§291ΣΩ. μέρμερος πάνυ ἐστίν, ὦ Ἱππία·
苏格拉底:他真是个非常难缠的家伙,希庇阿斯。
ἀλλʼ ὅμως τί φήσομεν;
但不管怎样,我们要怎么说呢?
ποτέραν πρέπειν τοῖν τορύναιν τῷ ἔτνει καὶ τῇ χύτρᾳ;
这两把杓子中,哪一把适合配豆汤和陶罐?
ἢ δῆλον ὅτι τὴν συκίνην;
不显然是无花果木的那把吗?
εὐωδέστερον γάρ που τὸ ἔτνος ποιεῖ, καὶ ἅμα, ὦ ἑταῖρε, οὐκ ἂν συντρίψασα ἡμῖν τὴν χύτραν ἐκχέαι τὸ ἔτνος καὶ τὸ πῦρ ἀποσβέσειεν καὶ τοὺς μέλλοντας ἑστιᾶσθαι ἄνευ ὄψου ἂν πάνυ γενναίου ποιήσειεν·
因为我想它能使汤更香,而且,朋友,它不会打碎我们的陶罐、泼洒豆汤、熄灭炭火,并让准备赴宴的人们没有一盘精美的菜肴。
ἡ δὲ χρυσῆ ἐκείνη πάντα ἂν ταῦτα ποιήσειεν, ὥστʼ ἔμοιγε δοκεῖν τὴν συκίνην ἡμᾶς μᾶλλον φάναι πρέπειν ἢ τὴν χρυσῆν, εἰ μή τι σὺ ἄλλο λέγεις.
但那把黄金的却会把这些坏事做尽,所以在我看来,除非你有别的说法,否则我们应当说无花果木的杓子比黄金的更合适。
ΙΠ. πρέπει μὲν γάρ, ὦ Σώκρατες, μᾶλλον·
希庇阿斯:因为,苏格拉底,那确实更合适。
οὐ μεντἂν ἔγωγε τῷ ἀνθρώπῳ τοιαῦτα ἐρωτῶντι διαλεγοίμην.
然而,我可不愿和提出这种问题的人对话。
ΣΩ. ὀρθῶς γε, ὦ φίλε·
苏格拉底:说得对,我的朋友。
σοὶ μὲν γὰρ οὐκ ἂν πρέποι τοιούτων ὀνομάτων ἀναπίμπλασθαι, καλῶς μὲν οὑτωσὶ ἀμπεχομένῳ, καλῶς δὲ ὑποδεδεμένῳ, εὐδοκιμοῦντι δὲ ἐπὶ σοφίᾳ ἐν πᾶσι τοῖς Ἕλλησιν.
因为对于你这样穿着体面、鞋履考究、且因智慧而在所有希腊人中享有盛誉的人来说,被这些粗俗的词汇玷污是不合适的。
ἀλλʼ ἐμοὶ οὐδὲν πρᾶγμα φύρεσθαι πρὸς τὸν ἄνθρωπον·
但对我来说,和那个人纠缠在一起并无大碍。
ἐμὲ οὖν προδίδασκε καὶ ἐμὴν χάριν ἀποκρίνου.
所以请先指教我,看在我的份上回答他。
εἰ γὰρ δὴ πρέπει γε μᾶλλον ἡ συκίνη τῆς χρυσῆς,
φήσει ὁ ἄνθρωπος,
ἄλλο τι καὶ καλλίων ἂν εἴη, ἐπειδήπερ τὸ πρέπον, ὦ Σώκρατες, κάλλιον ὡμολόγησας εἶναι τοῦ μὴ πρέποντος;
“因为如果无花果木的确实比黄金的更合适,”那人会说,“由于你已经承认,苏格拉底,合适的东西比不合适的东西更美,那么它难道不也更美吗?
ἄλλο τι ὁμολογῶμεν, ὦ Ἱππία, τὴν συκίνην καλλίω τῆς χρυσῆς εἶναι;
” 我们要承认无花果木的杓子比黄金的更美吗,希庇阿斯?
ΙΠ. βούλει σοι εἴπω, ὦ Σώκρατες, ὃ εἰπὼν εἶναι τὸ καλὸν ἀπαλλάξεις σαυτὸν τῶν πολλῶν λόγων;
希庇阿斯:苏格拉底,你想让我告诉你一个关于美是什么的答案吗? 只要你把它说成是美,你就能摆脱这许多琐碎的讨论。
ΣΩ. πάνυ μὲν οὖν·
苏格拉底:非常想。
μὴ μέντοι πρότερόν γε πρὶν ἄν μοι εἴπῃς ποτέραν ἀποκρίνωμαι οἷν ἄρτι ἔλεγον τοῖν τορύναιν πρέπουσάν τε καὶ καλλίω εἶναι.
但在这之前,千万要先告诉我,刚才说到的两把杓子中,我该回答哪一把既合适又更美。
ΙΠ. ἀλλʼ, εἰ βούλει, αὐτῷ ἀπόκριναι ὅτι ἡ ἐκ τῆς συκῆς εἰργασμένη.
希庇阿斯:那好,如果你愿意,就回答他,是用无花果木做的那把。
ΣΩ. λέγε δὴ νυνὶ ὃ ἄρτι ἔμελλες λέγειν.
苏格拉底:那么现在说你刚才打算说的话吧。
ταύτῃ μὲν γὰρ τῇ ἀποκρίσει, ἂν φῶ τὸ καλὸν χρυσὸν εἶναι, οὐδὲν ὡς ἔοικέ μοι ἀναφανήσεται κάλλιον ὂν χρυσὸς ἢ ξύλον σύκινον·
因为根据这个回答,如果我声明美是黄金,黄金似乎并不会比无花果木更美。
τὸ δὲ νῦν τί αὖ λέγεις τὸ καλὸν εἶναι;
那么现在,你又说美是什么呢?
ΙΠ. ἐγώ σοι ἐρῶ.
希庇阿斯:我会告诉你的。
ζητεῖν γάρ μοι δοκεῖς τοιοῦτόν τι τὸ καλὸν ἀποκρίνασθαι, ὃ μηδέποτε αἰσχρὸν μηδαμοῦ μηδενὶ φανεῖται.
因为在我看来,你似乎在寻求这样一种关于美的回答,即它在任何地方、对任何人而言都绝不会显得丑陋。
ΣΩ. πάνυ μὲν οὖν, ὦ Ἱππία· καὶ καλῶς γε νῦν ὑπολαμβάνεις.
苏格拉底:正是如此,希庇阿斯;你现在理解得非常好。
ΙΠ. ἄκουε δή·
希庇阿斯:那就听着。
πρὸς γὰρ τοῦτο ἴσθι, ἐάν τις ἔχῃ ὅτι ἀντείπῃ, φάναι ἐμὲ μηδʼ ὁτιοῦν ἐπαΐειν.
因为关于这一点,你要确信,如果有人能提出反驳,你可以说我对此一无所知。
ΣΩ. λέγε δὴ ὡς τάχιστα πρὸς θεῶν.
苏格拉底:看在诸神的份上,快说吧。
ΙΠ. λέγω τοίνυν ἀεὶ καὶ παντὶ καὶ πανταχοῦ κάλλιστον εἶναι ἀνδρί, πλουτοῦντι, ὑγιαίνοντι, τιμωμένῳ ὑπὸ τῶν Ἑλλήνων, ἀφικομένῳ εἰς γῆρας, τοὺς αὑτοῦ γονέας τελευτήσαντας καλῶς περιστείλαντι, ὑπὸ τῶν αὑτοῦ ἐκγόνων καλῶς καὶ μεγαλοπρεπῶς ταφῆναι.
希庇阿斯:那么,我说,对于一个男人来说,富有、健康、受到希腊人的尊重、安享晚年、在父母去世后体面地为他们料理后事,并最终由自己的子孙体面而隆重地安葬,这在任何时候、对任何人、在任何地方都是最美的。
ΣΩ. ἰοὺ ἰού, ὦ Ἱππία, ἦ θαυμασίως τε καὶ μεγαλείως καὶ ἀξίως σαυτοῦ εἴρηκας·
苏格拉底:天哪,希庇阿斯! 你说的这番话真是奇妙、宏伟,且配得上你。
καὶ νὴ τὴν Ἥραν ἄγαμαί σου ὅτι μοι δοκεῖς εὐνοϊκῶς, καθʼ ὅσον οἷός τʼ εἶ, βοηθεῖν·
凭着赫拉起誓,我十分钦佩你,因为在我看来你尽了最大的努力,非常友善地在帮助我。
ἀλλὰ γὰρ τοῦ ἀνδρὸς οὐ τυγχάνομεν, ἀλλʼ ἡμῶν δὴ νῦν καὶ πλεῖστον καταγελάσεται, εὖ ἴσθι.
然而,我们并没有捉住那个人,相反,确信吧,他现在会最大程度地嘲笑我们。