Humanitext Reader

柏拉图 · 大希庇亚篇 §292

提问者对脱离美之本质回答的杖责警告

第 8 段,共 20 段 · 希腊语

内容简介

希庇阿斯认为,如果苏格拉底的对话者在不理解的情况下嘲笑他们,那他只会让自己成为笑柄。然而,苏格拉底解释说,由于他们用具体的个别美来回答美本身的本质,对方会指责他们唱了一首离题的“迪提朗布斯(酒神赞歌)”,并可能因此正当地殴打他。

§292ΙΠ. πονηρόν γʼ, ὦ Σώκρατες, γέλωτα·
希庇阿斯:那是个微不足道的笑声,苏格拉底。
ὅταν γὰρ πρὸς ταῦτα ἔχῃ μὲν μηδὲν ὅτι λέγῃ, γελᾷ δέ, αὑτοῦ καταγελάσεται καὶ ὑπὸ τῶν παρόντων αὐτὸς ἔσται καταγέλαστος.
因为当他对这些提议无话可说却只管笑时,他是在嘲笑他自己,并且在旁人看来,他自己也会成为笑柄。
ΣΩ. ἴσως οὕτως ἔχει·
苏格拉底:也许是这样。
ἴσως μέντοι ἐπί γε ταύτῃ τῇ ἀποκρίσει, ὡς ἐγὼ μαντεύομαι, κινδυνεύσει οὐ μόνον μου καταγελᾶν.
然而,正如我所预料的,对于这个回答,他恐怕不仅仅会嘲笑我。
ΙΠ. ἀλλὰ τί μήν;
希庇阿斯:那还会怎么样呢?
ΣΩ. ὅτι, ἂν τύχῃ βακτηρίαν ἔχων, ἂν μὴ ἐκφύγω φεύγων αὐτόν, εὖ μάλα μου ἐφικέσθαι πειράσεται.
苏格拉底:那就是,如果他碰巧手拿手杖,除非我逃跑避开他,否则他会狠狠地揍我一顿。
ΙΠ. πῶς λέγεις;
希庇阿斯:你怎么这么说?
δεσπότης τίς σου ὁ ἄνθρωπός ἐστιν, καὶ τοῦτο ποιήσας οὐκ ἀχθήσεται καὶ δίκας ὀφλήσει;
那个人是你的什么主人吗? 他做了这种事难道不会被逮捕并判处赔偿吗?
ἢ οὐκ ἔνδικος ὑμῖν ἡ πόλις ἐστίν, ἀλλʼ ἐᾷ ἀδίκως τύπτειν ἀλλήλους τοὺς πολίτας;
还是说你们的城邦没有法治,反而允许公民们彼此不义地殴打?
ΣΩ. οὐδʼ ὁπωστιοῦν ἐᾷ.
苏格拉底:绝不允许。
ΙΠ. οὐκοῦν δώσει δίκην ἀδίκως γέ σε τύπτων.
希庇阿斯:那么,他如果不义地殴打你,就会受到惩罚。
ΣΩ. οὔ μοι δοκεῖ, ὦ Ἱππία, οὔκ, εἰ ταῦτά γε ἀποκριναίμην, ἀλλὰ δικαίως, ἔμοιγε δοκεῖ.
苏格拉底:在我看来并非如此,希庇阿斯,不,如果我做出这样的回答,在我看来,那是他理所应当殴打我。
ΙΠ. καὶ ἐμοὶ τοίνυν δοκεῖ, ὦ Σώκρατες, ἐπειδήπερ γε αὐτὸς ταῦτα οἴει.
希庇阿斯:那么在我看来也是如此,苏格拉底,既然你自个儿都这么认为。
ΣΩ. οὐκοῦν εἴπω σοι καὶ ᾗ αὐτὸς οἴομαι δικαίως ἂν τύπτεσθαι ταῦτα ἀποκρινόμενος;
苏格拉底:那么,要不要我告诉你,我自己为什么认为做出这些回答会挨一顿合理的揍?
ἢ καὶ σύ με ἄκριτον τυπτήσεις;
或者你也打算不加审判地殴打我?
ἢ δέξῃ λόγον;
还是说你会听取我的解释?
ΙΠ. δεινὸν γὰρ ἂν εἴη, ὦ Σώκρατες, εἰ μὴ δεχοίμην·
希庇阿斯:如果我不听,那可真是太糟糕了,苏格拉底。
ἀλλὰ πῶς λέγεις;
不过,你到底是什么意思?
ΣΩ. ἐγώ σοι ἐρῶ, τὸν αὐτὸν τρόπον ὅνπερ νυνδή, μιμούμενος ἐκεῖνον, ἵνα μὴ πρὸς σὲ λέγω ῥήματα, οἷα ἐκεῖνος εἰς ἐμὲ ἐρεῖ, χαλεπά τε καὶ ἀλλόκοτα.
苏格拉底:我会像刚才那样模仿他来告诉你,免得我直接对你说出那些他会对我说出的粗暴而古怪的话。
εὖ γὰρ ἴσθι, εἰπέ μοι, φήσει, ὦ Σώκρατες, οἴει ἂν ἀδίκως πληγὰς λαβεῖν, ὅστις διθύραμβον τοσουτονὶ ᾁσας οὕτως ἀμούσως πολὺ ἀπῇσας ἀπὸ τοῦ ἐρωτήματος;
你要确信: ‘告诉我,’他会说,‘苏格拉底,你这个唱了这么长一首迪提朗布斯,却唱得如此不合乐调、且远远偏离了问题的人,难道认为自己挨揍是不公道的吗?
πῶς δή;
’ ‘怎么会呢?
φήσω ἐγώ.
’我会说。
ὅπως;
‘怎么会?
φήσει· οὐχ οἷός τʼ εἶ μεμνῆσθαι ὅτι τὸ καλὸν αὐτὸ ἠρώτων, ὃ παντὶ ᾧ ἂν προσγένηται, ὑπάρχει ἐκείνῳ καλῷ εἶναι, καὶ λίθῳ καὶ ξύλῳ καὶ ἀνθρώπῳ καὶ θεῷ καὶ πάσῃ πράξει καὶ παντὶ μαθήματι;
’他会说:‘你难道记不起来,我问的是美本身,即无论它附加在什么上面,那个东西——无论是石头、木头、人、神、任何行动还是任何学问——都会因此成为美的?
αὐτὸ γὰρ ἔγωγε, ὤνθρωπε, κάλλος ἐρωτῶ ὅτι ἐστίν, καὶ οὐδέν σοι μᾶλλον γεγωνεῖν δύναμαι ἢ εἴ μοι παρεκάθησο λίθος, καὶ οὗτος μυλίας, μήτε ὦτα μήτε ἐγκέφαλον ἔχων.
因为,老兄,我问的是美本身是什么,而我对你把这话说清楚,就跟你像块石头——而且还是块磨盘石——一样坐在我身边,既没有耳朵也没有大脑没什么两样。
εἰ οὖν φοβηθεὶς εἴποιμι ἐγὼ ἐπὶ τούτοις τάδε, ἆρα οὐκ ἂν ἄχθοιο, ὦ Ἱππία;
’ 那么,如果我因害怕而对这些话做出如下回答,希庇阿斯,你难道不会生气吗?
ἀλλὰ μέντοι τόδε τὸ καλὸν εἶναι Ἱππίας ἔφη· καίτοι ἐγὼ αὐτὸν ἠρώτων οὕτως ὥσπερ σὺ ἐμέ, ὃ πᾶσι καλὸν καὶ ἀεί ἐστι.
‘不过,希庇阿斯确实说过,这就是美;然而我问他的,正如你问我的一样,是对所有人而言且在任何时候都是美的东西。
πῶς οὖν φῄς;
’那么你怎么说?
οὐκ ἀχθέσῃ, ἂν εἴπω ταῦτα;
如果我这么说,你不会生气吧?
ΙΠ. εὖ γʼ οὖν οἶδα, ὦ Σώκρατες, ὅτι πᾶσι καλὸν τοῦτʼ ἐστίν, ὃ ἐγὼ εἶπον, καὶ δόξει.
希庇阿斯:苏格拉底,我确信,我所说的那个东西对所有人来说都是美的,而且也必将被认为如此。
ΣΩ. ἦ καὶ ἔσται;
苏格拉底:‘它也确实将是美的吗?
φήσει· ἀεὶ γάρ που τό γε καλὸν καλόν.
’他会说,‘因为美的东西当然在任何时候都是美的。
ΙΠ. πάνυ γε.
’ 希庇阿斯:当然如此。
ΣΩ. οὐκοῦν καὶ ἦν;
苏格拉底:‘那么它过去也是美的吗?
φήσει.
’他会说。
ΙΠ. καὶ ἦν.
希庇阿斯:过去也是美的。

词汇与语法注释

  1. 292ἔχῃ μὲν μηδὲν ὅτι λέγῃ — 意为“没有什么可说的”。此处采用了 ἔχω + 代词 + 虚拟语气(此处为 λέγῃ,属于考虑或带有疑问性质的虚拟语气,相当于不定式结构)的句式。μηδέν 是先行词,由 ὅτι λέγῃ 引导的从句修饰。
  2. 292aφεύγων — 在 ἐκφύγω φεύγων 中,分词 φεύγων 与主动词 ἐκφύγω 同源,用来表示手段、方式(“通过逃跑而逃脱”)或起到强调作用,通常译作“逃跑避开”或“溜之大吉”。
  3. 292cὅτις διθύραμβον τοσουτονὶ ᾁσας — 关系代名词 ὅστις 在此处指代特定的人(苏格拉底),同时带有因果语气,意为“竟然是唱了……的那种人”。“唱迪提朗布斯(酒神赞歌)”是一个比喻,用来指责苏格拉底发表了冗长、夸张且离题的华丽辞藻。
  4. 292dὃ παντὶ ᾧ ἂν προσγένηται, ὑπάρχει ἐκείνῳ καλῷ εἶναι — 主句动词 ὑπάρχει 意为“归属于”或“具有”,在此处与不定式 εἶναι 连用。其逻辑主语并非关系代名词 ὃ 所指代的“美本身”,而是 ἐκείνῳ(那件东西)。整句结构为:“凡是它所附加的任何东西(παντὶ ᾧ ἂν προσγένηται),对那个东西(ἐκείνῳ)而言,成为美的(καλῷ εἶναι)便是其属性(ὑπάρχει)”。καλῷ 采用与格以与 ἐκείνῳ 一致。

引用这一段

柏拉图, 大希庇亚篇 §292. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg025.humanitext-grc2:292

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。