§1#1## ΟΡΟΙ
Ἀίδιον τὸ κατὰ πάντα χρόνον καὶ πρότερον ὂν καὶ νῦν μὴ ἐφθαρμένον.
\n\n## 定义集\n\n恒常:在一切时间中存在、先前存在且如今未被毁灭者。
Θεὸς ζῷον ἀθάνατον, αὔταρκες πρὸς εὐδαιμονίαν· οὐσία ἀίδιος, τῆς τἀγαθοῦ φύσεως αἰτία.
\n神:不死的生物,对于幸福自足;恒常的实体,善之本性的原因。
Γένεσις κίνησις εἰς οὐσίαν· μετάληψις οὐσίας· πόρευσις εἰς τὸ εἶναι.
\n生成:向着实体的运动;对实体的分有;走向存在的进程。
Ἥλιος πῦρ οὐράνιον· ὃ μόνον ἀπʼ ἠοῦς μέχρι δείλης τοῖς αὐτοῖς ἔστιν ὁραθῆναι ἄστρον ἡμεροφανές· ζῷον ἀίδιον ἔμψυχον τὸ μέγιστον.
\n太阳:天之火;唯有其从黎明至黄昏可被同一批人看见的、在白昼显现的星辰;最大且恒常的、有灵魂的生物。
Χρόνος ἡλίου κίνησις, μέτρον φορᾶς.
\n时间:太阳的运动,运行的尺度。
Ἡμέρα ἡλίου πορεία ἀπʼ ἀνατολῶν ἐπὶ δυσμάς· φῶς τοὐναντίον νυκτί.
\n白昼:太阳自东方至西方的运行;与黑夜相反的光。
Ἕως ἡμέρας ἀρχή· τὸ πρῶτον φῶς ἀπὸ τοῦ ἡλίου.
\n黎明:白昼的开始;来自太阳的第一道光。
Μεσημβρία χρόνος ἐν ᾧ τῶν σωμάτων αἱ σκιαὶ ἐλαχίστου μήκους κοινωνοῦσιν.
正午:物体的影子具有最短长度的时间。
Δείλη ἡμέρας τελευτή.
\n黄昏:白昼的结束。
Νὺξ σκότος τοὐναντίον ἡμέρᾳ· ἡλίου στέρησις.
\n黑夜:与白昼相反的黑暗;太阳的丧失。
Τύχη φορὰ ἐξ ἀδήλου εἰς ἄδηλον, καὶ ἡ ἐκ τοῦ αὐτομάτου αἰτία δαιμονίας πράξεως.
\n 运气:从不显明到不显明的运行,以及由自发引起的神圣行为的原因。
Γῆρας φθίσις ἐμψύχου ὑπὸ χρόνου γιγνομένη.
\n衰老:由时间引起的有灵魂之物的衰落。
Πνεῦμα κίνησις ἀέρος περὶ τὴν γῆν.
\n风:空气在地球周围的运动。
Ἀὴρ στοιχεῖον οὖ πᾶσαι αἱ κατὰ τόπον κινήσεις κατὰ φύσιν εἰσίν.
空气:所有空间运动自然而然发生于其之中的元素。
Οὐρανὸς σῶμα περιέχον πάντα τὰ αἰσθητὰ πλὴν αὐτοῦ τοῦ ἀνωτάτου ἀέρος.
\n 天空:包容除最高处的空气本身之外的所有可感事物的物体。
Ψυχὴ τὸ αὑτὸ κινοῦν· αἰτία κινήσεως ζωτικῆς ζῷων.
\n灵魂:自我运动者;生物生命运动的原因。
Δύναμις τὸ καθʼ αὑτὸ ποιητικόν.
\n能力:其自身具有产生作用之能力者。
Ὄψις ἕξις διακριτικὴ σωμάτων.
\n视觉:能够区分物体的状态。
Ὀστοῦν μυελὸς ὑπὸ θερμοῦ παγείς.
\n 骨骼:被热力凝固的髓。
Στοιχεῖον τὸ συνάγον καὶ διαλύον τὰ σύνθετα.
\n元素:结合并分解复合物者。
Ἀρετὴ διάθεσις ἡ βελτίστη· ἕξις θνητοῦ ζῴου καθʼ αὑτὴν ἐπαινετή· ἕξις καθʼ ἣν τὸ ἔχον ἀγαθὸν λέγεται· κοινωνία νόμων δικαία· διάθεσις, καθʼ ἣν τὸ ἔχον διακείμενον τελείως σπουδαῖον λέγεται· ἕξις ποιητικὴ εὐνομίας.
\n美德:最善的精神状态;可死生物自身值得称赞的状态;拥有它者被称为善的状态;法律的公正共同体;拥有它者被称为处于完美优秀状态的精神状态;产生良好秩序的状态。
Φρόνησις δύναμις ποιητικὴ καθʼ αὑτὴν τῆς ἀνθρώπου εὐδαιμονίας· ἐπιστήμη ἀγαθῶν καὶ κακῶν· διάθεσις καθʼ ἣν κρίνομεν τί πρακτέον καὶ τί οὐ πρακτέον.
\n 智慧:自身能产生人类幸福的能力;关于善与恶的知识;我们借以判断何者该做、何者不该做的精神状态。
Δικαιοσύνη ὁμόνοια τῆς ψυχῆς πρὸς αὑτήν, καὶ εὐταξία τῶν τῆς ψυχῆς μερῶν πρὸς ἄλληλά τε καὶ περὶ ἄλληλα· ἕξις διανεμητικὴ τοῦ κατʼ ἀξίαν ἑκάστῳ· ἕξις καθʼ ἣν ὁ ἔχων προαιρετικός ἐστιν τῶν φαινομένων αὐτῷ δικαίων· ἕξις ἐν βίῳ νόμου ὑπήκοος· ἰσότης κοινωνική· ἕξις ὑπηρετικὴ νόμων.
\n正义:灵魂自身的和谐,以及灵魂各部分之间及彼此关联的良好秩序;向每个人分配其应得之物的状态;拥有者借以选择对其显现为公正之物的状态;在生活中顺从法律的状态;社会平等;服务于法律的状态。
Σωφροσύνη μετριότης τῆς ψυχῆς περὶ τὰς ἐν αὐτῇ κατὰ φύσιν γιγνομένας ἐπιθυμίας τε καὶ ἡδονάς· εὐαρμοστία καὶ εὐταξία ψυχῆς πρὸς τὰς κατὰ φύσιν ἡδονὰς καὶ λύπας· συμφωνία ψυχῆς πρὸς τὸ ἄρχειν καὶ ἄρχεσθαι· αὐτοπραγία κατὰ φύσιν· εὐταξία ψυχῆς· λογιστικὴ ὁμιλία ψυχῆς περὶ καλῶν καὶ αἰσχρῶν· ἕξις καθʼ ἣν ὁ ἔχων αἱρετικός ἐστι καὶ εὐλαβητικὸς ὧν χρή.
\n节制:灵魂对于其内部自然产生的欲望和快乐的适度;灵魂针对自然快乐和痛苦的和谐与良好秩序;灵魂关于统治与被统治的契合;依自然的自我实践;灵魂的良好秩序;灵魂关于美与丑的理智交往;拥有者借以选择并规避其应当选择和规避之物的状态。
Ἀνδρεία ἕξις ψυχῆς ἀκίνητος ὑπὸ φόβου· θάρσος πολεμικόν· ἐπιστήμη τῶν κατὰ πόλεμον πραγμάτων· ἐγκράτεια ψυχῆς πρὸς τὰ φοβερὰ καὶ δεινά· τόλμα ὑπηρετικὴ φρονήσεως· εὐθαρσία ἐπὶ θανάτου προσδοκίᾳ· ἕξις διαφυλακτικὴ λογισμῶν ὀρθῶν ἐν κινδύνοις· ῥώμη πρὸς κίνδυνον ἀντίρροπος· ῥώμη καρτερικὴ πρὸς ἀρετήν· ἠρεμία ψυχῆς περὶ τὰ δεινὰ καὶ θαρσαλέα κατὰ τὸν ὀρθὸν λόγον φαινόμενα· σωτηρία δογμάτων ἀδήλων περὶ τὰ δεινὰ καὶ ἐμπειρία πολέμου· ἕξις ἐμμενητικὴ νόμου.
\n勇敢:灵魂不为恐惧所动的状态;军事上的大胆;关于战争事务的知识;灵魂对可怕与危险之物的自制;服务于智慧的大胆;在预料死亡时的自信;在危险中守护正确理性的状态;与危险抗衡的力量;奔向美德的坚忍力量;灵魂对于依据正确理性显现的可怕与令人胆大之物的平静;关于可怕事物之不明确学说的保存,以及战争的经验;坚守法律的状态。
Ἐγκράτεια δύναμις ὑπομενητικὴ λύπης· ἀκολούθησις τῷ ὀρθῷ λογισμῷ· δύναμις ἀνυπέρβλητος τοῦ ὑποληφθέντος ὀρθῷ λογισμῷ.
\n自制:能忍受痛苦的能力;顺从正确理性;关于被正确理性所接受之物不可逾越的力量。
Αὐτάρκεια τελειότης κτήσεως ἀγαθῶν· ἕξις καθʼ ἣν οἱ ἔχοντες αὐτοὶ αὑτῶν ἄρχουσιν.
\n 自足:获得善物的完美性;拥有者借以统治自身的状态。
Ἐπιείκεια δικαίων καὶ συμφερόντων ἐλάττωσις· μετριότης ἐν συμβολαίοις· εὐταξία ψυχῆς λογιστικῆς πρὸς τὰ καλὰ καὶ αἰσχρά.
\n公平:对公正和有益之物的让步;契约中的适度;理性灵魂对于美与丑的良好秩序。
Καρτερία ὑπομονὴ λύπης ἕνεκα τοῦ καλοῦ· ὑπομονὴ πόνων ἕνεκα τοῦ καλοῦ.
\n 坚忍:为了美而对痛苦的忍耐;为了美而对劳苦的忍耐。
Θάρσος ἀπροσδοκία κακοῦ· ἀνεκπληξία διὰ κακοῦ παρουσίαν.
\n大胆:不预料恶事;因恶事现前而不惊慌失措。
Ἀλυπία ἕξις καθʼ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς λύπας.
\n无忧:我们借以不陷于痛苦的状态。
Φιλοπονία ἕξις ἀποτελεστικὴ οὗ ἂν προέληται· καρτερία ἑκούσιος· ἕξις ἀδιάβλητος πρὸς πόνον.
\n 勤勉:能完成所选择之物的状态;自愿的坚忍;在劳苦面前不屈服的状态。
Αἰδὼς τολμήσεως ὑποχώρησις ἑκουσία δικαίως καὶ πρὸς τὸ βέλτιστον φανέν· καταλαβὴ ἑκουσία τοῦ βελτίστου· εὐλάβεια ὀρθοῦ ψόγου.
\n羞耻:为了正义和显现为最优之物而自愿从大胆行径中撤退;对最优之物的自愿把握;对正确指责的警惕。
Ἐλευθερία ἡγεμονία βίου· αὐτοκράτεια ἐπὶ παντί· ἐξουσία τοῦ καθʼ ἑαυτὸν ἐν βίῳ· ἀφειδία ἐν χρήσει καὶ ἐν κτήσει οὐσίας.
\n 自由:生活的自主支配;对一切事情的自主决定;在生活中对于自身事务的权力;在使用和获取财产时的慷慨大方。
Ἐλευθεριότης ἕξις πρὸς τὸ χρηματίζεσθαι ὡς δεῖ· πρόσθεσις καὶ κτῆσις οὐσίας ὡς χρή.
\n大方:关于依应有方式赚钱的状态;依需要增加和获取财产。
Πρᾳότης κατάστασις κινήσεως τῆς ὑπʼ ὀργῆς· κρᾶσις ψυχῆς σύμμετρος.
\n 温和:由愤怒引起的运动的平息;灵魂的适度调和。
Κοσμιότης ὕπειξις ἑκουσία πρὸς τὸ φανὲν βέλτιστον· εὐταξία περὶ κίνησιν σώματος.
\n端庄:对于显现为最优之物的自愿顺从;关于身体运动的良好秩序。
Εὐδαιμονία ἀγαθὸν ἐκ πάντων ἀγαθῶν συγκείμενον· δύναμις αὐτάρκης πρὸς τὸ εὖ ζῆν· τελειότης κατʼ ἀρετήν· ὠφελία αὐτάρκης ζῴου.
\n 幸福:由一切善物构成的善;对于过得好自足的能力;依据美德的完美;对生物而言自足的有用性。
Μεγαλοπρέπεια ἀξίωσις κατὰ λογισμὸν ὀρθὸν τὸν σεμνότατον.
\n宏伟:依据正确理性对最庄严之物的估价。