Humanitext Reader

柏拉图 · 大希庇亚篇 §289-290

美的相对性与对黄金说的反驳及适合

第 6 段,共 20 段 · 希腊语

内容简介

苏格拉底通过引用赫拉克利特关于类比的观点,指出希庇阿斯之前提出的少女、牝马和陶罐等美的事物在与更高阶存在相比时会显得丑陋。随后,希庇阿斯提议将“黄金”作为使万物变美的绝对元素,而苏格拉底则以菲迪亚斯的雅典娜雕像为例进行反驳,进而将讨论引向“合适”这一概念。

§289ΣΩ. εἶεν·
苏格拉底:好。
μανθάνω, ὦ Ἱππία, ὡς ἄρα χρὴ ἀντιλέγειν πρὸς τὸν ταῦτα ἐρωτῶντα τάδε· ὦ ἄνθρωπε, ἀγνοεῖς ὅτι τὸ τοῦ Ἡρακλείτου εὖ ἔχει, ὡς ἄρα πιθήκων ὁ κάλλιστος αἰσχρὸς ἀνθρώπων γένει συμβάλλειν, καὶ χυτρῶν ἡ καλλίστη αἰσχρὰ παρθένων γένει συμβάλλειν, ὥς φησιν Ἱππίας ὁ σοφός.
我明白了,希庇阿斯,原来对于提出这些问题的人,我们应当这样反驳说:“喂,朋友,你难道不知道赫拉克利特说得很对吗,他说:‘最美丽的猴子,若与人类相比,也是丑陋的。 ’同样,最美丽的陶罐,若与少女相比,也是丑陋的,”正如智慧的希庇阿斯所说的那样。
οὐχ οὕτως, ὦ Ἱππία;
难道不是这样吗,希庇阿斯?
ΙΠ. πάνυ μὲν οὖν, ὦ Σώκρατες, ὀρθῶς ἀπεκρίνω.
希庇阿斯:完全如此,苏格拉底,你回答得非常正确。
ΣΩ. ἄκουε δή.
苏格拉底:那就听着。
μετὰ τοῦτο γὰρ εὖ οἶδʼ ὅτι φήσει· τί δέ, ὦ Σώκρατες;
因为在此之后,我深知他会说: “那又怎么说呢,苏格拉底?
τὸ τῶν παρθένων γένος θεῶν γένει ἄν τις συμβάλλῃ, οὐ ταὐτὸν πείσεται ὅπερ τὸ τῶν χυτρῶν τῷ τῶν παρθένων συμβαλλόμενον;
如果有人将少女一类与神明一类相比,她难道不会遭遇与陶罐和少女相比时同样的事情吗?
οὐχ ἡ καλλίστη παρθένος αἰσχρὰ φανεῖται;
最美丽的少女难道不也会显得丑陋吗?
ἢ οὐ καὶ Ἡράκλειτος αὐτὸ τοῦτο λέγει, ὃν σὺ ἐπάγῃ, ὅτι ἀνθρώπων ὁ σοφώτατος πρὸς θεὸν πίθηκος φανεῖται καὶ σοφίᾳ καὶ κάλλει καὶ τοῖς ἄλλοις πᾶσιν;
或者,你所引用的是赫拉克利特本人不正是这个意思吗,他说:‘最智慧的人,在智慧、美以及其他所有方面,与神相比,也显得像只猴子。
ὁμολογήσωμεν, Ἱππία, τὴν καλλίστην παρθένον πρὸς θεῶν γένος αἰσχρὰν εἶναι;
’” 希庇阿斯,我们要承认最美丽的少女与神明相比是丑陋的吗?
ΙΠ. τίς γὰρ ἂν ἀντείποι τούτῳ γε, ὦ Σώκρατες;
希庇阿斯:苏格拉底,对于这一点,谁又能反对呢?
ΣΩ. ἂν τοίνυν ταῦτα ὁμολογήσωμεν, γελάσεταί τε καὶ ἐρεῖ· ὦ Σώκρατες, μέμνησαι οὖν ὅτι ἠρωτήθης;
苏格拉底:那么,如果我们承认了这些,他就会嘲笑并说道: “苏格拉底,你还记得你被问到的是什么吗?
ἔγωγε, φήσω, ὅτι αὐτὸ τὸ καλὸν ὅτι ποτέ ἐστιν.
” 我会说:“当然记得,是美本身到底是什么。
ἔπειτα, φήσει, ἐρωτηθεὶς τὸ καλὸν ἀποκρίνῃ ὃ τυγχάνει ὄν, ὡς αὐτὸς φῄς, οὐδὲν μᾶλλον καλὸν ἢ αἰσχρόν;
” 然后,他会说:“既然被问到的是美,你回答的却是——如你自己所说——既不比丑更美,也不比美更丑的东西吗?
ἔοικε, φήσω·
” 我会说:“看来是这样。
ἢ τί μοι συμβουλεύεις, ὦ φίλε, φάναι;
或者,我的朋友,你建议我该怎么说呢?
ΙΠ. τοῦτο ἔγωγε·
” 希庇阿斯:我建议就这么说。
καὶ γὰρ δὴ πρός γε θεοὺς ὅτι οὐ καλὸν τὸ ἀνθρώπειον γένος, ἀληθῆ ἐρεῖ.
因为与神相比,人类是不美的,他说的是实话。
ΣΩ. εἰ δέ σε ἠρόμην, φήσει, ἐξ ἀρχῆς τί ἐστι καλόν τε καὶ αἰσχρόν, εἴ μοι ἅπερ νῦν ἀπεκρίνω, ἆρʼ οὐκ ἂν ὀρθῶς ἀπεκέκρισο;
苏格拉底:“但如果我,”他会说,“一开始问你什么是美与丑,如果你用现在回答我的话来回答我,难道你算回答得正确吗?
ἔτι δὲ καὶ δοκεῖ σοι αὐτὸ τὸ καλόν, ᾧ καὶ τἆλλα πάντα κοσμεῖται καὶ καλὰ φαίνεται, ἐπειδὰν προσγένηται ἐκεῖνο τὸ εἶδος, τοῦτʼ εἶναι παρθένος ἢ ἵππος ἢ λύρα;
而且,在那个形相加合其上时,使得其他一切事物得到装饰并显得美的美本身,你还认为它是一个少女、一匹马或一把竖琴吗?
ΙΠ. ἀλλὰ μέντοι, ὦ Σώκρατες, εἰ τοῦτό γε ζητεῖ, πάντων ῥᾷστον ἀποκρίνασθαι αὐτῷ τί ἐστι τὸ καλὸν ᾧ καὶ τὰ ἄλλα πάντα κοσμεῖται καὶ προσγενομένου αὐτοῦ καλὰ φαίνεται.
” 希庇阿斯:但是,苏格拉底,如果他探求的是这个,那回答他什么是使得其他一切事物得到装饰、并在它加合其上时显得美的美,就是最容易不过的事了。
εὐηθέστατος οὖν ἐστιν ὁ ἄνθρωπος καὶ οὐδὲν ἐπαΐει περὶ καλῶν κτημάτων.
因而,这个人极其愚蠢,对精美之物一无所知。
ἐὰν γὰρ αὐτῷ ἀποκρίνῃ ὅτι τοῦτʼ ἐστὶν ὃ ἐρωτᾷ τὸ καλὸν οὐδὲν ἄλλο ἢ χρυσός, ἀπορήσει καὶ οὐκ ἐπιχειρήσει σε ἐλέγχειν.
因为如果你回答他,他所问的这个美不是别的东西,正是黄金,他就会无言以对,而不会企图反驳你。
ἴσμεν γάρ που πάντες ὅτι ὅπου ἂν τοῦτο προσγένηται, κἂν πρότερον αἰσχρὸν φαίνηται, καλὸν φανεῖται χρυσῷ γε κοσμηθέν.
因为我们大家大概都知道,无论什么地方,只要有黄金加合其上,即使以前显得丑陋,在用黄金装饰之后也会显得美。
ΣΩ. ἄπειρος εἶ τοῦ ἀνδρός, ὦ Ἱππία, ὡς σχέτλιός ἐστι καὶ οὐδὲν ῥᾳδίως ἀποδεχόμενος.
苏格拉底:你不了解那个人,希庇阿斯,他是多么难缠,什么都不轻易接受。
§290ΙΠ. τί οὖν τοῦτο, ὦ Σώκρατες;
希庇阿斯:这又有什么关系,苏格拉底?
τὸ γὰρ ὀρθῶς λεγόμενον ἀνάγκη αὐτῷ ἀποδέχεσθαι, ἢ μὴ ἀποδεχομένῳ καταγελάστῳ εἶναι.
因为对于说得正确的话,他必须接受,否则不接受他就会显得荒谬可笑。
ΣΩ. καὶ μὲν δὴ ταύτην γε τὴν ἀπόκρισιν, ὦ ἄριστε, οὐ μόνον οὐκ ἀποδέξεται, ἀλλὰ πάνυ με καὶ τωθάσεται, καὶ ἐρεῖ· ὦ τετυφωμένε σύ, Φειδίαν οἴει κακὸν εἶναι δημιουργόν;
苏格拉底:而且,我最优秀的候选人,对于这个回答,他不仅不会接受,反而会狠狠嘲笑我,并说: “你这自以为是的家伙,你认为菲迪亚斯是个糟糕的匠人吗?
καὶ ἐγὼ οἶμαι ἐρῶ ὅτι οὐδʼ ὁπωστιοῦν.
” 而我想我会说:“绝不。
ΙΠ. καὶ ὀρθῶς γʼ ἐρεῖς, ὦ Σώκρατες.
” 希庇阿斯:你确实会说得对,苏格拉底。
ΣΩ. ὀρθῶς μέντοι.
苏格拉底:确实对。
τοιγάρτοι ἐκεῖνος, ἐπειδὰν ἐγὼ ὁμολογῶ ἀγαθὸν εἶναι δημιουργὸν τὸν Φειδίαν, εἶτα, φήσει, οἴει τοῦτο τὸ καλὸν ὃ σὺ λέγεις ἠγνόει Φειδίας;
因此,当我承认菲迪亚斯是个优秀的匠人时, “那么,” 他会说,“你认为菲迪亚斯不知道你所说的这个美吗?
καὶ ἐγώ·
” 而我:“为什么特别这样说?
τί μάλιστα; φήσω.
”我会说。
ὅτι, ἐρεῖ, τῆς Ἀθηνᾶς τοὺς ὀφθαλμοὺς οὐ χρυσοῦς ἐποίησεν, οὐδὲ τὸ ἄλλο πρόσωπον οὐδὲ τοὺς πόδας οὐδὲ τὰς χεῖρας, εἴπερ χρυσοῦν γε δὴ ὂν κάλλιστον ἔμελλε φαίνεσθαι, ἀλλʼ ἐλεφάντινον·
“因为,”他会说,“他没有把雅典娜的眼睛做成黄金的,也没有把脸的其他部分、脚和手做成黄金的——如果黄金确实能使它们显得最美的话——而是用象牙做的。
δῆλον ὅτι τοῦτο ὑπὸ ἀμαθίας ἐξήμαρτεν, ἀγνοῶν ὅτι χρυσὸς ἄρʼ ἐστὶν ὁ πάντα καλὰ ποιῶν, ὅπου ἂν προσγένηται.
显然,他是由于无知而犯了这个错误,不知道原来黄金才是使一切事物在它加合其上时变美的东西。
ταῦτα οὖν λέγοντι τί ἀποκρινώμεθα, ὦ Ἱππία;
” 当他这么说时,希庇阿斯,我们该怎么回答呢?
ΙΠ. οὐδὲν χαλεπόν·
希庇阿斯:没什么难的。
ἐροῦμεν γὰρ ὅτι ὀρθῶς ἐποίησε.
因为我们会说他做得很对。
καὶ γὰρ τὸ ἐλεφάντινον οἶμαι καλόν ἐστιν.
因为我认为象牙也是美的。
ΣΩ. τοῦ οὖν ἕνεκα, φήσει, οὐ καὶ τὰ μέσα τῶν ὀφθαλμῶν ἐλεφάντινα ἠργάσατο, ἀλλὰ λίθινα, ὡς οἷόν τʼ ἦν ὁμοιότητα τοῦ λίθου τῷ ἐλέφαντι ἐξευρών;
苏格拉底:“那为什么,”他会说,“他不把眼睛的中心也做成象牙的,而是做成石头的,尽可能寻找石头与象牙相似的材质呢?
ἢ καὶ ὁ λίθος ὁ καλὸς καλόν ἐστι;
或者说,美丽的石头也是美的东西吗?
φήσομεν, ὦ Ἱππία;
” 我们要这么说吗,希庇阿斯?
ΙΠ. φήσομεν μέντοι, ὅταν γε πρέπων ᾖ.
希庇阿斯:我们确实要这么说,至少在它合适的时候。
ΣΩ. ὅταν δὲ μὴ πρέπων, αἰσχρόν;
苏格拉底:“但当它不合适的时候,就是丑的吗?
ὁμολογῶ ἢ μή;
” 我是承认还是不承认?
ΙΠ. ὁμολόγει, ὅταν γε μὴ πρέπῃ.
希庇阿斯:承认吧,至少在它不合适的时候。
ΣΩ. τί δὲ δή;
苏格拉底:“那又怎么说呢?
ὁ ἐλέφας καὶ ὁ χρυσός, φήσει, ὦ σοφὲ σύ, οὐχ ὅταν μὲν πρέπῃ, καλὰ ποιεῖ φαίνεσθαι, ὅταν δὲ μή, αἰσχρά;
”他会说,“你这聪明人,象牙和黄金难道不是在合适的时候使事物显得美,而在不合适的时候显得丑吗?
ἔξαρνοι ἐσόμεθα ἢ ὁμολογήσομεν αὐτῷ ὀρθῶς λέγειν αὐτόν;
” 我们是要否认,还是承认他说得对?
ΙΠ. ὁμολογήσομεν τοῦτό γε, ὅτι ὃ ἂν πρέπῃ ἑκάστῳ, τοῦτο καλὸν ποιεῖ ἕκαστον.
希庇阿斯:我们确实要承认这一点,即凡是对每个事物合适的东西,都使每个事物变美。
ΣΩ. πότερον οὖν πρέπει, φήσει, ὅταν τις τὴν χύτραν ἣν ἄρτι ἐλέγομεν, τὴν καλήν, ἕψῃ ἔτνους καλοῦ μεστήν, χρυσῆ τορύνη αὐτῇ ἢ συκίνη;
苏格拉底:“那么,哪一个合适呢? ”他会说,“当有人用我们刚才说到的那个精美的陶罐煮一锅上好的豆汤时,配它的是金杓子还是无花果木杓子呢?
ΙΠ. Ἡράκλεις, οἷον λέγεις ἄνθρωπον, ὦ Σώκρατες.
” 希庇阿斯:赫拉克勒斯啊! 苏格拉底,你说的是个什么样的人啊。
οὐ βούλει μοι εἰπεῖν τίς ἐστιν;
你不想告诉我他是谁吗?
ΣΩ. οὐ γὰρ ἂν γνοίης, εἴ σοι εἴποιμι τοὔνομα.
苏格拉底:因为即使我告诉你他的名字,你也不会认识的。
ΙΠ. ἀλλὰ καὶ νῦν ἔγωγε γιγνώσκω, ὅτι ἀμαθής τίς ἐστιν.
希庇阿斯:不过,即使现在,我也知道他是个毫无教养的家伙。

词汇与语法注释

  1. 289aσυμβάλλειν — 不定式 συμβάλλειν(比较)在此用作限定性不定式,修饰形容词 αἰσχρός(丑陋的),表示“在进行比较时”。此处引用自赫拉克利特的残篇(DK 22 B 82),用以表达在与人类这一类别进行比较时的相对丑陋。
  2. 289cοὐδὲν μᾶλλον καλὸν ἢ αἰσχρόν — 字面意思是“不比丑陋更美”,这一表达指出了美的相对性质,即在某种比较中是美的,在另一种比较中则是丑的。它意味着“既是美的,但同样也是丑的”。
  3. 289dεἰ δέ σε ἠρόμην... ἆρʼ οὐκ ἂν ὀρθῶς ἀπεκέκρισο; — 过去反事实条件句,在条件从句中使用直陈式过去时(ἠρόμην),在主句中使用 ἄν 加上直陈式过去时(ἀπεκέκρισο)。它表达了:“如果我曾问你……,你会回答得正确吗?”(暗示实际上并没有这样问,因此也没有回答正确)。
  4. 290bεἴπερ χρυσοῦν γε δὴ ὂν κάλλιστον ἔμελλε φαίνεσθαι — 动词 ἔμελλε 连用不定式 φαίνεσθαι 表达了过去的意图、预期或必然性(“本将显得”、“理应显得”)。它位于由 εἴπερ 引导的条件从句中,构成了一个反事实的假设(即“如果金制的确实本该使它们显得最美”)。分词 ὄν 起到条件修饰的作用(“如果是金制的”)。

引用这一段

柏拉图, 大希庇亚篇 §289-290. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg025.humanitext-grc2:289-290

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。