Humanitext Reader

柏拉图 · 法律篇后篇 §979-980

通过天体运行习得算术与灵魂的先在性

第 4 段,共 11 段 · 希腊语

内容简介

雅典人解释了人类如何通过观察月相和天体运行获得高级算术能力,并建议从灵魂本质上先于(年长于)身体这一宇宙论与神学论证开始,以此来定义真正的智慧。

§979ΑΘ. καὶ μέχρι μὲν τούτων τε καὶ ἐν τούτοις σύμπαν τὸ δυνατὸν τῶν ζῴων μάλα ἀριθμητικὸν γέγονε, τὸ καθʼ ἓν αὐτὸ σκοποῦν·
雅典人:在这范围内,所有可能的动物在只观察单独事物本身的时候,都变得非常具有算术能力。
τὸ δὲ πρὸς ἄλληλα πάντα ἀριθμὸν ἀεὶ λογίζεσθαι, δοκῶ μὲν μείζονος ἕνεκα, καὶ τούτου δὲ σελήνην, καθάπερ εἴπομεν, αὐξανομένην καὶ φθίνουσαν ἐμποιήσας, μῆνας πρὸς τὸν ἐνιαυτὸν συνεστήσατο, καὶ πάντα ἀριθμὸν πρὸς ἀριθμὸν ἤρξατο συνορᾶν εὐδαίμονι τύχῃ.
然而,至于总是将所有的数进行相互计算,我认为这是为了一个更伟大的目的。 为此,如我们所说,他创造了月亮的盈缺,使月份与年岁相协调,并以幸运的机缘,使人们开始共同观察每一个数与数之间的关系。
διὰ δὲ ταῦθʼ ἡμῖν καρποί τε καὶ ἐγκύμων ἡ γῆ γέγονεν, ὥστʼ εἶναι τροφὴν πᾶσι τοῖς ζῴοις, ἀνέμων τε καὶ ὑετῶν γιγνομένων οὐκ ἐξαισίων οὐδὲ ἀμέτρων·
由于这些,我们的作物和孕育的大地得以产生,从而使所有动物都有了食物,而风雨的产生也既非异常,亦非无度。
ἀλλʼ εἴ τι παρὰ ταῦτα γίγνεται πρὸς τὸ φλαῦρον, οὐ τὴν θείαν ἀλλὰ τὴν ἀνθρωπίνην αἰτιᾶσθαι χρὴ φύσιν, οὐκ ἐν δίκῃ διανέμουσαν τὸν αὑτῶν βίον.
但是,如果有任何与此相反的事情向着坏的方向发生,不应归咎于神圣的自然,而应归咎于人类的本性,因为他们没有公正地分配自己的生活。
ἡμῖν δʼ οὖν ζητοῦσιν περὶ νόμων σχεδὸν ἔδοξεν τὰ μὲν ἄλλα ῥᾴδιά τʼ εἶναι γνῶναι τὰ βέλτιστα ἀνθρώποις, καὶ πᾶς ἂν ἱκανὸς γίγνεσθαι καὶ συνεῖναι τὰ λεγόμενα καὶ ποιεῖν, εἰ γνοίη τί ποτʼ ἔστιν ὃ συμφέρειν εἰκὸς καὶ τί τὸ μὴ συμφέρον·
无论如何,对于我们这些探讨法律的人来说,其他事情似乎很容易知道对人类什么是最善的,而且只要知道什么是可能有益的,什么是不利的,任何人都能足够地理解并践行所说的话。
ἔδοξε δὴ καὶ νῦν ἔτι δοκεῖ τὰ μὲν ἄλλα ἐπιτηδεύματα πάντα οὐ σφόδρα χαλεπὰ εἶναι, τὸ δὲ τίνα τρόπον χρὴ γίγνεσθαι χρηστοὺς ἀνθρώπους παγχάλεπον.
确实,直到现在我们依然认为,所有其他的活动都不是非常困难的,但如何让人们变得善良却是极困难的。
καὶ τὰ μὲν ἄλλα αὖ πάντα κτᾶσθαι χρηστά, τὸ λεγόμενόν, καὶ δυνατὸν καὶ οὐ χαλεπόν, οὐσίαν τε ὅσην δεῖ καὶ μὴ δεῖ, καὶ σῶμα οἷόν τε δεῖ καὶ μή·
再者,所谓的,获取所有其他好的东西不仅是可能的,而且不难——包括需要与不需要的财产,需要与不需要的身体。
καὶ ψυχὴν ὅτι μὲν ἀγαθὴν δεῖ, συγχωρεῖ πᾶς παντί, τὸ δʼ ὅντινα τρόπον ἀγαθήν, ὅτι μὲν αὖ δικαίαν καὶ σώφρονα καὶ ἀνδρείαν, καὶ ταῦτα, ὅτι δὲ σοφήν, φησὶ μὲν πᾶς δεῖν, ἥντινα δὲ σοφίαν, ὡς ἄρτι διεληλύθαμεν, οὐδεὶς οὐδενὶ τὸ παράπαν ἔτι συνομολογεῖ τῶν πολλῶν.
每个人都对其他人同意灵魂必须是善良的,但至于以何种方式是善良的——在正义、节制和勇敢这些方面,大家也同意——但至于它必须是智慧的,每个人都说必须如此,但至于是什么样的智慧,正如我们刚才所详细讨论的,在众人中已经完全没有任何人与任何人达成一致。
νῦν οὖν δὴ παρὰ πάσας τὰς πρόσθεν σοφίας οὐ φαύλην τινὰ ἀνευρίσκομεν εἰς αὐτά γε ταῦτα, τὸ δοκεῖν σοφὸν εἶναι τόν γε μεμαθηκότα ἅπερ καὶ διεληλύθαμεν·
因此,现在在所有以前的智慧之外,我们发现了一种对于这些事情并非微不足道的智慧,即认为学习了我们刚才所详细讨论的内容的人就是智慧的。
εἰ δʼ ἔστιν σοφὸς ὁ ταῦτʼ ἐπιστήμων καὶ ἀγαθός, τούτου δὴ πέρι λόγον δεῖ λαβεῖν.
但是,精通这些内容的人是否就是智慧且善良的,关于这一点,我们必须进行讨论。
ΚΛ. ὦ ξένε, ὡς εἰκότως εἶπες ὅτι περὶ μεγάλων μεγάλα ἐπιχειρεῖς φράζειν.
克莱尼亚:外邦人啊,你理所当然地认为自己正在试图讨论关于伟大事情的伟大道理。
ΑΘ. οὐ γὰρ σμικρά, ὦ Κλεινία· τὸ δὲ χαλεπώτερον, ὅτι παντάπασι καὶ πάντως ἀληθῆ.
雅典人:因为这绝非小事,克莱尼亚;但更困难的是,这些完全且绝对是真实的。
ΚΛ. σφόδρα γε, ὦ ξένε· ἀλλʼ ὅμως μὴ ἀποκάμῃς λέγων ὃ φῄς.
克莱尼亚:确实如此,外邦人;但无论如何,请不要疲于宣讲你所说的话。
ΑΘ. ναί, μηδὲ σφὼ τοίνυν ἀκούοντε.
雅典人:好,那么你们两位听的人也请不要疲倦。
ΚΛ. ταῦτʼ ἔσται· καὶ ὑπὲρ ἀμφοῖν ἐγώ σοι φράζω.
克莱尼亚:会的,我代表我们两个人向你作此保证。
§980ΑΘ. καλῶς.
雅典人:很好。
ἐξ ἀρχῆς δὴ ῥητέον ἀνάγκῃ πρῶτον, ὡς φαίνεται, μάλιστα μὲν ἄν, εἰ δυνάμεθα ἑνὶ λαβεῖν ὀνόματι, τίς ἐστιν ἣν οἰόμεθα σοφίαν εἶναι, τοῦτο δʼ εἰ σφόδρα ἀδυνατοῦμεν, τὸ δεύτερον, τίνες εἰσίν ποτε καὶ ὁπόσαι τινές, ἅς τις λαβὼν σοφὸς ἂν εἴη κατὰ τὸν ἡμέτερον μῦθον.
我们必须从头开始,显然必须首先,如果可能的话用一个名字来把握,我们认为的智慧究竟是什么;如果这完全办不到,那么作为第二种方法,根据我们的故事,那是什么以及有多少种,人一旦掌握了就会成为智者。
ΚΛ. λέγοις ἄν.
克莱尼亚:请说吧。
ΑΘ. τὸ δὴ μετὰ τοῦτο ἀνεμέσητον τῷ νομοθέτῃ τὸ κάλλιον τῶν πρότερον εἰρημένων περὶ θεῶν καὶ ἄμεινον ἀπεικάζοντι λέγειν, οἷον παιδιᾷ καλῇ χρωμένῳ καὶ τιμῶντι θεούς, ὕμνοις τε καὶ εὐδαιμονίᾳ γεραίροντι διάγειν τὸν αὑτοῦ βίον.
雅典人:在此之后,对于立法者来说,通过比以前所说的更美丽、更妥善地描绘神明来发言,就如同使用一种美丽的娱乐,尊崇神明,用赞歌和幸福来荣耀他们,以此度过自己的一生,这并非是不妥的。
ΚΛ. ἦ καλῶς, ὦ ξένε, λέγεις.
克莱尼亚:外邦人啊,你说得好。
εἰ γάρ σοι τοῦτο τέλος εἴη τῶν νόμων, θεοὺς προσπαίσαντι καθαρώτερον δὲ διαγαγόντι τὸν βίον τῆς ἅμα τελευτῆς ἀρίστης τε καὶ καλλίστης τυχεῖν.
因为如果这是你法律的终点,即在与神明戏耍的同时,度过更纯洁的生活,同时获得最佳、最美满的归宿。
ΑΘ. πῶς οὖν, ὦ Κλεινία, λέγομεν;
雅典人:克莱尼亚,那么我们该怎么说呢?
ἦ δοκεῖ τοὺς θεοὺς ὑμνοῦντες σφόδρα τιμῶμεν, εὐχόμενοι τὰ κάλλιστα καὶ ἄριστα περὶ αὐτῶν ἐπιέναι λέγειν ἡμῖν;
难道我们在歌颂神明时,高度尊崇他们,祈祷关于他们最美、最善的事物降临到我们口中吗?
οὕτως ἢ πῶς λέγεις;
是这样,还是你怎么说?
ΚΛ. θαυμαστῶς μὲν οὖν οὕτως.
克莱尼亚:正是如此,令人惊叹。
ἀλλʼ, ὦ δαιμόνιε, πιστεύσας τοῖς θεοῖς εὔχου τε καὶ λέγε τὸν ἐπιόντα σοι λόγον τῶν καλῶν περὶ τοὺς θεούς τε καὶ τὰς θεάς.
但是,高尚的人啊,请信赖神明,并祈祷和说出降临于你的、关于诸神与女神的美好言辞吧。
ΑΘ. ἔσται ταῦτα, ἂν αὐτὸς ὁ θεὸς ἡμῖν ὑφηγῆται.
雅典人:如果神亲自引导我们,就会是这样。
συνεύχου μόνον.
只要一同祈祷。
ΚΛ. λέγοις ἂν τὸ μετὰ τοῦτο.
克莱尼亚:请说接下来的内容。
ΑΘ. θεογονίαν τοίνυν καὶ ζῳογονίαν ἀναγκαῖον, ὡς ἔοικεν, πρῶτόν μοι, κακῶς ἀπεικασάντων τῶν ἔμπροσθεν, βέλτιον ἀπεικάσαι κατὰ τὸν ἔμπροσθεν λόγον, ἀναλαβόντα ὃν πρὸς τοὺς ἀσεβεῖς ἐπικεχείρηκα λέγων, φράζων ὡς εἰσὶν θεοὶ ἐπιμελούμενοι πάντων, σμικρῶν καὶ μειζόνων, καὶ σχεδὸν ἀπαραμύθητοι τῶν περὶ τὰ δίκαιά εἰσιν πράγματα— εἰ δὴ μέμνησθέ γε, ὦ Κλεινία·
雅典人:那么,神明的生成和动物的生成,看来我必须首先,由于前人描绘得不好,根据前的论述进行更好的描绘。
ἐλάβετε μὲν γὰρ δὴ καὶ ὑπομνήματα—καὶ γὰρ ἦν τὰ ῥηθέντα τότε καὶ μάλα ἀληθῆ·
我们需要重新提起我曾试图对那些不敬神者说过的论证,说明神是存在的,他们关照一切大小事务,并且在关于正义的事情上是几乎不容说情的——如果你们还记得的话,克莱尼亚;因为你们确实得到了备忘录——而且当时所说的话确实非常真实。
τόδε δὲ αὐτῶν ἦν τὸ μέγιστον, ὅτι πρεσβύτερον εἴη ψυχὴ σώματος ἅπασα παντός—ἆρα μέμνησθε;
而其中最重要的一点是,任何灵魂都比一切身体更年长——你们记得吗?
ἢ πάντως που τοῦτό γε;
或者,这一条无论如何都是记得的吧?
—ὃ γὰρ ἄμεινον καὶ παλαιότερον καὶ θεοειδέστερον, πιθανὸν ὅτι τοῦ νέου καὶ νεωτέρου καὶ ἀτιμοτέρου, πανταχῇ τε ἄρχον ἀρχομένου πρεσβύτερον καὶ ἄγον ἀγομένου πάντῃ.
——因为那更善、更古老、更神圣的东西,比那新的、更年轻、更低贱的东西,在一切方面起支配作用,引导被支配者,比它更年长是合情合理的。
λάβωμεν δὴ τοῦτό γε, ὡς ψυχὴ πρεσβύτερόν ἐστι σώματος.
让我们把握住这一点,即灵魂比身体更年长。

词汇与语法注释

  1. 979aτὸ δὲ πρὸς ἄλληλα πάντα ἀριθμὸν ἀεὶ λογίζεσθαι — 句首的这一结构是名词性不定式短语,与前文对单一事物的观察(τὸ καθʼ ἓν αὐτὸ σκοποῦν)形成对比(δέ)。整个短语作为逻辑上的主语或表示主题的宾格,引入了后续关于月份和年份的宇宙秩序化论述。
  2. 979bοὐ τὴν θείαν ἀλλὰ τὴν ἀνθρωπίνην αἰτιᾶσθαι χρὴ φύσιν — 非人称动词 χρή 支配宾格与不定式结构(A.C.I.),其中宾格名词 φύσιν 作为不定式 αἰτιᾶσθαι(应当归咎)的逻辑主语。现在分词 διανέμουσαν 为宾格阴性单数,与 φύσιν 保持一致。
  3. 980aμάλιστα μὲν ἄν, εἰ δυνάμεθα — 语气词 ἄν 与省略的动词(如 ῥητέον εἴη 或 λέγοιμεν)构成了表示潜在可能性的表达。虽然条件从句 εἰ δυνάμεθα 使用了直陈式现在时以表示简单的假设,但与主句中由 ἄν 引导的潜在表达结合,传达了说话者谨慎、委婉的态度(“如果可能的话,尽管这也许很难”)。
  4. 980dὅτι πρεσβύτερον εἴη ψυχὴ σώματος — 呼应主句的过去时动词 ἦν(或过去的语境),间接引语中的动词使用了斜式希求语气 εἴη。名词 σώματος 是受比较级形容词 πρεσβύτερον 支配的“比较属格”。

引用这一段

柏拉图, 法律篇后篇 §979-980. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg035.humanitext-grc2:979-980

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。