§979ΑΘ. καὶ μέχρι μὲν τούτων τε καὶ ἐν τούτοις σύμπαν τὸ δυνατὸν τῶν ζῴων μάλα ἀριθμητικὸν γέγονε, τὸ καθʼ ἓν αὐτὸ σκοποῦν·
アテナイ人:そして、これらのこと、およびこれらの範囲内において、すべての可能な生き物は、個々のものをそれ自体として観察する限りにおいて、大いに数を知る者となりました。
τὸ δὲ πρὸς ἄλληλα πάντα ἀριθμὸν ἀεὶ λογίζεσθαι, δοκῶ μὲν μείζονος ἕνεκα, καὶ τούτου δὲ σελήνην, καθάπερ εἴπομεν, αὐξανομένην καὶ φθίνουσαν ἐμποιήσας, μῆνας πρὸς τὸν ἐνιαυτὸν συνεστήσατο, καὶ πάντα ἀριθμὸν πρὸς ἀριθμὸν ἤρξατο συνορᾶν εὐδαίμονι τύχῃ.
しかし、すべての数を相互に比較して常に計算することについては、私はより大きな目的のためであると考えます。 そしてこのために、月を、私たちが言ったように、満ち欠けするものとして配置し、月々を年に向けて組織し、幸運な運命のもとに、あらゆる数と数を相互に見通し始めさせました。
διὰ δὲ ταῦθʼ ἡμῖν καρποί τε καὶ ἐγκύμων ἡ γῆ γέγονεν, ὥστʼ εἶναι τροφὴν πᾶσι τοῖς ζῴοις, ἀνέμων τε καὶ ὑετῶν γιγνομένων οὐκ ἐξαισίων οὐδὲ ἀμέτρων·
そしてこれらのおかげで、私たちに実り豊かな大地が生じ、すべての生き物のための糧が存在するようになり、風や雨が異常であったり不適度であったりすることなく生じるようになりました。
ἀλλʼ εἴ τι παρὰ ταῦτα γίγνεται πρὸς τὸ φλαῦρον, οὐ τὴν θείαν ἀλλὰ τὴν ἀνθρωπίνην αἰτιᾶσθαι χρὴ φύσιν, οὐκ ἐν δίκῃ διανέμουσαν τὸν αὑτῶν βίον.
しかし、もしこれらに反して何かが悪い方向へ生じることがあるなら、それは神的な性質ではなく、人間の本性を非難すべきです。 自らの人生を正しく割り振っていないからです。
ἡμῖν δʼ οὖν ζητοῦσιν περὶ νόμων σχεδὸν ἔδοξεν τὰ μὲν ἄλλα ῥᾴδιά τʼ εἶναι γνῶναι τὰ βέλτιστα ἀνθρώποις, καὶ πᾶς ἂν ἱκανὸς γίγνεσθαι καὶ συνεῖναι τὰ λεγόμενα καὶ ποιεῖν, εἰ γνοίη τί ποτʼ ἔστιν ὃ συμφέρειν εἰκὸς καὶ τί τὸ μὴ συμφέρον·
ともかく、法律について探求している私たちにとって、他の事柄は人間にとって最善のものを知るのが容易であり、何が有益であり、何が有益でないかを知りさえすれば、すべての人が十分に、語られていることを理解し、実行することができるようになると思われました。
ἔδοξε δὴ καὶ νῦν ἔτι δοκεῖ τὰ μὲν ἄλλα ἐπιτηδεύματα πάντα οὐ σφόδρα χαλεπὰ εἶναι, τὸ δὲ τίνα τρόπον χρὴ γίγνεσθαι χρηστοὺς ἀνθρώπους παγχάλεπον.
実際、これまでも、また今でも、他のすべての営みはそれほど難しくはないと思われますが、人間がどのような方法で善い人間になるべきかということは極めて困難であると思われます。
καὶ τὰ μὲν ἄλλα αὖ πάντα κτᾶσθαι χρηστά, τὸ λεγόμενόν, καὶ δυνατὸν καὶ οὐ χαλεπόν, οὐσίαν τε ὅσην δεῖ καὶ μὴ δεῖ, καὶ σῶμα οἷόν τε δεῖ καὶ μή·
そしてまた、いわゆる、他のすべての善いものを獲得することは可能であり、難しくもありません。 必要な、あるいは必要でないほどの財産や、必要な、あるいは必要でないほどの体を獲得することは。
καὶ ψυχὴν ὅτι μὲν ἀγαθὴν δεῖ, συγχωρεῖ πᾶς παντί, τὸ δʼ ὅντινα τρόπον ἀγαθήν, ὅτι μὲν αὖ δικαίαν καὶ σώφρονα καὶ ἀνδρείαν, καὶ ταῦτα, ὅτι δὲ σοφήν, φησὶ μὲν πᾶς δεῖν, ἥντινα δὲ σοφίαν, ὡς ἄρτι διεληλύθαμεν, οὐδεὶς οὐδενὶ τὸ παράπαν ἔτι συνομολογεῖ τῶν πολλῶν.
また、魂が善くなければならないということは誰もが認めますが、どのような方法で善いのか、すなわち、正義、節制、勇敢については誰もが同意するものの、知恵が必要であるということについては誰もが必要だと言うのに、どのような知恵が必要なのかについては、今しがた詳しく語ったように、多くの人々の間でもはや全く誰も合意していません。
νῦν οὖν δὴ παρὰ πάσας τὰς πρόσθεν σοφίας οὐ φαύλην τινὰ ἀνευρίσκομεν εἰς αὐτά γε ταῦτα, τὸ δοκεῖν σοφὸν εἶναι τόν γε μεμαθηκότα ἅπερ καὶ διεληλύθαμεν·
そこで今や、私たちはこれまでのすべての知恵をよそに、まさにこれらのこと、すなわち私たちが詳しく語ったまさにそのことを学んだ人が、賢いと思われるような、決して悪くない知恵を見出しています。
εἰ δʼ ἔστιν σοφὸς ὁ ταῦτʼ ἐπιστήμων καὶ ἀγαθός, τούτου δὴ πέρι λόγον δεῖ λαβεῖν.
しかし、これらのことを知っている人が賢く、かつ善い人であるかどうかについては、議論を行わねばなりません。
ΚΛ. ὦ ξένε, ὡς εἰκότως εἶπες ὅτι περὶ μεγάλων μεγάλα ἐπιχειρεῖς φράζειν.
クレイニアス:異邦人よ、あなたが大いなる事柄について、大いなることを語ろうとしているのは当然のことです。
ΑΘ. οὐ γὰρ σμικρά, ὦ Κλεινία·
アテナイ人:クレイニアスよ、小事ではないからです。
τὸ δὲ χαλεπώτερον, ὅτι παντάπασι καὶ πάντως ἀληθῆ.
しかしより困難なのは、これが完全に、かつ絶対的に真実だということです。
ΚΛ. σφόδρα γε, ὦ ξένε·
クレイニアス:まさにその通りです、異邦人よ。
ἀλλʼ ὅμως μὴ ἀποκάμῃς λέγων ὃ φῄς.
しかし、あなたが言っていることを語るのに疲れないでください。
ΑΘ. ναί, μηδὲ σφὼ τοίνυν ἀκούοντε.
アテナイ人:ええ、あなた方二人も聞くことに疲れないでください。
ΚΛ. ταῦτʼ ἔσται·
クレイニアス:そのようにしましょう。
καὶ ὑπὲρ ἀμφοῖν ἐγώ σοι φράζω.
二人の代わりに私があなたにそう言っておきます。
§980ΑΘ. καλῶς.
アテナイ人:結構です。
ἐξ ἀρχῆς δὴ ῥητέον ἀνάγκῃ πρῶτον, ὡς φαίνεται, μάλιστα μὲν ἄν, εἰ δυνάμεθα ἑνὶ λαβεῖν ὀνόματι, τίς ἐστιν ἣν οἰόμεθα σοφίαν εἶναι, τοῦτο δʼ εἰ σφόδρα ἀδυνατοῦμεν, τὸ δεύτερον, τίνες εἰσίν ποτε καὶ ὁπόσαι τινές, ἅς τις λαβὼν σοφὸς ἂν εἴη κατὰ τὸν ἡμέτερον μῦθον.
では、どうしても最初からまず語らねばなりません。 どうやら、もし可能なら一つの名前で捉えたいのですが、私たちが知恵であると思っているものは何なのかを。 もしそれが全く不可能なら、第二の方法として、私たちの物語に従って、それを受け取った者が賢くなるようなものは何であり、どれほどあるのかを。
ΚΛ. λέγοις ἄν.
クレイニアス:どうぞ語ってください。
ΑΘ. τὸ δὴ μετὰ τοῦτο ἀνεμέσητον τῷ νομοθέτῃ τὸ κάλλιον τῶν πρότερον εἰρημένων περὶ θεῶν καὶ ἄμεινον ἀπεικάζοντι λέγειν, οἷον παιδιᾷ καλῇ χρωμένῳ καὶ τιμῶντι θεούς, ὕμνοις τε καὶ εὐδαιμονίᾳ γεραίροντι διάγειν τὸν αὑτοῦ βίον.
アテナイ人:その後に続くのは、立法者にとって、美しい遊びを用い、神々を敬い、讃歌と幸福をもって敬意を表しながら自らの人生を過ごすことで、神々について以前に語られたことよりも、美しく、より良く描いて語ることが、非難されないということです。
ΚΛ. ἦ καλῶς, ὦ ξένε, λέγεις.
クレイニアス:異邦人よ、あなたは見事に語っています。
εἰ γάρ σοι τοῦτο τέλος εἴη τῶν νόμων, θεοὺς προσπαίσαντι καθαρώτερον δὲ διαγαγόντι τὸν βίον τῆς ἅμα τελευτῆς ἀρίστης τε καὶ καλλίστης τυχεῖν.
というのも、もしこれがあなたの法律の目的であり、神々と戯れつつ、より清らかに人生を過ごして、同時に最も優れ、最も美しい最期を迎えることになるなら。
ΑΘ. πῶς οὖν, ὦ Κλεινία, λέγομεν;
アテナイ人:クレイニアスよ、ではどのように語りましょうか。
ἦ δοκεῖ τοὺς θεοὺς ὑμνοῦντες σφόδρα τιμῶμεν, εὐχόμενοι τὰ κάλλιστα καὶ ἄριστα περὶ αὐτῶν ἐπιέναι λέγειν ἡμῖν;
神々を讃美しながら、私たちは彼らを大いに敬い、彼らについて最も美しく最も優れたことが私たちの語る言葉として訪れるよう祈るのでしょうか。
οὕτως ἢ πῶς λέγεις;
そのようにでしょうか、それともどのようにあなたは言いますか。
ΚΛ. θαυμαστῶς μὲν οὖν οὕτως.
クレイニアス:まさに驚くべきことにその通りです。
ἀλλʼ, ὦ δαιμόνιε, πιστεύσας τοῖς θεοῖς εὔχου τε καὶ λέγε τὸν ἐπιόντα σοι λόγον τῶν καλῶν περὶ τοὺς θεούς τε καὶ τὰς θεάς.
しかし、尊き人よ、神々を信じて、神々と女神たちに関する美しい事柄について、あなたに訪れる言葉を祈り、かつ語ってください。
ΑΘ. ἔσται ταῦτα, ἂν αὐτὸς ὁ θεὸς ἡμῖν ὑφηγῆται.
アテナイ人:神ご自身が先導してくだされば、そのようになるでしょう。
συνεύχου μόνον.
ただ、共に祈ってください。
ΚΛ. λέγοις ἂν τὸ μετὰ τοῦτο.
クレイニアス:その先を語ってください。
ΑΘ. θεογονίαν τοίνυν καὶ ζῳογονίαν ἀναγκαῖον, ὡς ἔοικεν, πρῶτόν μοι, κακῶς ἀπεικασάντων τῶν ἔμπροσθεν, βέλτιον ἀπεικάσαι κατὰ τὸν ἔμπροσθεν λόγον, ἀναλαβόντα ὃν πρὸς τοὺς ἀσεβεῖς ἐπικεχείρηκα λέγων, φράζων ὡς εἰσὶν θεοὶ ἐπιμελούμενοι πάντων, σμικρῶν καὶ μειζόνων, καὶ σχεδὸν ἀπαραμύθητοι τῶν περὶ τὰ δίκαιά εἰσιν πράγματα— εἰ δὴ μέμνησθέ γε, ὦ Κλεινία·
アテナイ人:そうであれば、神々の生成と生き物の生成について、先人たちが不十分に描いたのに対して、以前の議論に従って、私がより良く描くことが、どうやら必要です。 あの不信心な者たちに対して私が語ろうとした議論、すなわち、神々は存在し、大小のすべての事柄に配慮しており、正義の事柄に関して決して説得されないということを語ったあの議論を取り上げながら。 ――クレイニアスよ、もし覚えているなら。
ἐλάβετε μὲν γὰρ δὴ καὶ ὑπομνήματα—καὶ γὰρ ἦν τὰ ῥηθέντα τότε καὶ μάλα ἀληθῆ·
というのも、あなた方は覚書も手に入れましたから。 そして、当時語られたことは極めて真実でした。
τόδε δὲ αὐτῶν ἦν τὸ μέγιστον, ὅτι πρεσβύτερον εἴη ψυχὴ σώματος ἅπασα παντός—ἆρα μέμνησθε;
彼らのことについての最も重要なことは、すべての魂が、すべての身体よりも年長であるということでした。
ἢ πάντως που τοῦτό γε;
――覚えていますか、それともこれだけは絶対に覚えていますか。
—ὃ γὰρ ἄμεινον καὶ παλαιότερον καὶ θεοειδέστερον, πιθανὸν ὅτι τοῦ νέου καὶ νεωτέρου καὶ ἀτιμοτέρου, πανταχῇ τε ἄρχον ἀρχομένου πρεσβύτερον καὶ ἄγον ἀγομένου πάντῃ.
――より優れ、より古く、より神に似ているものは、新しく、より若く、より価値の低いものよりも、あらゆる点で支配し、あらゆる点で導くものであり、それより年長であるというのはもっともだからです。
λάβωμεν δὴ τοῦτό γε, ὡς ψυχὴ πρεσβύτερόν ἐστι σώματος.
では、これを受け入れましょう、魂は身体よりも年長であるということを。