← プラトン

エピノミス

§979-980

天体の運行による算術の獲得と魂の先行性

アテナイ人は、月や天体の運行の観察を通じて人間が高度な算術能力を獲得したことを説明し、真の知恵とは何であるかを定義するために、まず魂が身体よりも本質的に先立つ(年長である)という宇宙論的・神学的な議論から開始することを提案します。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§979

ΑΘ. καὶ μέχρι μὲν τούτων τε καὶ ἐν τούτοις σύμπαν τὸ δυνατὸν τῶν ζῴων μάλα ἀριθμητικὸν γέγονε, τὸ καθʼ ἓν αὐτὸ σκοποῦν· τὸ δὲ πρὸς ἄλληλα πάντα ἀριθμὸν ἀεὶ λογίζεσθαι,1 δοκῶ μὲν μείζονος ἕνεκα, καὶ τούτου δὲ σελήνην, καθάπερ εἴπομεν, αὐξανομένην καὶ φθίνουσαν ἐμποιήσας, μῆνας πρὸς τὸν ἐνιαυτὸν συνεστήσατο, καὶ πάντα ἀριθμὸν πρὸς ἀριθμὸν ἤρξατο συνορᾶν εὐδαίμονι τύχῃ. διὰ δὲ ταῦθʼ ἡμῖν καρποί τε καὶ ἐγκύμων ἡ γῆ γέγονεν, ὥστʼ εἶναι τροφὴν πᾶσι τοῖς ζῴοις, ἀνέμων τε καὶ ὑετῶν γιγνομένων οὐκ ἐξαισίων οὐδὲ ἀμέτρων· ἀλλʼ εἴ τι παρὰ ταῦτα γίγνεται πρὸς τὸ φλαῦρον, οὐ τὴν θείαν ἀλλὰ τὴν ἀνθρωπίνην αἰτιᾶσθαι χρὴ φύσιν,2 οὐκ ἐν δίκῃ διανέμουσαν τὸν αὑτῶν βίον. ἡμῖν δʼ οὖν ζητοῦσιν περὶ νόμων σχεδὸν ἔδοξεν τὰ μὲν ἄλλα ῥᾴδιά τʼ εἶναι γνῶναι τὰ βέλτιστα ἀνθρώποις, καὶ πᾶς ἂν ἱκανὸς γίγνεσθαι καὶ συνεῖναι τὰ λεγόμενα καὶ ποιεῖν, εἰ γνοίη τί ποτʼ ἔστιν ὃ συμφέρειν εἰκὸς καὶ τί τὸ μὴ συμφέρον· ἔδοξε δὴ καὶ νῦν ἔτι δοκεῖ τὰ μὲν ἄλλα ἐπιτηδεύματα πάντα οὐ σφόδρα χαλεπὰ εἶναι, τὸ δὲ τίνα τρόπον χρὴ γίγνεσθαι χρηστοὺς ἀνθρώπους παγχάλεπον. καὶ τὰ μὲν ἄλλα αὖ πάντα κτᾶσθαι χρηστά, τὸ λεγόμενόν, καὶ δυνατὸν καὶ οὐ χαλεπόν, οὐσίαν τε ὅσην δεῖ καὶ μὴ δεῖ, καὶ σῶμα οἷόν τε δεῖ καὶ μή· καὶ ψυχὴν ὅτι μὲν ἀγαθὴν δεῖ, συγχωρεῖ πᾶς παντί, τὸ δʼ ὅντινα τρόπον ἀγαθήν, ὅτι μὲν αὖ δικαίαν καὶ σώφρονα καὶ ἀνδρείαν, καὶ ταῦτα, ὅτι δὲ σοφήν, φησὶ μὲν πᾶς δεῖν, ἥντινα δὲ σοφίαν, ὡς ἄρτι διεληλύθαμεν, οὐδεὶς οὐδενὶ τὸ παράπαν ἔτι συνομολογεῖ τῶν πολλῶν. νῦν οὖν δὴ παρὰ πάσας τὰς πρόσθεν σοφίας οὐ φαύλην τινὰ ἀνευρίσκομεν εἰς αὐτά γε ταῦτα, τὸ δοκεῖν σοφὸν εἶναι τόν γε μεμαθηκότα ἅπερ καὶ διεληλύθαμεν· εἰ δʼ ἔστιν σοφὸς ὁ ταῦτʼ ἐπιστήμων καὶ ἀγαθός, τούτου δὴ πέρι λόγον δεῖ λαβεῖν. ΚΛ. ὦ ξένε, ὡς εἰκότως εἶπες ὅτι περὶ μεγάλων μεγάλα ἐπιχειρεῖς φράζειν. ΑΘ. οὐ γὰρ σμικρά, ὦ Κλεινία· τὸ δὲ χαλεπώτερον, ὅτι παντάπασι καὶ πάντως ἀληθῆ. ΚΛ. σφόδρα γε, ὦ ξένε· ἀλλʼ ὅμως μὴ ἀποκάμῃς λέγων ὃ φῄς. ΑΘ. ναί, μηδὲ σφὼ τοίνυν ἀκούοντε. ΚΛ. ταῦτʼ ἔσται· καὶ ὑπὲρ ἀμφοῖν ἐγώ σοι φράζω.

アテナイ人:そして、これらのこと、およびこれらの範囲内において、すべての可能な生き物は、個々のものをそれ自体として観察する限りにおいて、大いに数を知る者となりました。しかし、すべての数を相互に比較して常に計算することについては、私はより大きな目的のためであると考えます。そしてこのために、月を、私たちが言ったように、満ち欠けするものとして配置し、月々を年に向けて組織し、幸運な運命のもとに、あらゆる数と数を相互に見通し始めさせました。そしてこれらのおかげで、私たちに実りと身ごもった大地が生じ、すべての生き物のための糧が存在するようになり、風や雨が異常であったり不適度であったりすることなく生じるようになりました。しかし、もしこれらに反して何かが悪い方向へ生じることがあるなら、それは神的な性質ではなく、人間の本性を非難すべきです。自らの人生を正しく割り振っていないからです。ともかく、法律について探求している私たちにとって、他の事柄は人間にとって最善のものを知るのが容易であり、何が有益であり、何が有益でないかを知りさえすれば、すべての人が十分に、語られていることを理解し、実行することができるようになると思われました。実際、これまでも、また今でも、他のすべての営みはそれほど難しくはないと思われますが、人間がどのような方法で善い人間になるべきかということは極めて困難であると思われます。そしてまた、いわゆる、他のすべての善いものを獲得することは可能であり、難しくもありません。必要な、あるいは必要でないほどの財産や、必要な、あるいは必要でないほどの体を獲得することは。また、魂が善くなければならないということは誰もが認めますが、どのような方法で善いのか、すなわち、正義、節制、勇敢については誰もが同意するものの、知恵が必要であるということについては誰もが必要だと言うのに、どのような知恵が必要なのかについては、今しがた詳しく語ったように、多くの人々の間でもはや全く誰も合意していません。そこで今や、私たちはこれまでのすべての知恵をよそに、まさにこれらのこと、すなわち私たちが詳しく語ったまさにそのことを学んだ人が、賢いと思われるような、決して悪くない知恵を見出しています。しかし、これらのことを知っている人が賢く、かつ善い人であるかどうかについては、議論を行わねばなりません。 クレイニアス:客人よ、あなたが大いなる事柄について、大いなることを語ろうとしているのは当然のことです。 アテナイ人:クレイニアスよ、小事ではないからです。しかしより困難なのは、これが完全に、かつ絶対的に真実だということです。 クレイニアス:まさにその通りです、客人よ。しかし、あなたが言っていることを語るのに疲れないでください。 アテナイ人:ええ、あなた方二人も聞くことに疲れないでください。 クレイニアス:そのようにしましょう。二人の代わりに私があなたにそう言っておきます。

§980

ΑΘ. καλῶς. ἐξ ἀρχῆς δὴ ῥητέον ἀνάγκῃ πρῶτον, ὡς φαίνεται, μάλιστα μὲν ἄν, εἰ δυνάμεθα3 ἑνὶ λαβεῖν ὀνόματι, τίς ἐστιν ἣν οἰόμεθα σοφίαν εἶναι, τοῦτο δʼ εἰ σφόδρα ἀδυνατοῦμεν, τὸ δεύτερον, τίνες εἰσίν ποτε καὶ ὁπόσαι τινές, ἅς τις λαβὼν σοφὸς ἂν εἴη κατὰ τὸν ἡμέτερον μῦθον. ΚΛ. λέγοις ἄν. ΑΘ. τὸ δὴ μετὰ τοῦτο ἀνεμέσητον τῷ νομοθέτῃ τὸ κάλλιον τῶν πρότερον εἰρημένων περὶ θεῶν καὶ ἄμεινον ἀπεικάζοντι λέγειν, οἷον παιδιᾷ καλῇ χρωμένῳ καὶ τιμῶντι θεούς, ὕμνοις τε καὶ εὐδαιμονίᾳ γεραίροντι διάγειν τὸν αὑτοῦ βίον. ΚΛ. ἦ καλῶς, ὦ ξένε, λέγεις. εἰ γάρ σοι τοῦτο τέλος εἴη τῶν νόμων, θεοὺς προσπαίσαντι καθαρώτερον δὲ διαγαγόντι τὸν βίον τῆς ἅμα τελευτῆς ἀρίστης τε καὶ καλλίστης τυχεῖν. ΑΘ. πῶς οὖν, ὦ Κλεινία, λέγομεν; ἦ δοκεῖ τοὺς θεοὺς ὑμνοῦντες σφόδρα τιμῶμεν, εὐχόμενοι τὰ κάλλιστα καὶ ἄριστα περὶ αὐτῶν ἐπιέναι λέγειν ἡμῖν; οὕτως ἢ πῶς λέγεις; ΚΛ. θαυμαστῶς μὲν οὖν οὕτως. ἀλλʼ, ὦ δαιμόνιε, πιστεύσας τοῖς θεοῖς εὔχου τε καὶ λέγε τὸν ἐπιόντα σοι λόγον τῶν καλῶν περὶ τοὺς θεούς τε καὶ τὰς θεάς. ΑΘ. ἔσται ταῦτα, ἂν αὐτὸς ὁ θεὸς ἡμῖν ὑφηγῆται. συνεύχου μόνον. ΚΛ. λέγοις ἂν τὸ μετὰ τοῦτο. ΑΘ. θεογονίαν τοίνυν καὶ ζῳογονίαν ἀναγκαῖον, ὡς ἔοικεν, πρῶτόν μοι, κακῶς ἀπεικασάντων τῶν ἔμπροσθεν, βέλτιον ἀπεικάσαι κατὰ τὸν ἔμπροσθεν λόγον, ἀναλαβόντα ὃν πρὸς τοὺς ἀσεβεῖς ἐπικεχείρηκα λέγων, φράζων ὡς εἰσὶν θεοὶ ἐπιμελούμενοι πάντων, σμικρῶν καὶ μειζόνων, καὶ σχεδὸν ἀπαραμύθητοι τῶν περὶ τὰ δίκαιά εἰσιν πράγματα— εἰ δὴ μέμνησθέ γε, ὦ Κλεινία· ἐλάβετε μὲν γὰρ δὴ καὶ ὑπομνήματα—καὶ γὰρ ἦν τὰ ῥηθέντα τότε καὶ μάλα ἀληθῆ· τόδε δὲ αὐτῶν ἦν τὸ μέγιστον, ὅτι πρεσβύτερον εἴη ψυχὴ σώματος4 ἅπασα παντός—ἆρα μέμνησθε; ἢ πάντως που τοῦτό γε; —ὃ γὰρ ἄμεινον καὶ παλαιότερον καὶ θεοειδέστερον, πιθανὸν ὅτι τοῦ νέου καὶ νεωτέρου καὶ ἀτιμοτέρου, πανταχῇ τε ἄρχον ἀρχομένου πρεσβύτερον καὶ ἄγον ἀγομένου πάντῃ. λάβωμεν δὴ τοῦτό γε, ὡς ψυχὴ πρεσβύτερόν ἐστι σώματος.

アテナイ人:結構です。では、どうしても最初からまず語らねばなりません。どうやら、もし可能なら一つの名前で捉えたいのですが、私たちが知恵であると思っているものは何なのかを。もしそれが全く不可能なら、第二の方法として、私たちの物語に従って、それを受け取った者が賢くなるようなものは何であり、どれほどあるのかを。 クレイニアス:どうぞ語ってください。 アテナイ人:その後に続くのは、立法者にとって、美しい遊びを用い、神々を敬い、讃歌と幸福をもって敬意を表しながら自らの人生を過ごすことで、神々について以前に語られたことよりも、美しく、より良く描いて語ることが、非難されないということです。 クレイニアス:客人よ、あなたは見事に語っています。というのも、もしこれがあなたの法律の目的であり、神々と戯れつつ、より清らかに人生を過ごして、同時に最も優れ、最も美しい最期を迎えることになるなら。 アテナイ人:クレイニアスよ、ではどのように語りましょうか。神々を讃美しながら、私たちは彼らを大いに敬い、彼らについて最も美しく最も優れたことが私たちの語る言葉として訪れるよう祈るのでしょうか。そのようにでしょうか、それともどのようにあなたは言いますか。 クレイニアス:まさに驚くべきことにその通りです。しかし、尊き人よ、神々を信じて、神々と女神たちに関する美しい事柄について、あなたに訪れる言葉を祈り、かつ語ってください。 アテナイ人:神ご自身が先導してくだされば、そのようになるでしょう。ただ、共に祈ってください。 クレイニアス:その先を語ってください。 アテナイ人:そうであれば、神々の生成と生き物の生成について、先人たちが不十分に描いたのに対して、以前の議論に従って、私がより良く描くことが、どうやら必要です。あの不信心な者たちに対して私が語ろうとした議論、すなわち、神々は存在し、大小のすべての事柄に配慮しており、正義の事柄に関して決して説得されないということを語ったあの議論を取り上げながら。――クレイニアスよ、もし覚えているなら。というのも、あなた方は覚書も手に入れましたから。そして、当時語られたことは極めて真実でした。それらの中で最も重要なことは、すべての魂が、すべての身体よりも年長であるということでした。――覚えていますか、それともこれだけは絶対に覚えていますか。――より優れ、より古く、より神に似ているものは、新しく、より若く、より価値の低いものよりも、あらゆる点で支配し、あらゆる点で導くものであり、それより年長であるというのはもっともだからです。では、これを受け入れましょう、魂は身体よりも年長であるということを。

構文注4 件
  1. 979aτὸ δὲ πρὸς ἄλληλα πάντα ἀριθμὸν ἀεὶ λογίζεσθαι

    文頭のこの句は名詞的用法の不定詞句であり、前文の単なる個物の把握(τὸ καθʼ ἓν αὐτὸ σκοποῦν)に対する対比(δέ)として提示されています。この句全体は文全体の論理的主語、あるいは後続の宇宙的秩序化(月や年の制定)を導くための主題(懸垂対格的、もしくは文脈上示唆される動詞の目的語)として機能しています。

  2. 979bοὐ τὴν θείαν ἀλλὰ τὴν ἀνθρωπίνην αἰτιᾶσθαι χρὴ φύσιν

    非人称動詞 χρή が対格不定詞構文(A.C.I.)を従えており、不定詞 αἰτιᾶσθαι(非難すべきである)の論理的目的語として対格 φύσιν が置かれています。また、これに係っている現在分詞 διανέμουσαν も対格・女性・単数で φύσιν に一致しています。

  3. 980aμάλιστα μὲν ἄν, εἰ δυνάμεθα

    小辞 ἄν は、省略された動詞(例えば ῥητέον εἴη や λέγοιμεν)を伴う潜在・可能性の表現を形成しています。条件節 εἰ δυνάμεθα は直説法現在で現実的な単純仮定を示しますが、主節の ἄν による潜在表現との組み合わせにより、「もしできることなら(実際は困難かもしれないが)」という話者の慎重で控えめな態度を表現しています。

  4. 980dὅτι πρεσβύτερον εἴη ψυχὴ σώματος

    主節の過去動詞 ἦν(あるいは過去の文脈)に対応して、間接話法内の動詞が斜格の希求法 εἴη になっています。σώματος は比較級 πρεσβύτερον に伴う「比較の属格」です。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 注 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg035.humanitext-grc2:979-980