Humanitext Reader

柏拉图 · 定义集 §1#3

从语言与定义到政治与教育的诸概念定义

第 3 段,共 3 段 · 希腊语

内容简介

本章节简要定义了多种概念,从言语、音节和定义等逻辑与语言基础开始,延续至善、正义及国体等政治与道德概念,最后涵盖了灵魂的情念、恶德以及教育。

§1#3Διάλεκτος φωνὴ ἀνθρώπου ἐγγράμματος· καὶ σημεῖόν τι κοινὸν ἑρμηνευτικὸν ἄνευ μέλους.
谈话:可书写的人类声音;以及某种不带旋律的、共同的、用以表述的符号。
Συλλαβὴ ἀνθρωπίνης φωνῆς ἄρθρον ἐγγράμματον.
音节:人类声音的可书写的结合。
Ὅρος λόγος ἐκ διαφορᾶς καὶ γένους συγκείμενος.
定义:由种差和属组成的言论。
Τεκμήριον ἀπόδειξις ἀφανοῦς.
确证:不显著之物的证明。
Ἀπόδειξις λόγος συλλογιστικὸς ἀληθής· λόγος ἐμφανιστικὸς διὰ προγιγνωσκομένων.
证明:真实的推论性言论;通过预先已知的事物来阐明的言论。
Στοιχεῖον φωνῆς φωνὴ ἀσύνθετος, αἰτία ταῖς ἄλλαις φωναῖς τοῦ φωνὰς εἶναι.
声音的元素:未合成的声音,是其他声音得以成为声音的原因。
Ὠφέλιμον τὸ αἴτιον τοῦ εὖ πάσχειν· τὸ αἴτιον ἀγαθοῦ.
有益:善处的起因;善的起因。
Συμφέρον τὸ εἰς ἀγαθὸν φέρον.
有用:导向善者。
[Καλὸν τὸ ἀγαθόν.
[美者即善。
] Ἀγαθὸν τὸ αἴτιον σωτηρίας τοῖς οὖσιν· τὸ αἴτιον παντὸς τοῦ πρὸς αὑτό, ἀφʼ οὗ συμβαίνει ἃ χρὴ αἱρεῖσθαι.
]善:存在者之保存的起因;指向自身之所有事物的起因,由此产生应当选择的事物。
Σῶφρον τὸ κόσμιον τῆς ψυχῆς.
节制:灵魂的规整。
Δίκαιον νόμου τάγμα ποιητικὸν δικαιοσύνης.
正义:产生正义的法律规定。
Ἑκούσιον τὸ αὐτοῦ προσαγωγόν· τὸ καθʼ αὑτὸ αἱρετὸν κατὰ διάνοιαν ἀποτελούμενον.
自愿:自身引入者;依思考而完成的、因其自身而被选择者。
Ἐλεύθερον τὸ ἄρχον αὑτοῦ.
自由:支配自身者。
Μέτριον τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως καὶ κατὰ τέχνην ἀρκοῦν.
适度:过度与不足的中道,且依技艺而言充足者。
Μέτρον τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως.
尺度:过度与不足的中道。
Ἆθλον ἀρετῆς γέρας τὸ ἑαυτοῦ ἕνεκα αἱρετόν.
奖赏:美德的赏赐,因其自身之故而被选择者。
Ἀθανασία οὐσία ἔμψυχος καὶ ἀίδιος μονή.
不死:具魂的实体以及永恒的留存。
Ὅσιον θεράπευμα θεοῦ ἀρεστὸν θεῷ.
神圣:取悦于神的神之侍奉。
Ἑορτὴ χρόνος ἱερὸς κατὰ νόμους.
节日:依法度而定的神圣时间。
Ἄνθρωπος ζῷον ἄπτερον, δίπουν, πλατυώνυχον· ὃ μόνον τῶν ὄντων ἐπιστήμης τῆς κατὰ λόγους δεκτικόν ἐστιν.
人:无翼、双足、扁平指甲的动物;存在物中唯一能接受基于理性的知识者。
Θυσία θεῷ δόμα θύματος.
祭祀:给神献上的祭品之物。
Εὐχὴ αἴτησις ἀνθρώποις ἀγαθῶν ἢ δοκούντων παρὰ θεῶν.
祈祷:人类向神请求善物或看起来是善物之请愿。
Βασιλεὺς ἄρχων κατὰ νόμους ἀνυπεύθυνος· πολιτικῆς κατασκευῆς ἄρχων.
君王:依法度统治、免受追责的统治者;城邦体制的统治者。
Ἀρχὴ ἐπιμέλεια τοῦ παντός.
统治:对全体的照料。
Ἐξουσία ἐπιτροπὴ νόμου.
权力:法律的委托。
Νομοθέτης ποιητὴς νόμων καθʼ οὓς δεῖ πολιτεύεσθαι.
立法者:人们借以参与城邦政治的法律的制定者。
Νόμος δόγμα πλήθους πολιτικὸν οὐκ εἴς τινα χρόνον ἀφωρισμένον.
法律:未限定于某一特定时间的、群体的城邦决定。
Ὑπόθεσις ἀρχὴ ἀναπόδεικτος· συγκεφαλαίωσις λόγου.
假设:未经验证的原理;言论的简述。
Ψήφισμα δόγμα πολιτικὸν εἴς τινα χρόνον ἀφωρισμένον.
法令:限定在某一特定时间的城邦决定。
Πολιτικὸς ἐπιστήμων πόλεως κατασκευῆς.
政治家:懂得城邦体制者。
Πόλις οἴκησις πλήθους ἀνθρώπων κοινοῖς δόγμασιν χρωμένων· πλῆθος ἀνθρώπων ὑπὸ νόμον τὸν αὐτὸν ὄντων.
城邦:使用共同决定的群体的住所;在同一法律统治下的群体。
Πόλεως ἀρετὴ κατάστασις ὀρθῆς πολιτείας.
城邦的德性:正确国体的确立。
Πολεμικὴ ἐμπειρία πολέμου.
军事:战争的经验。
Συμμαχία κοινωνία πολέμου.
同盟:战争的联合。
Σωτηρία περιποίησις ἀβλαβής.
救治:无害的保存。
Τύραννος ἄρχων πόλεως κατὰ τὴν ἑαυτοῦ διάνοιαν.
僭主:依据自身的想法统治城邦的统治者。
Σοφιστὴς νέων πλουσίων ἐνδόξων ἔμμισθος θηρευτής.
诡辩家:对富裕、有名望的年轻人的有偿猎手。
Πλοῦτος κτῆσις σύμμετρος πρὸς εὐδαιμονίαν· περιουσία χρημάτων εἰς εὐδαιμονίαν συντεινόντων.
财富:契合于幸福的占有;有助于幸福的资金的充裕。
Παρακαταθήκη δόμα μετὰ πίστεως.
寄托:伴随信任的赠予。
Κάθαρσις ἀπόκρισις χειρόνων ἀπὸ βελτιόνων.
净化:劣等之物与优等之物的分离。
Νικᾶν κρατεῖν διαφερόμενον.
胜利:战胜分歧者。
Ἀγαθὸς ἄνθρωπος ὁ τοιοῦτος οἷος ἀνθρώπῳ τἀγαθὰ ἐπιτελεῖν.
善人:能为人类成就善事的那种人。
Σώφρων ὁ μετρίας ἐπιθυμίας ἔχων.
节制的人:拥有适度欲望者。
Ἐγκρατὴς ὁ κρατῶν ἀντιτεινόντων τῶν τῆς ψυχῆς μορίων τῷ ὀρθῷ λογισμῷ.
自制的人:当灵魂的各部分抗拒正确理性时,仍能主宰它们的人。
Σπουδαῖος ὁ τελείως ἀγαθός· ὁ ἔχων τὴν αὑτοῦ ἀρετήν.
优秀的人:完美至善者;拥有自身美德者。
Σύννοια διάνοια μετὰ λύπης ἄνευ λόγου.
忧思:伴随痛苦、无理性的思考。
Δυσμαθία βραδυτὴς ἐν μαθήσει.
难学:学习中的迟缓。
Δεσποτεία ἀρχὴ ἀνυπεύθυνος δικαία.
专制:无须问责的正义统治。
Ἀφιλοσοφία ἕξις καθʼ ἣν ὁ ἔχων μισολόγος ἐστίν.
疏于哲学:占有者借以成为厌恶言论者的状态。
Φόβος ἔκπληξις ψυχῆς ἐπὶ κακοῦ προσδοκίᾳ.
恐惧:在对恶的预期下灵魂的惊愕。
Θυμὸς ὁρμὴ βίαιος ἄνευ λογισμοῦ †νοῦς τάξεως† ψυχῆς ἀλογίστου.
愤怒:无理性的灵魂在无推理情况下的猛烈冲动†心灵秩序†。
Ἔκπληξις φόβος ἐπὶ προσδοκίᾳ κακοῦ.
惊愕:在对恶的预期下的恐惧。
Κολακεία ὁμιλία ἡ πρὸς ἡδονὴν ἄνευ τοῦ βελτίστου· ἕξις ὁμιλητικὴ πρὸς ἡδονὴν ὑπερβάλλουσα τὸ μέτριον.
奉承:不考虑最善、唯迎合快乐的交往;超出适度、唯迎合快乐的交往状态。
Ὀργὴ παράκλησις τοῦ θυμικοῦ εἰς τὸ τιμωρεῖσθαι.
愤怒:激起气概部分去报复。
Ὕβρις ἀδικία πρὸς ἀτιμίαν φέρουσα.
傲慢:导致不名誉的不义。
Ἀκρασία ἕξις βιαστικὴ παρὰ τὸν ὀρθὸν λογισμὸν πρὸς τὰ δοκοῦντα ἡδέα εἶναι.
无自制:违反正确理性、强行导向看似快乐之物的状态。
Ὄκνος φυγὴ πόνων· δειλία ἀντιληπτικὴ ὁρμῆς.
犹豫:逃避劳苦;压制冲动的怯懦。
Ἀρχὴ πρώτη τοῦ εἶναι αἰτία.
起始:存在的第一起因。
Διαβολὴ διάστασις φίλων λόγῳ.
诽谤:通过言论离间朋友。
Καιρὸς ἐν ᾧ ἕκαστον ἐπιτήδειον παθεῖν ἢ ποιῆσαι.
时机:适合于各事承受或作为的时刻。
Ἀδικία ἕξις ὑπεροπτικὴ νόμων.
不义:蔑视法律的状态。
Ἔνδεια ἐλάττωσις τῶν ἀγαθῶν.
匮乏:善物的减少。
Αἰσχύνη φόβος ἐπὶ προσδοκίᾳ ἀδοξίας.
羞耻:对坏名声预期的恐惧。
Ἀλαζονεία ἕξις προσποιητικὴ ἀγαθοῦ ἢ ἀγαθῶν τῶν μὴ ὑπαρχόντων.
吹嘘:假装拥有并不存在的善或善物的状态。
Ἁμαρτία πρᾶξις παρὰ τὸν ὀρθὸν λογισμόν.
错误:违反正确理性的行为。
Φθόνος λύπη ἐπὶ φίλων ἀγαθοῖς ἢ οὖσιν ἢ γεγενημένοις.
嫉妒:对朋友拥有或曾经拥有的善物的痛苦。
Ἀναισχυντία ἕξις ψυχῆς ὑπομενητικὴ ἀδοξίας ἕνεκα κέρδους.
无耻:为了利益而忍受坏名声的灵魂状态。
Θρασύτης ὑπερβολὴ θράσους πρὸς φόβους οὓς μὴ δεῖ.
蛮勇:对不该恐惧之事过分大胆。
Φιλοτιμία ἕξις ψυχῆς προετικὴ πάσης δαπάνης ἄνευ λογισμοῦ.
虚荣:无理性的、挥霍一切开支的灵魂状态。
Κακοφυΐα κακία ἐν φύσει καὶ ἁμαρτία τοῦ κατὰ φύσιν· νόσος τοῦ κατὰ φύσιν.
天生恶劣:自然中的恶,以及对合乎自然者的失误;合乎自然者的疾病。
Ἐλπὶς προσδοκία ἀγαθοῦ.
希望:对善的预期。
Μανία ἕξις φθαρτικὴ ἀληθοῦς ὑπολήψεως.
狂妄:破坏真实理解的状态。
Λαλιὰ ἀκρασία λόγου ἄλογος.
唠叨:言语的无理性无自制。
Ἐναντιότης τῶν ὑπὸ τὸ αὐτὸ γένος κατά τινα διαφορὰν πιπτόντων ἡ πλείστη διάστασις.
对立:在同一属之下、根据某种种差而归属的事物之间的最大距离。
Ἀκούσιον τὸ παρὰ διάνοιαν ἀποτελούμενον.
违愿:违反思考而完成者。
Παιδεία δύναμις θεραπευτικὴ ψυχῆς.
教育:治愈灵魂的能力。
Παίδευσις παιδείας παράδοσις.
教学:教育的传授。
Νομοθετικὴ ἐπιστήμη ποιητικὴ πόλεως ἀγαθῆς.
立法学:产生优良城邦的知识。
Νουθέτησις λόγος ἐπιτιμητικὸς ἀπὸ γνώμης· λόγος ὁμαρτίας ἀποτροπῆς ἔνεκεν.
诫勉:源于主见的指责言论;为了避免错误的言论。
Βοήθεια κακοῦ κώλυσις ὄντος ἢ γινομένου.
救援:对存在或正在发生的恶的阻遏。
Κόλασις ψυχῆς θεραπεία ἐπὶ ἁμαρτήματι γενομένῳ.
惩处:对已犯错误的灵魂的治疗。
Δύναμις ὑπεροχὴ ἐν πράξει ἢ ἐν λόγῳ· ἕξις καθʼ ἣν τὸ ἔχον δυνατόν ἐστιν· ἰσχὺς κατὰ φύσιν.
能力:在行为或言论中的卓越;占有者借以能动者的状态;合乎自然的强健。
Σῴζειν τὸ περιποιεῖν ἀβλαβῆ.
救护:保持无害。

词汇与语法注释

  1. ¦5¦τοῦ φωνὰς εἶναι — 定冠词不定式 `τοῦ ... εἶναι` 作为名词 `αἰτία`(原因)的属格补足语。宾格的 `φωνάς` 用作不定式 `εἶναι` 的逻辑主语(“使其他声音得以成为声音”)。
  2. ¦10¦τοῦ πρὸς αὑτό — 中性属格定冠词 `τοῦ` 将介词短语 `πρὸς αὑτό`(指向自身)名词化,用以修饰 `παντός`(一切)。
  3. ¦10¦ἀντιτεινόντων τῶν τῆς ψυχῆς μορίων — 现在分词 `ἀντιτεινόντων` 与其主语 `τῶν τῆς ψυχῆς μορίων` 构成属格独立结构,表示主句分词 `ὁ κρατῶν` 的时间或伴随状况(“在灵魂各部分抗拒正确理性时”)。

引用这一段

柏拉图, 定义集 §1#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg037.humanitext-grc1:1%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。