Humanitext Reader

柏拉图 · 法律篇后篇 §977-978

乌拉诺斯赐予人类数与诸德的基础

第 3 段,共 11 段 · 希腊语

内容简介

雅典人论证了乌拉诺斯(天)这一神明将“数”的知识赐予人类,且“数”是人类美德、幸福以及各项技艺不可或缺的基础,并解释了天体运行如何让最愚笨的人也学会数数。

§977ΑΘ. ὃν δὲ θεὸν ἡγοῦμαι, φράζειν χρή, καίπερ ἄτοπον ὄντα, καί πως οὐκ ἄτοπον αὖ· πῶς γὰρ τὸ ἀγαθῶν αἴτιον ἡμῖν συμπάντων οὐ καὶ τοῦ πολὺ μεγίστου, τῆς φρονήσεως, αἴτιον ἡγεῖσθαι δεῖ γεγονέναι;
雅典人:我必须说出我所认为的那个神是谁,尽管这听起来有些奇特,但不知怎的又并不奇特;因为我们怎么能不认为那赋予我们一切福祉的源头,同时也是最大福祉(即知虑)的源头呢?
τίνα δὴ καὶ σεμνύνων ποτὲ λέγω θεόν, ὦ Μέγιλλέ τε καὶ Κλεινία;
梅吉洛、克莱尼亚,我究竟是在颂扬并谈论哪一位神呢?
σχεδὸν Οὐρανόν, ὃν καὶ δικαιότατον, ὡς σύμπαντες ἄλλοι δαίμονες ἅμα καὶ θεοί, τιμᾶν τε καὶ εὔχεσθαι διαφερόντως αὐτῷ.
几乎就是乌拉诺斯。 如同其他所有的精灵和神明一样,最公正的事就是格外地尊崇他并向他祈祷。
τὸ δὲ καὶ τῶν ἄλλων αἴτιον ἀγαθῶν πάντων ἡμῖν αὐτὸν γεγονέναι πάντες ἂν ὁμολογοῖμεν· δοῦναι δὲ ἅμα καὶ ἀριθμὸν ἡμεῖς γε ὄντως αὐτόν φαμεν, ἔτι δὲ καὶ δώσειν, ἐάν τις θέλῃ συνακολουθεῖν.
而且我们都会同意,他是我们所有其他福祉的源头;我们确实可以说,是他将“数”赐予了我们,而且只要有人愿意追随,他仍将赐予。
ἐὰν γὰρ ἴῃ τις ἐπὶ θεωρίαν ὀρθὴν τὴν τοῦδε, εἴτε κόσμον εἴτε ὄλυμπον εἴτε οὐρανὸν ἐν ἡδονῇ τῳ λέγειν, λεγέτω μέν, ἀκολουθείτω δὲ ὅπῃ ποικίλλων αὑτὸν καὶ τὰ ἐν αὑτῷ στρέφων ἄστρα πάσας διεξόδους ὥρας τε καὶ τροφὴν πᾶσιν παρέχεται.
因为如果有人去对这进行正确的观照——无论他乐意称之为宇宙、奥林匹斯还是天空,随他怎么称呼,但让他追随其后,看他是如何通过展现自身的多样性、旋转自身内部的星辰,来为万物提供一切运行、季节以及食粮的。
καὶ τὴν ἄλλην δὲ οὖν φρόνησιν, ὡς φαῖμεν ἄν, σὺν ἀριθμῷ παντί, καὶ τἆλλʼ ἀγαθά· τοῦτο δὲ μέγιστον, ἐάν τις τὴν ἀριθμῶν αὐτοῦ δόσιν δεξάμενος ἐπεξέλθῃ πᾶσαν τὴν περίοδον.
因此,正如我们会说的那样,其他的知虑,以及其他所有的福祉,也都与所有的数并存;而最伟大的是,如果有人接受了他赐予的数,并研究完其整个周期。
ἔτι δὲ σμικρὸν ἐπανελθόντες πως τοῖς λόγοις ἀναμνησθῶμεν ὅτι καὶ μάλʼ ὀρθῶς ἐνοήσαμεν ὡς, εἴπερ ἀριθμὸν ἐκ τῆς ἀνθρωπίνης φύσεως ἐξέλοιμεν, οὐκ ἄν ποτέ τι φρόνιμοι γενοίμεθα.
让我们在言辞上稍稍往回退一步,回想一下,我们曾非常正确地认为,如果我们从人类的天性中抽离了数,我们就绝不可能在任何方面变得有知虑。
οὐ γὰρ ἂν ἔτι ποτὲ ψυχὴ τούτου τοῦ ζῴου πᾶσαν ἀρετὴν λάβοι σχεδόν, ὅτου λόγος ἀπείη· ζῷον δὲ ὅτι μὴ γιγνώσκοι δύο καὶ τρία μηδὲ περιττὸν μηδὲ ἄρτιον, ἀγνοοῖ δὲ τὸ παράπαν ἀριθμόν, οὐκ ἄν ποτε διδόναι λόγον ἔχοι περὶ ὧν αἰσθήσεις καὶ μνήμας μόνον εἴη κεκτημένον, τὴν δὲ ἄλλην ἀρετήν, ἀνδρείαν καὶ σωφροσύνην, οὐδὲν ἀποκωλύει.
因为一旦失去了理性(逻各斯),这个物种的灵魂就几乎无法再获得任何美德;一个不知道二和三、不知道奇数和偶数、甚至对数一无所知的动物,绝无法对其仅凭感觉和记忆所掌握的事物给出解释(逻各斯),尽管这并不妨碍它拥有其他美德,如勇敢和节制。
στερόμενος δὲ ἀληθοῦς λόγου σοφὸς οὐκ ἄν ποτε γένοιτο, ὅτῳ δὲ σοφία μὴ προσείη, πάσης ἀρετῆς τὸ μέγιστον μέρος, οὐκ ἂν ἔτι τελέως ἀγαθὸς γενόμενος εὐδαίμων ποτὲ γένοιτο.
但是,一个失去真理理性的人绝不可能成为智者,而没有智慧(这是一切美德中最伟大的部分)相伴的人,就绝不可能通过变得完全善良而获得幸福。
οὕτως ἀριθμὸν μὲν ἀνάγκη πᾶσα ὑποτίθεσθαι· διότι δὲ τοῦτο ἀνάγκη, λόγος ἔτι πλείων πάντων γίγνοιτʼ ἂν τῶν εἰρημένων.
因此,绝对有必要将数作为前提;至于为什么这是必要的,则需要比迄今为止所说的一切还要长篇大论。
ἀλλὰ καὶ ὁ νῦν ὀρθῶς ῥηθήσεται, ὅτι καὶ τὰ τῶν ἄλλων τεχνῶν λεγόμενα, ἃ νυνδὴ διήλθομεν ἐῶντες εἶναι πάσας τὰς τέχνας, οὐδὲ τούτων ἓν οὐδὲν μένει, πάντα δʼ ἀπολείπεται τὸ παράπαν, ὅταν ἀριθμητικήν τις ἀνέλῃ.
但是现在所说的话也是正确的,即在我们刚才放过不谈的其他技艺中,一旦取消了算术,这些技艺中就没有任何一个能够立足,而是完全不复存在。
§978ΑΘ. δόξειε δʼ ἂν ἴσως τις βραχέων ἕνεκα ἀριθμοῦ δεῖσθαι τὸ τῶν ἀνθρώπων γένος, εἰς τὰς τέχνας ἀποβλέψας—καίτοι μέγα μὲν καὶ τοῦτο—εἰ δέ τις ἴδοι τὸ θεῖον τῆς γενέσεως καὶ τὸ θνητόν, ἐν ᾧ καὶ τὸ θεοσεβὲς γνωρισθήσεται καὶ ὁ ἀριθμὸς ὄντως, οὐκ ἂν ἔτι πᾶς ἄν τις γνοίη σύμπαντα ἀριθμὸν ὅσης ἡμῖν δυνάμεως αἴτιος ἂν εἴη συγγιγνόμενος—ἐπεὶ καὶ τὰ κατὰ μουσικὴν πᾶσαν διαριθμουμένων κινήσεώς τε καὶ φθόγγων δῆλον ὅτι δεῖ—καὶ τὸ μέγιστον, ἀγαθῶν ὡς πάντων αἴτιον, ὅτι δὲ κακῶν οὐδενός, εὖ τοῦτο γνωστέον, ὃ καὶ τάχα γένοιτʼ ἄν.
雅典人:或许有人在注视这些技艺时,会认为人类之所以需要数,只是为了些许琐事——尽管这本身也很重大——但如果有人看到生成的属神之物与凡俗之物,并在其中认识到敬神和真正的数,他就绝不会不知道,整个数在与我们相伴时,为我们带来了多么巨大的力量——因为在整个音乐中,当人们数算运动和声音时,显然需要数——而最重要的是,数是一切福祉的源头,绝非任何邪恶的源头,这一点必须牢记,而且很快就会变得明朗。
ἀλλʼ ἡ σχεδὸν ἀλόγιστός τε καὶ ἄτακτος ἀσχήμων τε καὶ ἄρρυθμος ἀνάρμοστός τε φορά, καὶ πάνθʼ ὁπόσα κακοῦ κεκοινώνηκέν τινος, ἐπιλέλειπται παντὸς ἀριθμοῦ, καὶ δεῖ τοῦθʼ οὕτω διανοεῖσθαι τὸν μέλλοντα εὐδαίμονα τελευτήσειν·
相反,那几乎无理性、无秩序、无美感、无节拍、不和谐的运行,以及所有分沾了某种邪恶的事物,都缺乏一切的数。 凡是想要幸福度过余生的人,都必须这样思考。
καὶ τό γε δὴ δίκαιόν τε καὶ ἀγαθὸν καὶ καλὸν καὶ πάντα τὰ τοιαῦτα οὐδείς ποτε μὴ γιγνώσκων, ἀληθοῦς δόξης ἐπιλαβόμενος, διαριθμήσεται πρὸς τὸ ἑαυτόν τε καὶ ἕτερον πεῖσαι τὸ παράπαν.
而且,任何人如果在不认识公正、美善和所有此类事物的情况下,即使掌握了真实的意见,也绝无法通过计算来完全说服自己和他人。
ἴωμεν δὴ σκεψόμενοι πρὸς τοῦτʼ αὐτό, πῶς ἐμάθομεν ἀριθμεῖν.
那么,让我们来探讨正是这一点:我们是如何学会数数的。
φέρε·
请告诉我,一和二究竟是从哪里来到我们这里,以至于我们能够理解它的?
τὸ γὰρ ἓν δὴ καὶ δύο γέγονε πόθεν ἡμῖν ὥστʼ ἐννοῆσαι, φύσιν ταύτην ἔχουσιν ἐκ τοῦ παντὸς πρὸς τὸ δυνατοὺς ἐννοεῖν εἶναι;
难道是因为它们具有来自宇宙的这种天性,从而使我们能够理解吗?
πολλοῖς δὲ ἄλλοις αὖ τῶν ζῴων οὐδʼ εἰς αὐτὸ τοῦθʼ ἡ φύσις παραγέγονεν, ὥστε μαθεῖν δυνατοῖς εἶναι παρὰ τοῦ πατρὸς ἀριθμεῖν, παρὰ δʼ ἡμῖν τοῦτʼ αὐτὸ πρῶτον ἐνῴκισεν ὁ θεός, ὥστε ἱκανοῖς εἶναι δεικνύμενον συννοεῖν, ἔπειτʼ ἔδειξεν καὶ δείκνυσιν·
而在许多其他动物中,它们的天性中甚至完全不具备这一点,以至于无法从父亲那里学会数数。 但在我们这里,神首先植入了这一能力,使我们在被展示时足以理解它,随后他展示了并继续展示着它。
ὧν τί κάλλιον ἓν ἑνὸς ἄν τις θεάσαιτο πλὴν τὸ τῆς ἡμέρας γένος, εἶτα εἰς τὸ τῆς νυκτὸς ἔλθοι μέρος ἔχων ὄψιν, ὅθεν ἕτερον πᾶν αὐτῷ φαίνοιτʼ ἄν;
在这些展示中,有什么能比昼的生成更美妙的呢? 接着,如果带着视力来到夜的部分,在那里一切都会显得完全不同。
καὶ ἑλίττων δὴ ταῦτα αὐτὰ ὅταν μὴ παύηται πολλὰς μὲν νύκτας, πολλὰς δὲ ἡμέρας οὐρανός, οὐδέποτε παύεται διδάσκων ἀνθρώπους ἕν τε καὶ δύο, πρὶν ἂν καὶ ὁ δυσμαθέστατος ἱκανῶς μάθῃ ἀριθμεῖν·
而且,当天空在许多夜晚和许多昼日中不停地旋转这些事物时,它就从未停止过教导人类一和二,直到最愚钝的人也足以学会数数。
ὡς γὰρ καὶ τρία καὶ τέτταρα καὶ πολλά, ἕκαστος ἡμῶν ἐπινοήσειεν ἂν ὁρῶν ταῦτα.
因为我们每个人在看到这些时,都会想到三、四以及许多。
καὶ ἐκ τούτων ἓν ἐποίησεν τὴν σελήνην ὁ θεὸς ἀπεργασάμενος, ἣ τοτὲ μὲν μείζων φαινομένη, τοτὲ δʼ ἐλάττων, διεξῆλθεν ἄλλην ἀεὶ φαίνουσα ἡμέραν, μέχρι πεντεκαίδεκα ἡμερῶν καὶ νυκτῶν·
在这些之中,神创造了月亮并使之成为一个整体,它时而显得较大,时而显得较小,在其运行中不断显示出不同的一天,直到十五个昼夜。
αὕτη δʼ ἔστιν περίοδος, εἰ βούλεταί τις τὸν κύκλον ἕνα ὅλον εἰς ἓν τιθέναι, ὥστε ὡς ἔπος εἰπεῖν καὶ τὸ δυσμαθέστατον ἂν μαθεῖν ζῷον, οἷς παρέδωκεν φύσιν ὁ θεὸς τοῦ δυνατοῖς εἶναι μανθάνειν.
如果你想把整个圆轨道作为一个整体来看,这就是一个周期,可以说,连神赋予了其学习能力的最愚钝的动物,也能学会这一点。

词汇与语法注释

  1. 977aὃν δὲ θεὸν ἡγοῦμαι — 先行词 `θεόν` 被吸引到关系代词 `ὃν` 的从句中(先行词并入)。结构上相当于 `χρή φράζειν (τοῦτον τὸν) θεόν, ὃν ἡγοῦμαι`。
  2. 977aτιμᾶν τε καὶ εὔχεσθαι διαφερόντως αὐτῷ — 与格的 `αὐτῷ` 被用作不定式 `τιμᾶν` 和 `εὔχεσθαι` 的共同宾语。由于 `εὔχομαι` 通常支配与格,而 `τιμάω` 支配宾格,此处发生了一种松散的合用(zeugma),共用了一个与格宾语。
  3. 978cὧν τί κάλλιον ἓν ἑνὸς ἄν τις θεάσαιτο — 表达 `ἓν ἑνὸς` 是一种比较惯用语,意为“一个比另一个”或“比起其他任何单个事物更加(美好)”,强调了昼夜循环的美妙。`ὧν` 指代神所展示的迹象或教导。
  4. 978dπρὶν ἂν καὶ ὁ δυσμαθέστατος ἱκανῶς μάθῃ — 带有虚拟式(`μάθῃ`)的 `πρὶν ἄν` 结构。由于主句中含有否定表达(`οὐδέποτε παύεται`),其含义为“在……之前绝不停止”,表达了“即使是最愚钝的人最终也必定能充分学会”这一必然结果。
  5. 978eτοῦ δυνατοῖς εἶναι μανθάνειν — 属格定冠词+不定式结构 `τοῦ... εἶναι` 修饰名词 `φύσιν`(天性/能力)或与其同格。不定式 `εἶναι` 的表语形容词 `δυνατοῖς` 为与格复数,以与与格关系代词 `οἷς` 保持一致。

引用这一段

柏拉图, 法律篇后篇 §977-978. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg035.humanitext-grc2:977-978

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。