- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg025.humanitext-grc2:291
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ソクラテスは、金のしゃもじよりもイチジクの木で作ったしゃもじの方がスープ鍋にふさわしく美しいことを論じ、ヒッピアスに認めさせる。その後、ヒッピアスは誰にとっても常に美しいものとして、富と健康に恵まれて長寿を全うし、両親を葬り、自らも子孫に葬られることという定義を提示する。
ΣΩ. μέρμερος πάνυ ἐστίν, ὦ Ἱππία· ἀλλʼ ὅμως τί φήσομεν; ποτέραν πρέπειν τοῖν τορύναιν τῷ ἔτνει καὶ τῇ χύτρᾳ; ἢ δῆλον ὅτι τὴν συκίνην; εὐωδέστερον γάρ που τὸ ἔτνος ποιεῖ, καὶ ἅμα, ὦ ἑταῖρε, οὐκ ἂν συντρίψασα ἡμῖν τὴν χύτραν ἐκχέαι τὸ ἔτνος καὶ τὸ πῦρ ἀποσβέσειεν καὶ τοὺς μέλλοντας ἑστιᾶσθαι ἄνευ ὄψου ἂν πάνυ γενναίου ποιήσειεν·1 ἡ δὲ χρυσῆ ἐκείνη πάντα ἂν ταῦτα ποιήσειεν, ὥστʼ ἔμοιγε δοκεῖν τὴν συκίνην ἡμᾶς μᾶλλον φάναι πρέπειν ἢ τὴν χρυσῆν, εἰ μή τι σὺ ἄλλο λέγεις. ΙΠ. πρέπει μὲν γάρ, ὦ Σώκρατες, μᾶλλον· οὐ μεντἂν ἔγωγε τῷ ἀνθρώπῳ τοιαῦτα ἐρωτῶντι διαλεγοίμην. ΣΩ. ὀρθῶς γε, ὦ φίλε· σοὶ μὲν γὰρ οὐκ ἂν πρέποι τοιούτων ὀνομάτων ἀναπίμπλασθαι, καλῶς μὲν οὑτωσὶ ἀμπεχομένῳ, καλῶς δὲ ὑποδεδεμένῳ, εὐδοκιμοῦντι δὲ ἐπὶ σοφίᾳ ἐν πᾶσι τοῖς Ἕλλησιν. ἀλλʼ ἐμοὶ οὐδὲν πρᾶγμα φύρεσθαι πρὸς τὸν ἄνθρωπον· ἐμὲ οὖν προδίδασκε καὶ ἐμὴν χάριν ἀποκρίνου. εἰ γὰρ δὴ πρέπει γε μᾶλλον ἡ συκίνη τῆς χρυσῆς, φήσει ὁ ἄνθρωπος, ἄλλο τι2 καὶ καλλίων ἂν εἴη, ἐπειδήπερ τὸ πρέπον, ὦ Σώκρατες, κάλλιον ὡμολόγησας εἶναι τοῦ μὴ πρέποντος; ἄλλο τι ὁμολογῶμεν, ὦ Ἱππία, τὴν συκίνην καλλίω τῆς χρυσῆς εἶναι; ΙΠ. βούλει σοι εἴπω, ὦ Σώκρατες, ὃ εἰπὼν εἶναι τὸ καλὸν ἀπαλλάξεις σαυτὸν τῶν πολλῶν λόγων; ΣΩ. πάνυ μὲν οὖν· μὴ μέντοι πρότερόν γε πρὶν ἄν μοι εἴπῃς ποτέραν ἀποκρίνωμαι οἷν ἄρτι ἔλεγον τοῖν τορύναιν πρέπουσάν τε καὶ καλλίω εἶναι. ΙΠ. ἀλλʼ, εἰ βούλει, αὐτῷ ἀπόκριναι ὅτι ἡ ἐκ τῆς συκῆς εἰργασμένη. ΣΩ. λέγε δὴ νυνὶ ὃ ἄρτι ἔμελλες λέγειν. ταύτῃ μὲν γὰρ τῇ ἀποκρίσει, ἂν φῶ τὸ καλὸν χρυσὸν εἶναι, οὐδὲν ὡς ἔοικέ μοι ἀναφανήσεται κάλλιον ὂν χρυσὸς ἢ ξύλον σύκινον· τὸ δὲ νῦν τί αὖ λέγεις τὸ καλὸν εἶναι; ΙΠ. ἐγώ σοι ἐρῶ. ζητεῖν γάρ μοι δοκεῖς τοιοῦτόν τι τὸ καλὸν ἀποκρίνασθαι, ὃ μηδέποτε αἰσχρὸν μηδαμοῦ μηδενὶ φανεῖται. ΣΩ. πάνυ μὲν οὖν, ὦ Ἱππία· καὶ καλῶς γε νῦν ὑπολαμβάνεις. ΙΠ. ἄκουε δή· πρὸς γὰρ τοῦτο ἴσθι, ἐάν τις ἔχῃ ὅτι ἀντείπῃ, φάναι ἐμὲ μηδʼ ὁτιοῦν ἐπαΐειν. ΣΩ. λέγε δὴ ὡς τάχιστα πρὸς θεῶν. ΙΠ. λέγω τοίνυν ἀεὶ καὶ παντὶ καὶ πανταχοῦ κάλλιστον εἶναι ἀνδρί, πλουτοῦντι, ὑγιαίνοντι, τιμωμένῳ ὑπὸ τῶν Ἑλλήνων, ἀφικομένῳ εἰς γῆρας, τοὺς αὑτοῦ γονέας τελευτήσαντας καλῶς περιστείλαντι, ὑπὸ τῶν αὑτοῦ ἐκγόνων καλῶς καὶ μεγαλοπρεπῶς ταφῆναι.3 ΣΩ. ἰοὺ ἰού, ὦ Ἱππία, ἦ θαυμασίως τε καὶ μεγαλείως καὶ ἀξίως σαυτοῦ εἴρηκας· καὶ νὴ τὴν Ἥραν ἄγαμαί σου ὅτι μοι δοκεῖς εὐνοϊκῶς, καθʼ ὅσον οἷός τʼ εἶ, βοηθεῖν· ἀλλὰ γὰρ τοῦ ἀνδρὸς οὐ τυγχάνομεν, ἀλλʼ ἡμῶν δὴ νῦν καὶ πλεῖστον καταγελάσεται, εὖ ἴσθι.
ソクラテス:彼は実に手ごわい男だね、ヒッピアス。しかし、それはそれとして、私たちは何と言おうか。二つのしゃもじのうち、どちらがスープとスープ鍋にふさわしいと(言うべきか)。やはり、イチジクの木のほうなのは明らかではないか。というのも、それはスープをより香り高くするだろうし、同時に、友よ、鍋を砕いてスープをこぼし、火を消して、食事をしようとしている人たちを、素晴らしい一皿もなしに放置するようなこともないだろうからね。だが、あの金のしゃもじのほうは、これらすべてをやらかしてしまうだろう。したがって、私には、金のしゃもじよりもイチジクの木で作ったしゃもじのほうがふさわしいと私たちが言うべきだと思われるのだ。君が何か別のことを言わない限りはね。 ヒッピアス:確かに、ソクラテス、そちらのほうがふさわしいです。しかし、私なら、あのような問いをする者とは対話などしないでしょう。 ソクラテス:もっともなことだね、友よ。君のように、このように見事に衣をまとい、見事な履物を履き、すべてのギリシア人の間でその知恵によって高名な人にとって、あのような言葉で汚されるのはふさわしくないだろうから。しかし私にとっては、あの男と関わり合うことは何でもないことだ。だから、あらかじめ私に教えて、私のために答えてくれたまえ。 「もし実際、イチジクの木のほうが金よりもふさわしいのなら」とあの男は言うだろう、「ふさわしいものはふさわしくないものよりも美しいと君は認めたのだから、ソクラテス、それは同時により美しいということにもなるのではないか」と。 ヒッピアス、私たちはイチジクの木のほうが金よりも美しいということを認めるべきだろうか。 ヒッピアス:ソクラテス、それを「美しいもの」であると言えば、多くの議論からあなた自身を解放することになる、そのような回答をあなたに教えてあげましょうか。 ソクラテス:ぜひそうしてほしい。だがしかし、さっき言った二つのしゃもじのうち、どちらがふさわしく、またより美しいと答えるべきかを、君が私に言う前にはそうしないでくれ。 ヒッピアス:では、もし君が望むなら、あの男には「イチジクの木から作られたほうだ」と答えなさい。 ソクラテス:では、さっき言おうとしていたことを今言ってくれ。というのも、この回答によって、もし私が「美しいものとは金である」と言うなら、金がイチジクの木よりも美しいということは少しも明らかにならないようだからだ。ところで、今度は一体何を「美しいもの」だと言うのだね。 ヒッピアス:お教えしましょう。というのも、あなたは「いつ、どこで、誰にとっても、決して醜く見えないような何か」を美しいものとして答えようと探求しているように思われますから。 ソクラテス:その通りだよ、ヒッピアス。そして今は実に見事に理解してくれている。 ヒッピアス:では聞きなさい。というのも、これに対してもし誰かが反論できる点があるなら、私は何も分かっていないと言ってもらって構わないからです。 ソクラテス:神々の名にかけて、一刻も早く言ってくれ。 ヒッピアス:それでは言いますが、男にとって、富んで健康であり、ギリシア人たちから敬われ、老境に達し、亡くなった自分の両親を立派に葬り、自分自身は自分の子孫によって立派に、かつ厳かに埋葬されること、これが常に、誰にとっても、どこにおいても最も美しいことです。 ソクラテス:おお、なんということだ、ヒッピアス。何とも驚くべき、壮大で、君にふさわしいことを言ってくれたね。ヘラの名にかけて、私は君に感嘆している。君ができる限り親切に助けようとしてくれていると思われるから。しかし、私たちはあの男を捉え損ねている。彼は今度は、私たちのことを最大級にあざ笑うだろう。それをよく知っておくことだ。
- 291οὐκ ἂν συντρίψασα ἡμῖν τὴν χύτραν ἐκχέαι τὸ ἔτνος καὶ τὸ πῦρ ἀποσβέσειεν καὶ τοὺς μέλλοντας ἑστιᾶσθαι ἄνευ ὄψου ἂν πάνυ γενναίου ποιήσειεν
接続詞 καί で結ばれた3つの述語動詞のうち、ἐκχέαι は aorist 希求法能動態3人称単数形(ἐκχέω のアオリスト、不定詞形と同形になるため混同しやすい)であり、続く ἀποσβέσειεν および ποιήσειεν(いずれも 3人称単数 aorist 希求法)と並列されている。小辞 ἄν は文頭(οὐκ ἄν)と文末近く(ἄνευ ὄψου ἄν)で重複して現れており、これら全体が potential optative(潜在希求法)を形成している。分詞 συντρίψασα は女性主格単数で、主語である「イチジクの木のしゃもじ(ἡ συκίνη)」を修飾する。
- 291bἄλλο τι
ἄλλο τι ἤ(あるいは単に ἄλλο τι)は、相手に同意を求める「〜ではないか?(nonne)」を意味する慣用表現である。ここでは後ろに καὶ ... ἂν εἴη(潜在希求法)および ὁμολογῶμεν(deliberative subjunctive/熟議接続法、または勧誘)を従えて、相手の同意を促している。
- 291dτοὺς αὑτοῦ γονέας τελευτήσαντας καλῶς περιστείλαντι, ὑπὸ τῶν αὑτοῦ ἐκγόνων καλῶς καὶ μεγαλοπρεπῶς ταφῆναι
与格分詞 περιστείλαντι は、文頭の ἀνδρί から始まる一連の与格名詞・分詞(πλουτοῦντι, ὑγιαίνοντι など)にかかる。一方、ταφῆναι は aorist 受動態不定詞であり、文全体の主語(「美しいことである(κάλλιστον εἶναι)」の実質的な主語)として機能する。この不定詞 ταφῆναι の意味上の主語も ἀνδρί(与格)である。
