§370ΣΩ. ἐπεὶ καὶ νῦν ἐννενόηκα σοῦ λέγοντος, ὅτι ἐν τοῖς ἔπεσιν οἷς σὺ ἄρτι ἔλεγες, ἐνδεικνύμενος τὸν Ἀχιλλέα εἰς τὸν Ὀδυσσέα λέγειν ὡς ἀλαζόνα ὄντα, ἄτοπόν μοι δοκεῖ εἶναι, εἰ σὺ ἀληθῆ λέγεις, ὅτι ὁ μὲν Ὀδυσσεὺς οὐδαμοῦ φαίνεται ψευσάμενος, ὁ πολύτροπος, ὁ δὲ Ἀχιλλεὺς πολύτροπός τις φαίνεται κατὰ τὸν σὸν λόγον· ψεύδεται γοῦν.
苏:确实,刚才在你说话的时候,我注意到,在你刚才提到的那些诗句中,当你指出阿基琉斯对奥德修斯说话、指责他是个伪装者时,这在我看来很奇怪——如果你说的是真话——因为那个多谋的奥德修斯在任何地方都不像是说了谎,而根据你的说法,阿基琉斯反倒似乎是一个相当多谋的人;至少,他说了谎。
προειπὼν γὰρ ταῦτα τὰ ἔπη, ἅπερ καὶ σὺ εἶπες ἄρτι—
"
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀίδαο πύλῃσιν,
ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ,
"
ὀλίγον ὕστερον λέγει ὡς οὔτʼ ἂν ἀναπεισθείη ὑπὸ τοῦ Ὀδυσσέως τε καὶ τοῦ Ἀγαμέμνονος οὔτε μένοι τὸ παράπαν ἐν τῇ Τροίᾳ, ἀλλʼ—
"
αὔριον ἱρὰ Διὶ ῥέξας, φησί, καὶ πᾶσι θεοῖσιν,
νηήσας εὖ νῆας, ἐπὴν ἅλαδε προερύσσω,
ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας
"
"
νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·
因为他先是说出了那些你刚才也引用过的诗句: “因为那个人对我来说就像哈迪斯的大门一样可憎,他把一件事藏在心里,却说出另一件事,” 紧接着在不久之后,他又说他既不会被奥德修斯和阿伽门农说服,也不会在特洛伊停留,而是—— “明天,”他说,“在向宙斯和所有神明献祭之后,装满我的船只,当我把它们推入海中时,如果你愿意并且关心这些事,你就会在清晨看到我的船只正驶向盛产鱼类的赫勒斯滂,船上是渴望划桨的人。
εἰ δέ κεν εὐπλοΐην δώῃ κλυτὸς Ἐννοσίγαιος,
ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.
如果那著名的震地神赐予顺风,在第三天我就会到达肥沃的普提亚。
"
ἔτι δὲ πρότερον τούτων πρὸς τὸν Ἀγαμέμνονα λοιδορούμενος εἶπεν—
"
νῦν δʼ εἶμι Φθίηνδʼ, ἐπεὶ ἦ πολὺ λώϊόν ἐστιν
οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀίω
"
"
ἐνθάδʼ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.
” 而在这些之前,他在辱骂阿伽门农时也说过: “现在我要去普提亚了,因为带着弯曲的船只回家确实要好得多,我不认为我在这里受到侮辱,还会为你聚敛财富和珍宝。
"
ταῦτα εἰπὼν τοτὲ μὲν ἐναντίον τῆς στρατιᾶς ἁπάσης, τοτὲ δὲ πρὸς τοὺς ἑαυτοῦ ἑταίρους, οὐδαμοῦ φαίνεται οὔτε παρασκευασάμενος οὔτʼ ἐπιχειρήσας καθέλκειν τὰς ναῦς ὡς ἀποπλευσούμενος οἴκαδε, ἀλλὰ πάνυ γενναίως ὀλιγωρῶν τοῦ τἀληθῆ λέγειν.
” 他说了这些话,有时是在全军面前,有时是对他自己的同伴,却在任何地方都没有表现出准备或试图下水船只、以便启程回家的样子,而是非常高尚地无视了说真话。
ἐγὼ μὲν οὖν, ὦ Ἱππία, καὶ ἐξ ἀρχῆς σε ἠρόμην ἀπορῶν ὁπότερος τούτοιν τοῖν ἀνδροῖν ἀμείνων πεποίηται τῷ ποιητῇ, καὶ ἡγούμενος ἀμφοτέρω ἀρίστω εἶναι καὶ δύσκριτον ὁπότερος ἀμείνων εἴη καὶ περὶ ψεύδους καὶ ἀληθείας καὶ τῆς ἄλλης ἀρετῆς· ἀμφοτέρω γὰρ καὶ κατὰ τοῦτο παραπλησίω ἐστόν.
因此,希庇亚,我从一开始就因为疑惑而问你,这两个人中哪一个被诗人塑造得更好,并且我认为两者都非常优秀,很难评判哪一个在虚假、真实以及其他德行上更好;因为在这方面他们也非常相似。
ΙΠ. οὐ γὰρ καλῶς σκοπεῖς, ὦ Σώκρατες.
希:因为你考察得不对,苏格拉底。
ἃ μὲν γὰρ ὁ Ἀχιλλεὺς ψεύδεται, οὐκ ἐξ ἐπιβουλῆς φαίνεται ψευδόμενος ἀλλʼ ἄκων, διὰ τὴν συμφορὰν τὴν τοῦ στρατοπέδου ἀναγκασθεὶς καταμεῖναι καὶ βοηθῆσαι· ἃ δὲ ὁ Ὀδυσσεύς, ἑκών τε καὶ ἐξ ἐπιβουλῆς.
因为阿基琉斯所撒的谎,他似乎不是出于蓄意,而是违心地,因为军队的灾难而被迫留下并提供帮助;而奥德修斯所撒的谎,则是自愿且出于蓄意的。
ΣΩ. ἐξαπατᾷς με, ὦ φίλτατε Ἱππία, καὶ αὐτὸς τὸν Ὀδυσσέα μιμῇ.
苏:你在欺骗我,我最亲爱的希庇亚,你自己在模仿奥德修斯。
§371ΙΠ. οὐδαμῶς, ὦ Σώκρατες·
希:绝没有,苏格拉底。
λέγεις δὴ τί καὶ πρὸς τί;
你这到底是什么意思,又是针对什么说的?
ΣΩ. ὅτι οὐκ ἐξ ἐπιβουλῆς φῂς τὸν Ἀχιλλέα ψεύδεσθαι, ὃς ἦν οὕτω γόης καὶ ἐπίβουλος πρὸς τῇ ἀλαζονείᾳ, ὡς πεποίηκεν Ὅμηρος, ὥστε καὶ τοῦ Ὀδυσσέως τοσοῦτον φαίνεται φρονεῖν πλέον πρὸς τὸ ῥᾳδίως λανθάνειν αὐτὸν ἀλαζονευόμενος, ὥστε ἐναντίον αὐτοῦ αὐτὸς ἑαυτῷ ἐτόλμα ἐναντία λέγειν καὶ ἐλάνθανεν τὸν Ὀδυσσέα· οὐδὲν γοῦν φαίνεται εἰπὼν πρὸς αὐτὸν ὡς αἰσθανόμενος αὐτοῦ ψευδομένου ὁ Ὀδυσσεύς.
苏:因为你说阿基琉斯不是出于蓄意撒谎,而按照荷马的塑造,他在虚伪之外还是一个如此的骗子和阴谋家,以至于在容易不被察觉地进行伪装方面,他似乎比奥德修斯有智慧得多,以至于他竟敢在奥德修斯面前对自己说出相反的话,而奥德修斯却没有察觉;至少奥德修斯在任何地方都没有表现出对他说过任何话、像是察觉到他在撒谎。
ΙΠ. ποῖα δὴ ταῦτα λέγεις, ὦ Σώκρατες;
希:苏格拉底,你说的这到底是什么样的事?
ΣΩ. οὐκ οἶσθα ὅτι λέγων ὕστερον ἢ ὡς πρὸς τὸν Ὀδυσσέα ἔφη ἅμα τῇ ἠοῖ ἀποπλευσεῖσθαι, πρὸς τὸν Αἴαντα οὐκ αὖ φησιν ἀποπλευσεῖσθαι, ἀλλὰ ἄλλα λέγει;
苏:你难道不知道,尽管他后来在对奥德修斯说话时说他将在黎明时航行离开,但对埃阿斯他相反地说他不会航行离开,而是说了别的话吗?
ΙΠ. ποῦ δή;
希:到底是在哪里?
ΣΩ. ἐν οἷς λέγει—
"
οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος,
"
"
πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος, Ἕκτορα δῖον,
Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι
κτείνοντʼ Ἀργείους, κατά τε φλέξαι πυρὶ νῆας·
苏:就在他说这些话的地方: “因为我不会关心流血的战争,除非智者普里阿摩斯之子、高贵的赫克托耳,来到密耳弥冬人的帐篷和船只前,杀戮阿耳戈斯人,并用火烧毁船只。
ἀμφὶ δέ μιν τῇ ʼμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ
Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀίω.
但在我的帐篷和黑船周围,我认为赫克托耳即使渴望战斗,也会被阻挡。
"
σὺ δὴ οὖν, ὦ Ἱππία, πότερον οὕτως ἐπιλήσμονα οἴει εἶναι τὸν τῆς Θέτιδός τε καὶ ὑπὸ τοῦ σοφωτάτου Χείρωνος πεπαιδευμένον, ὥστε ὀλίγον πρότερον λοιδοροῦντα τοὺς ἀλαζόνας τῇ ἐσχάτῃ λοιδορίᾳ αὐτὸν παραχρῆμα πρὸς μὲν τὸν Ὀδυσσέα φάναι ἀποπλευσεῖσθαι, πρὸς δὲ τὸν Αἴαντα μενεῖν, ἀλλʼ οὐκ ἐπιβουλεύοντά τε καὶ ἡγούμενον ἀρχαῖον εἶναι τὸν Ὀδυσσέα καὶ αὐτοῦ αὐτῷ τούτῳ τῷ τεχνάζειν τε καὶ ψεύδεσθαι περιέσεσθαι;
” 那么,希庇亚,你认为这位忒提斯之子、由最智慧的喀戎抚养长大的人,是如此健忘,以至于就在不久前还用最极端的辱骂来辱骂伪装者,他自己却立刻对奥德修斯说要航行离开,而对埃阿斯说要留下,并且这不是出于蓄意,不是因为认为奥德修斯是头脑简单,而自己将通过这同样的诡计和说谎来超越他吗?
ΙΠ. οὔκουν ἔμοιγε δοκεῖ, ὦ Σώκρατες· ἀλλὰ καὶ αὐτὰ ταῦτα ὑπὸ εὐνοίας ἀναπεισθεὶς πρὸς τὸν Αἴαντα ἄλλα εἶπεν ἢ πρὸς τὸν Ὀδυσσέα·
希:苏格拉底,至少在我看来不是这样;而是这些同样的话,他是因为被好意所说服,才对埃阿斯说了与对奥德修斯不同的话。
ὁ δὲ Ὀδυσσεὺς ἅ τε ἀληθῆ λέγει, ἐπιβουλεύσας ἀεὶ λέγει, καὶ ὅσα ψεύδεται, ὡσαύτως.
但奥德修斯,无论是说真话,总是出于蓄意,只要是撒谎,也是同样如此。
ΣΩ. ἀμείνων ἄρʼ ἐστίν, ὡς ἔοικεν, ὁ Ὀδυσσεὺς Ἀχιλλέως.
苏:那么,看来奥德修斯比阿基琉斯更好。
ΙΠ. ἥκιστά γε δήπου, ὦ Σώκρατες.
希:绝非如此,苏格拉底。
ΣΩ. τί δέ;
苏:为什么?
οὐκ ἄρτι ἐφάνησαν οἱ ἑκόντες ψευδόμενοι βελτίους ἢ οἱ ἄκοντες;
刚才不是表明,那些自愿撒谎的人比那些违心撒谎的人更好吗?