φιλία κατὰ συνήθειαν ἐν τοῖς καθʼ ἡλικίαν γεγενημένοις. Εὐβουλία ἀρετὴ λογισμοῦ σύμφυτος. Πίστις ὑπόληψις ὀρθὴ τοῦ οὕτως ἔχειν ὡς αὐτῷ φαίνεται· βεβαιότης ἤθους. Ἀλήθεια ἕξις ἐν καταφάσει καὶ ἀποφάσει· ἐπιστήμη ἀληθῶν. Βούλησις ἕφεσις μετὰ λόγου ὀρθοῦ· ὄρεξις εὔλογος· ὄρεξις μετὰ λόγου κατὰ φύσιν. Συμβούλευσις παραίνεσις ἑτέρῳ ὑπὲρ πράξεως, τίνα δεῖ τρόπον πράττειν. Εὐκαιρία χρόνου ἐπίτευξις, ἐν ᾧ χρὴ παθεῖν τι ἢ ποιῆσαι. Εὐλάβεια φυλακὴ κακοῦ· ἐπιμέλεια φυλακῆς. Τάξις ἐργασίας ὁμοιότης τῶν πρὸς ἄλληλα πάντων ὄντων· συμμετρία κοινωνίας· αἰτία τῶν πρὸς ἄλληλα πάντων ὄντων συμμετρίας [πρὸς τὸ μαθεῖν]. Πρόσεξις συντονία ψυχῆς πρὸς τὸ καταμαθεῖν. Εὐφυία τάχος μαθήσεως· γέννησις φυτῶν ἀγαθή· ἀρετὴ ἐν φύσει. Εὐμάθεια εὐφυία ψυχῆς πρὸς τάχος μαθήσεως. Νόμος ἀπόφασις κυρία περὶ ἀμφισβητουμένου πράγματος. Δίκη ἀμφισβήτησις περὶ τοῦ ἀδικεῖν ἣ μή. Εὐνομία πειθαρχία νόμων σπουδαίων. Εὐφροσύνη ἐπὶ τοῖς τοῦ σώφρονος ἔργοις χαρά. Τιμὴ δόσις ἀγαθῶν ἐν ταῖς διʼ ἀρετὴν πράξεσιν διδομένων· ἀξίωμα ἀπʼ ἀρετῆς· σχῆμα σεμνότητος· τήρησις ἀξιώματος. Προθυμία ἐμφανισμὸς προαιρέσεως πρακτικῆς. Χάρις εὐεργεσία ἑκούσιος· ἀπόδοσις ἀγαθοῦ ὑπουργίας ἐν καιρῷ. Ὁμόνοια ὁμοδοξία ἀρχόντων καὶ ἀρχομένων ὡς δεῖ ἄρχειν καὶ ἄρχεσθαι. Πολιτεία κοινωνία πλήθους ἀνθρώπων αὐτάρκης πρὸς εὐδαιμονίαν· κοινωνία πλήθους ἔννομος. Πρόνοια παρασκευὴ πρὸς μέλλοντά τινα. Βουλὴ σκέψις περὶ τῶν μελλόντων πῶς συμφέρει. Νίκη δύναμις κρατητικὴ περὶ ἀγωνίαν. Εὐπορία εὐκρίνεια κρατητικὴ τοῦ λεγομένου. Δωρεὰ ἀλλαγὴ χάριτος. Καιρὸς χρόνου ἀκμὴ πρὸς τὸ συμφέρον· χρόνος ἀγαθοῦ τινος συνεργός. Μνήμη διάθεσις ψυχῆς φυλακτικὴ τῆς ἐν αὐτῇ ὑπαρχούσης ἀληθείας. Ἔννοια συντονία διανοίας. Νόησις ἀρχὴ ἐπιστήμης. Ἁγνεία εὐλάβεια τῶν πρὸς τοὺς θεοὺς ἁμαρτημάτων· τῆς θεοῦ τιμῆς κατὰ φύσιν θεραπεία. Μαντεία ἐπιστήμη προδηλωτικὴ πράξεως ἄνευ ἀποδείξεως. Μαντικὴ ἐπιστήμη θεωρητικὴ τοῦ ὄντος καὶ μέλλοντος ζῴῳ θνητῷ. Σοφία ἐπιστήμη ἀνυπόθετος· ἐπιστήμη τῶν ἀεὶ ὄντων· ἐπιστήμη θεωρητικὴ τῆς τῶν ὄντων αἰτίας. Φιλοσοφία τῆς τῶν ὄντων ἀεὶ ἐπιστήμης ὄρεξις· ἕξις θεωρητικὴ τοῦ ἀληθοῦς, πῶς ἀληθές· ἐπιμέλεια ψυχῆς μετὰ λόγου ὀρθοῦ. Ἐπιστήμη ὑπόληψις ψυχῆς ἀμετάπτωτος ὑπὸ λόγου· δύναμις ὑποληπτική τινος ἢ τινῶν ἀμετάπτωτος ὑπὸ λόγου· λόγος ἀληθὴς ἐπὶ διανοίᾳ ἀμετάπτωτος. Δόξα ὑπόληψις μεταπειστὸς ὑπὸ λόγου· λογιστικὴ φορά· διάνοια ἐμπίπτουσα εἰς ψεῦδος καὶ ἀληθὲς ὑπὸ λόγου. Αἴσθησις ψυχῆς φορά· νοῦ κίνησις· ψυχῆς διὰ σώματος εἰσάγγελσις εἰς ὥρος ἀνθρώπων,2 ἀφʼ ἦς γίγνεται ψυχῆς ἄλογος δύναμις γνωριστικὴ διὰ σώματος. Ἕξις διάθεσις ψυχῆς καθʼ ἣν ποιοί τινες λεγόμεθα. Φωνὴ ῥεῦμα διὰ στόματος ἀπὸ διανοίας. Λόγος φωνὴ ἐγγράμματος, φραστικὴ ἑκάστου τῶν ὄντων· διάλεκτος συνθετὴ ἐξ ὀνομάτων καὶ ῥημάτων ἄνευ μέλους. Ὄνομα διάλεκτος ἀσύνθετος ἑρμηνευτικὴ τοῦ τε κατὰ τῆς οὐσίας κατηγορουμένου3 καὶ παντὸς τοῦ μὴ καθʼ ἑαυτοῦ λεγομένου.
機転:魂の優れた才能であり、それを持つ者が個々のなすべきことに対して的を射るものであること。心の鋭さ。 親切心:優れた理性を伴った、気質の飾りのなさ。気質の真摯さ。 美徳(カロカガティア):最善のものを選択する状態。 器の大きさ(寛大さ):起こる事柄に対する見事な対処。理性を伴った魂の気高さ。 人間愛:人間の友愛へと向かいやすい、気質(人柄)の状態。人々に恩恵を施す状態。好意(感謝)の持ち方。恩恵を伴った記憶。 敬神:神々に関する正義。神々を自発的に崇敬する能力。神々の崇敬に関する正しい判断。神々の崇敬に関する知識。 善:それ自身のために望まれるもの。 無懼:私たちが恐れに陥ることがない状態。 情念なきこと(アパテイア):私たちが情念(受動的感情)に陥ることがない状態。 平和:戦争的な敵対関係における静けさ。 気楽さ:魂の安逸。気概(激情的な部分)の不活性。 抜け目なさ:それを持つ者が自己の目的に対して的を射るようなあり方。 友愛:美しきものと正しきもののための調和。同じ生活の選択。選択と行為に関する意見の一致。生活に関する調和。好意を伴う共同関係。善いことを行い、また受けることの共有。 高貴さ:気高い人柄の徳。言論や行為へと向かいやすい魂の従順さ。 選択:正しい吟味。 好意:人間から人間への[選択としての]歓迎。 親密さ:同一の種族の共有。 一致:存在するすべてのものの共有。考えや意見の合意。 慈愛:完全な受け入れ。 政治学:美しきものと有益なものに関する知識。ポリスにおける正義を生み出す知識。 仲間関係:同年代の者たちの間における、親交に基づいた友愛。 熟慮:理性に備わった徳。 信頼:自分に見える通りに事柄があるという正しい判断。人柄の確実さ。 真理:肯定と否定における状態。真なるものに関する知識。 意志:正しい理性を伴った欲求。理性的な欲望。自然に従った、理性を伴った欲望。 相談:行為に関して他者に行う、どのように行うべきかについての勧告。 好機:何かを受け、あるいはなすべき時間における適中。 慎重さ:悪の回避。防備の配慮。 秩序:互いに対するすべての存在物の仕事の類似。共同関係の均整。互いに対するすべての存在物の均整の原因[学ぶことに対する]。 注意:深く理解することに対する、魂の緊張。 才能:学習の速さ。植物の優れた生育。自然における優れた性質。 物覚えの良さ:学習の速さに対する、魂の優れた才能。 法律:争いのある事柄に関する決定権をもつ判定。 訴訟:不義を働いたか否かに関する争い。 良法秩序:優れた法律に対する服従。 歓喜:節制ある者の行いに対する喜び。 名誉:徳にかなう行為に対して与えられる、善いものの贈与。徳から生じる価値。威厳の形式。価値の維持。 熱意:実践的な選択の表れ。 恵み:自発的な善行。時宜を得た善い奉仕の返報。 一致:支配する者たちと支配される者たちの間の、どのように支配し、また支配されるべきかに関する意見の一致。 国制:幸福に対して自足した、人間の多数者の共同社会。多数者の適法な共同社会。 予慮:将来のいくつかの事柄に対する準備。 評議:将来の事柄について、どのように有益であるかに関する考察。 勝利:競合における征服能力。 機知:語られることに対する、明晰な把握の能力。 贈り物:好意の交換。 好期:有益なことに対する、時間の頂点。ある善いことの協力者たる時間。 記憶:魂の中にあらかじめ存在する真理を保存する、魂のあり方。 思考:思索の緊張。 覚知:知識の始まり。 純潔:神々に対する過ちの回避。自然にかなった、神の崇敬の務め。 神託:証明なしに、行為をあらかじめ明示する知識。 予言術:死すべき生き物に対して、存在するものと将来あるものを観照する知識。 知恵:前提なしの知識。常に存在するものに関する知識。存在するものの原因を観照する知識。 哲学:常に存在するものの知識に対する欲求。真なるものが、どのように真であるかに関する、観照的な状態。正しい理性を伴った、魂の配慮。 知識:理性によって揺るがされない、魂の確信。理性によって揺るがされない、あるもの、またはいくつかのものに関する判断力。思索に基づく、揺るがされない真なる言論。 思惑:理性によって説得され変わるうる確信。理性的な傾向。理性によって虚偽と真実とに陥る思考。 感覚:魂の傾向。心の運動。身体を通じた魂の人間の境界への報告であり、それから身体を通じて、魂の非理性的で認識的な能力が生じるもの。 状態:それに基づいて、私たちがどのような者であるかと言われるような、魂のあり方。 声:思索から発し、口を通じる流れ。 言論:文字で表すことができ、存在するもののそれぞれを表現する声。旋律を伴わない、名詞と動詞から合成された言葉。 名前:実体について述語づけられるもの、およびそれ自体によっては語られないすべてのものを解釈する、合成されていない言葉。
- 1ἑκάστῳ τοῦ δέοντος
στοχαστικός(的を射る、推測する)の与格補語として ἑκάστῳ(各々、それぞれ)が置かれ、属格の τοῦ δέοντος(なすべきこと、必要なこと)がこれに掛かる。「個々のなすべきことに対して的を射る」の意。
- 1εἰσάγγελσις εἰς ὥρος ἀνθρώπων
ὥρος は古典期以前の ὅρος(境界)の古い綴り、あるいは写本上の異読。感覚(αἴσθησις)を「身体を通じて魂の(もしくは人間的な)境界へと報告・告げ知らせること」と定義している。
- 1τοῦ τε κατὰ τῆς οὐσίας κατηγορουμένου
名前(名詞)の定義。「実体(οὐσία)について述語づけられるもの」の意。κατά+属格で「〜について(述語づける)」を表す受動分詞の屬格形である。
