§981ΑΘ. εἰ δʼ ἔχει τοῦτο οὕτως, τό γε πρῶτον ἡμῖν τοῦ πρώτου τῆς γενέσεως πιθανώτερον ἂν εἴη σχεδὸν ὑπηργμένον·
雅典人:但如果这是真的,那么关于最初生成的首要论点,对我们来说几乎可以说是作为更可靠的前提而已经存在了。
καὶ θῶμεν δὴ τὴν ἀρχὴν τῆς ἀρχῆς εὐσχημονέστερον ἔχειν, καὶ τῶν μεγίστων σοφίας περὶ θεῶν γενέσεως ὀρθότατα ἐπιβαίνειν ἡμᾶς.
让我们设定:开端的开端处于更妥当的状态,而我们正最正确地探讨关于神明生成的最大智慧。
ΚΛ. ἔστω ταῦτα εἰς δύναμιν λεγόμενα.
克莱尼亚:姑且认为这些话是在我们能力范围内说出的吧。
ΑΘ. φέρε δή, ζῷόν γε ἀληθέστατα λέγεσθαι κατὰ φύσιν φῶμεν τοῦτό γε, ὅταν μία συνελθοῦσα σύστασις ψυχῆς καὶ σώματος ἀποτέκῃ μίαν μορφήν;
雅典人:那么,我们是否应当说,当灵魂与身体结合而成的单一构造产出一个单一形态时,这最真实地依照自然被称为“生物”?
ΚΛ. ὀρθῶς.
克莱尼亚:正确。
ΑΘ. ζῷον μὲν δὴ τὸ τοιοῦτον καλεῖται δικαιότατα;
雅典人:那么,这样的东西最理所当然地被称为“生物”吗?
ΚΛ. ναί.
克莱尼亚:是的。
ΑΘ. στερεὰ δὲ σώματα λέγεσθαι χρὴ κατὰ τὸν εἰκότα λόγον πέντε, ἐξ ὧν κάλλιστα καὶ ἄριστά τις ἂν πλάττοι, τὸ δὲ ἄλλο γένος ἅπαν ἔχει μορφὴν μίαν·
雅典人:但根据合理的论说,应当说立体身体有五种,人们可以用它们塑造出最美、最善的东西,而所有其他的类则具有单一形态。
οὐ γάρ ἐστιν ἀσώματον ὅτι τʼ ἄλλο γίγνοιτʼ ἂν καὶ χρῶμα οὐδὲν οὐδαμῶς οὐδέποτʼ ἔχον, πλὴν τὸ θειότατον ὄντως ψυχῆς γένος.
因为除那真正最神圣的灵魂之类以外,其他任何事物都绝不可能是无体的,且在任何时候以任何方式都没有颜色。
τοῦτο δʼ ἐστὶ σχεδὸν ᾧ μόνῳ πλάττειν καὶ δημιουργεῖν προσήκει, σώματι δέ, ὃ λέγομεν, πλάττεσθαι καὶ γίγνεσθαι καὶ ὁρᾶσθαι·
而这几乎是唯一适合塑造和创造的,至于我们所说的身体,则适合被塑造、生成和被看见。
τῷ δέ—λέγωμεν πάλιν· οὐ γὰρ ἅπαξ ῥητέον—ἀοράτῳ τε εἶναι καὶ γιγνώσκοντι νοητῷ τε, μνήμης μεταλαβόντι λογισμοῦ τε ἐν περιτταῖς τε καὶ ἀρτίαις ἅμα μεταβολαῖς.
但对于另一者——让我们再说一遍,因为这不该只说一次——则适合是无形的、认知的、理性的,在奇数和偶数的交替中同时分享记忆与推理。
πέντε οὖν ὄντων τῶν σωμάτων, πῦρ χρὴ φάναι καὶ ὕδωρ εἶναι καὶ τρίτον ἀέρα, τέταρτον δὲ γῆν, πέμπτον δὲ αἰθέρα, τούτων δʼ ἐν ἡγεμονίαις ἕκαστον ζῷον πολὺ καὶ παντοδαπὸν ἀποτελεῖσθαι.
因此,既然存在五种身体,我们应当说有火、水、第三是空气、第四是土、第五是以太,并且在它们各自的主导下,产生出许多且各种各样的生物。
μαθεῖν δὲ καθʼ ἓν ὧδʼ ἔστιν χρεών.
我们必须如下这样逐一了解。
γήινον μὲν τιθῶμεν τὸ πρῶτον ἡμῖν ἕν, πάντας μὲν ἀνθρώπους, πάντα δὲ ὅσα πολύποδα καὶ ἄποδα, καὶ ὅσα πορεύσιμα καὶ ὅσα μόνιμα, διειλημμένα ῥίζαις·
让我们首先为自己设定一种属于土的生物:所有人类,所有多足和无足的,能行走的和通过根固定不动的。
τὸ δὲ ἓν αὐτοῦ τόδε νομίζειν δεῖ, ὡς πάντα μὲν ἐξ ἁπάντων ταῦτʼ ἔστιν τῶν γενῶν, τὸ δὲ πολὺ τούτου γῆς ἐστιν καὶ τῆς στερεμνίας φύσεως.
但我们必须认为这有其单一的特征,即虽然所有这些都由一切种类组成,但其主要部分是土和坚固的本性。
ἄλλο δὲ χρὴ ζῴου γένος θεῖναι δεύτερον γιγνόμενον ἅμα καὶ δυνατὸν ὁρᾶσθαι· τὸ γὰρ πλεῖστον πυρὸς ἔχει, ἔχει μὴν γῆς τε καὶ ἀέρος, ἔχει δὲ καὶ ἁπάντων τῶν ἄλλων βραχέα μέρη, διὸ δὴ ζῷά τε ἐξ αὐτῶν παντοδαπὰ γίγνεσθαι χρὴ φάναι καὶ ὁρώμενα, νομίσαι δὲ δὴ δεῖ πάλιν τὰ κατʼ οὐρανὸν ζῴων γένη, ὃ δὴ πᾶν χρὴ φάναι θεῖον γένος ἄστρων γεγονέναι, σώματος μὲν τυχὸν καλλίστου, ψυχῆς δʼ εὐδαιμονεστάτης τε καὶ ἀρίστης.
我们还必须设定另一种同时生成且可见的第二种生物;因为它是含火最多的,但也含有土和空气,并含有所有其他元素的微小部分,因此确实应当说,各种各样可见的生物是由它们产生的。 此外,我们还必须考虑天空中的生物种类,应当说这完全是星辰的神圣种类,它们获得了最美的身体和最幸福、最善的灵魂。
δυοῖν δὲ αὐτοῖς μοιρῶν τὴν ἑτέραν χρὴ δόξῃ μεταδιδόναι σχεδόν· ἢ γὰρ ἀνώλεθρόν τε καὶ ἀθάνατον ἕκαστον αὐτῶν εἶναι καὶ θεῖον τὸ παράπαν ἐξ ἁπάσης ἀνάγκης, ἤ τινα μακραίωνα βίον ἔχειν ἱκανὸν ἑκάστῳ ζωῆς, ἧς οὐδέν τι πλείονος ἂν προσδεῖσθαί ποτε.
我们必须在意见中为它们分配两种命运中的几乎一种:要么它们之中的每一个凭借绝对的必然性,是完全不灭、不死且神圣的;要么拥有对各自的生命而言足够长久的寿命,而它们绝不需要任何更多的寿命。