§374ΣΩ. ἐν δρόμῳ μὲν ἄρα πονηρότερος ὁ ἄκων κακὰ ἐργαζόμενος ἢ ὁ ἑκών;
苏:“那么在赛跑中,违心地做出坏事的人比自愿做的人更差劲吗?
ΙΠ. ἐν δρόμῳ γε.
” 希:“在赛跑中确实如此。
ΣΩ. τί δʼ ἐν πάλῃ;
” 苏:“那么在摔跤中呢?
πότερος παλαιστὴς ἀμείνων, ὁ ἑκὼν πίπτων ἢ ὁ ἄκων;
哪一个摔跤手更好,是自愿摔倒的,还是违心摔倒的?
ΙΠ. ὁ ἑκών, ὡς ἔοικεν.
” 希:“自愿的那个,似乎是这样。
ΣΩ. πονηρότερον δὲ καὶ αἴσχιον ἐν πάλῃ τὸ πίπτειν ἢ τὸ καταβάλλειν;
” 苏:“在摔跤中,摔倒比摔倒对手更差劲、更丑陋吗?
ΙΠ. τὸ πίπτειν.
” 希:“是摔倒。
ΣΩ. καὶ ἐν πάλῃ ἄρα ὁ ἑκὼν τὰ πονηρὰ καὶ αἰσχρὰ ἐργαζόμενος βελτίων παλαιστὴς ἢ ὁ ἄκων.
” 苏:“那么在摔跤中,自愿做出差劲和丑陋之事的人,比违心做出的人是更好的摔跤手。
ΙΠ. ἔοικεν.
” 希:“看来是这样。
ΣΩ. τί δὲ ἐν τῇ ἄλλῃ πάσῃ τῇ τοῦ σώματος χρείᾳ;
” 苏:“那么在身体的其他所有使用中呢?
οὐχ ὁ βελτίων τὸ σῶμα δύναται ἀμφότερα ἐργάζεσθαι, καὶ τὰ ἰσχυρὰ καὶ τὰ ἀσθενῆ, καὶ τὰ αἰσχρὰ καὶ τὰ καλά·
身体更好的人不是能够做到这两者,既能做强有力的也能做软弱的事,既能做丑陋的也能做美妙的事吗?
ὥστε ὅταν κατὰ τὸ σῶμα πονηρὰ ἐργάζηται, ἑκὼν ἐργάζεται ὁ βελτίων τὸ σῶμα, ὁ δὲ πονηρότερος ἄκων;
因此,当做出有损身体的差劲之事时,身体更好的人是自愿做出的,而身体较差的人则是违心做出的?
ΙΠ. ἔοικεν καὶ τὰ κατὰ τὴν ἰσχὺν οὕτως ἔχειν.
” 希:“关于力量的事似乎也是这样。
ΣΩ. τί δὲ κατʼ εὐσχημοσύνην, ὦ Ἱππία;
” 苏:“那么关于姿态的优美呢,希庇亚?
οὐ τοῦ βελτίονος σώματός ἐστιν ἑκόντος τὰ αἰσχρὰ καὶ πονηρὰ σχήματα σχηματίζειν, τοῦ δὲ πονηροτέρου ἄκοντος;
自愿摆出丑陋和差劲的姿势,不是身体更好的人的特征,而违心摆出则是身体较差的人的特征吗?
ἢ πῶς σοι δοκεῖ;
或者你觉得怎样?
ΙΠ. οὕτως.
” 希:“正是如此。
ΣΩ. καὶ ἀσχημοσύνη ἄρα ἡ μὲν ἑκούσιος πρὸς ἀρετῆς ἐστιν, ἡ δὲ ἀκούσιος πρὸς πονηρίας σώματος.
” 苏:“因此,自愿的难看姿态属于身体的优秀,而违心的难看姿态则属于身体的缺陷。
ΙΠ. φαίνεται.
” 希:“看来是这样。
ΣΩ. τί δὲ φωνῆς πέρι λέγεις;
” 苏:“那么关于声音你又怎么说?
ποτέραν φῂς εἶναι βελτίω, τὴν ἑκουσίως ἀπᾴδουσαν ἢ τὴν ἀκουσίως;
你认为哪一个更好,是自愿唱错音的,还是违心唱错音的?
ΙΠ. τὴν ἑκουσίως.
” 希:“自愿的那个。
ΣΩ. μοχθηροτέραν δὲ τὴν ἀκουσίως;
” 苏:“而违心的那个更糟糕?
ΙΠ. ναί.
” 希:“是的。
ΣΩ. δέξαιο δʼ ἂν πότερον τἀγαθὰ κεκτῆσθαι ἢ τὰ κακά;
” 苏:“那么你更愿意拥有好的东西还是坏的东西?
ΙΠ. τἀγαθά.
” 希:“好的东西。
ΣΩ. πότερον οὖν ἂν δέξαιο πόδας κεκτῆσθαι ἑκουσίως χωλαίνοντας ἢ ἀκουσίως;
” 苏:“那么,你更愿意拥有自愿瘸着的脚,还是违心瘸着的脚?
ΙΠ. ἑκουσίως.
” 希:“自愿的。
ΣΩ. χωλεία δὲ ποδῶν οὐχὶ πονηρία καὶ ἀσχημοσύνη ἐστίν;
” 苏:“但脚瘸不就是脚的缺陷和难看吗?
ΙΠ. ναί.
” 希:“是的。
ΣΩ. τί δέ; ἀμβλυωπία οὐ πονηρία ὀφθαλμῶν;
” 苏:“那么,视力模糊不就是眼睛的缺陷吗?
ΙΠ. ναί.
” 希:“是的。
ΣΩ. ποτέρους οὖν ἂν βούλοιο ὀφθαλμοὺς κεκτῆσθαι καὶ ποτέροις συνεῖναι;
” 苏:“那么,你想拥有并相伴哪种眼睛?
οἷς ἑκὼν ἄν τις ἀμβλυώττοι καὶ παρορῴη ἢ οἷς ἄκων;
是自愿变模糊并看错东西的眼睛,还是违心这样的?
ΙΠ. οἷς ἑκών.
” 希:“自愿的那个。
ΣΩ. βελτίω ἄρα ἥγησαι τῶν σαυτοῦ τὰ ἑκουσίως πονηρὰ ἐργαζόμενα ἢ τὰ ἀκουσίως;
” 苏:“这么说,你认为自己身上那些自愿运作不良的器官,比违心运作不良的器官更好吗?
ΙΠ. τὰ γοῦν τοιαῦτα.
” 希:“至少这类东西是这样。
ΣΩ. οὐκοῦν πάντα, οἷον καὶ ὦτα καὶ ῥῖνας καὶ στόμα καὶ πάσας τὰς αἰσθήσεις, εἷς λόγος συνέχει, τὰς μὲν ἀκόντως κακὰ ἐργαζομένας ἀκτήτους εἶναι ὡς πονηρὰς οὔσας, τὰς δὲ ἑκουσίως κτητὰς ὡς ἀγαθὰς οὔσας.
” 苏:“那么,是不是有一个共同的道理贯穿了所有器官,比如耳朵、鼻子、嘴巴和所有的感官:即那些违心运作不良的器官不值得拥有,因为它们是差劲的;而自愿运作不良的则是值得拥有的,因为它们是好的。
ΙΠ. ἔμοιγε δοκεῖ.
” 希:“在我看来是这样。
ΣΩ. τί δέ;
” 苏:“那么工具呢?
ὀργάνων ποτέρων βελτίων ἡ κοινωνία, οἷς ἑκών τις κακὰ ἐργάζεται ἢ οἷς ἄκων;
使用哪种工具更好,是人自愿用其做出坏结果的,还是人违心用其做出坏结果的?
οἷον πηδάλιον ᾧ ἄκων κακῶς τις κυβερνήσει βέλτιον ἢ ᾧ ἑκών;
例如,一个人违心地用其无法好好驾驶的舵更好,还是自愿如此的舵更好?
ΙΠ. ὧι ἑκών.
” 希:“自愿的那个。
ΣΩ. οὐ καὶ τόξον ὡσαύτως καὶ λύρα καὶ αὐλοὶ καὶ τἆλλα σύμπαντα;
” 苏:“对于弓、里拉琴、双管笛以及其他所有工具,不也是同样如此吗? ”