Humanitext Reader

柏拉图 · 美诺篇 §75-76

苏格拉底对图形与颜色的定义

第 4 段,共 20 段 · 希腊语

内容简介

苏格拉底提出了“图形”的两个定义(伴随颜色的东西以及立体的边界)。为了取悦美诺,他接着用戈尔吉亚和恩培多克勒的风格定义了“颜色”,并阐述了辩证对话的本质。

§75ΣΩ. τί ποτε οὖν τοῦτο οὗ τοῦτο ὄνομά ἐστιν, τὸ σχῆμα;
苏格拉底:那么,这个被称为“图形”的东西,究竟是什么呢?
πειρῶ λέγειν.
请试着说一说。
εἰ οὖν τῷ ἐρωτῶντι οὕτως ἢ περὶ σχήματος ἢ χρώματος εἶπες ὅτι ἀλλʼ οὐδὲ μανθάνω ἔγωγε ὅτι βούλει, ὦ ἄνθρωπε, οὐδὲ οἶδα ὅτι λέγεις, ἴσως ἂν ἐθαύμασε καὶ εἶπεν· οὐ μανθάνεις ὅτι ζητῶ τὸ ἐπὶ πᾶσιν τούτοις ταὐτόν;
如果对于那个就图形或颜色提出疑问的人,你这样回答说:‘我根本不明白你想要什么,老兄,我也不知道你在说什么’,他大概会感到惊讶,并且说:‘难道你不明白,我正在寻找那在所有这些事物中相同的东西吗?
ἢ οὐδὲ ἐπὶ τούτοις, ὦ Μένων, ἔχοις ἂν εἰπεῖν, εἴ τίς σε ἐρωτῴη· τί ἐστιν ἐπὶ τῷ στρογγύλῳ καὶ εὐθεῖ καὶ ἐπὶ τοῖς ἄλλοις, ἃ δὴ σχήματα καλεῖς, ταὐτὸν ἐπὶ πᾶσιν;
’ 或者,美诺,如果有人问你:‘在圆形、直线以及你所称为图形的其他事物中,所有这些事物中相同的是什么? ’对于这些,你难道说不出来吗?
πειρῶ εἰπεῖν, ἵνα καὶ γένηταί σοι μελέτη πρὸς τὴν περὶ τῆς ἀρετῆς ἀπόκρισιν.
试着说一说吧,这也算是为你回答关于美德的问题作个练习。
ΜΕΝ. μή, ἀλλὰ σύ, ὦ Σώκρατες, εἰπέ.
美诺:不,还是你来吧,苏格拉底,请你说。
ΣΩ. βούλει σοι χαρίσωμαι;
苏格拉底:你想让我取悦你吗?
ΜΕΝ. πάνυ γε.
美诺:当然想。
ΣΩ. ἐθελήσεις οὖν καὶ σὺ ἐμοὶ εἰπεῖν περὶ τῆς ἀρετῆς;
苏格拉底:那么,你也愿意告诉我关于美德的事吗?
ΜΕΝ. ἔγωγε.
美诺:我愿意。
ΣΩ. προθυμητέον τοίνυν· ἄξιον γάρ.
苏格拉底:那么,我们必须努力了;因为这是值得的。
ΜΕΝ. πάνυ μὲν οὖν.
美诺:完全值得。
ΣΩ. φέρε δή, πειρώμεθά σοι εἰπεῖν τί ἐστιν σχῆμα.
苏格拉底:来吧,让我们试着对你说图形是什么。
σκόπει οὖν εἰ τόδε ἀποδέχῃ αὐτὸ εἶναι· ἔστω γὰρ δὴ ἡμῖν τοῦτο σχῆμα, ὃ μόνον τῶν ὄντων τυγχάνει χρώματι ἀεὶ ἑπόμενον.
那么,看看你是否接受这个定义:在存在的事物中,唯一总是伴随着颜色的那一个,这就是图形。
ἱκανῶς σοι, ἢ ἄλλως πως ζητεῖς;
这能让你满意吗,还是你还要以别的方式寻求?
ἐγὼ γὰρ κἂν οὕτως ἀγαπῴην εἴ μοι ἀρετὴν εἴποις.
如果对于美德你也能这样对我说,我就会很满足了。
ΜΕΝ. ἀλλὰ τοῦτό γε εὔηθες, ὦ Σώκρατες.
美诺:但苏格拉底,这实在太天真了。
ΣΩ. πῶς λέγεις;
苏格拉底:你怎么这样说?
ΜΕΝ. ὅτι σχῆμά πού ἐστιν κατὰ τὸν σὸν λόγον ὃ ἀεὶ χρόᾳ ἕπεται.
美诺:因为根据你的说法,图形就是那个总是伴随着颜色的东西。
εἶεν· εἰ δὲ δὴ τὴν χρόαν τις μὴ φαίη εἰδέναι, ἀλλὰ ὡσαύτως ἀποροῖ ὥσπερ περὶ τοῦ σχήματος, τί ἂν οἴει σοι ἀποκεκρίσθαι;
好吧,但如果有人说他不知道颜色,而是像对图形一样感到困惑,你认为你会怎么回答他?
ΣΩ. τἀληθῆ ἔγωγε·
苏格拉底:我会回答真理。
καὶ εἰ μέν γε τῶν σοφῶν τις εἴη καὶ ἐριστικῶν τε καὶ ἀγωνιστικῶν ὁ ἐρόμενος, εἴποιμʼ ἂν αὐτῷ ὅτι ἐμοὶ μὲν εἴρηται· εἰ δὲ μὴ ὀρθῶς λέγω, σὸν ἔργον λαμβάνειν λόγον καὶ ἐλέγχειν.
如果提问的是那些智者、好争辩和争胜的人,我会对他说: ‘我已经说了我想说的;如果我说得不对,指出我的论证并予以驳斥是你的事情。
εἰ δὲ ὥσπερ ἐγώ τε καὶ σὺ νυνὶ φίλοι ὄντες βούλοιντο ἀλλήλοις διαλέγεσθαι, δεῖ δὴ πρᾳότερόν πως καὶ διαλεκτικώτερον ἀποκρίνεσθαι.
’ 但是,如果就像你我如今是朋友并且想要彼此交谈一样,我们就必须以某种更温和、更具有辩证法的方式来回答。
ἔστι δὲ ἴσως τὸ διαλεκτικώτερον μὴ μόνον τἀληθῆ ἀποκρίνεσθαι, ἀλλὰ καὶ διʼ ἐκείνων ὧν ἂν προσομολογῇ εἰδέναι ὁ ἐρωτώμενος.
而更具有辩证法的方式,也许不仅是回答真理,还要通过被提问者同意其知道的那些事物来进行。
πειράσομαι δὴ καὶ ἐγώ σοι οὕτως εἰπεῖν.
现在,我也将尝试这样对你说。
λέγε γάρ μοι· τελευτὴν καλεῖς τι;
请告诉我:你称某物为“终点”吗?
τοιόνδε λέγω οἷον πέρας καὶ ἔσχατον—πάντα ταῦτα ταὐτόν τι λέγω· ἴσως δʼ ἂν ἡμῖν Πρόδικος διαφέροιτο, ἀλλὰ σύ γέ που καλεῖς πεπεράνθαι τι καὶ τετελευτηκέναι—τὸ τοιοῦτον βούλομαι λέγειν, οὐδὲν ποικίλον.
我指的是类似于“边界”和“极限”——我说的这一切是指同一种东西;也许普罗迪科会和我们有分歧,但你大概也称某物被“终结”或被“完成”吧——我就是想说这种意思,没有什么复杂的。
ΜΕΝ. ἀλλὰ καλῶ, καὶ οἶμαι μανθάνειν ὃ λέγεις.
美诺:是的,我是这样称呼的,而且我想我明白你的意思。
§76ΣΩ. τί δʼ;
苏格拉底:那又怎么样呢?
ἐπίπεδον καλεῖς τι, καὶ ἕτερον αὖ στερεόν, οἷον ταῦτα τὰ ἐν ταῖς γεωμετρίαις;
你把某物称为“平面”,又把另一物称为“立体”吗? 就像几何学里的那些东西一样。
ΜΕΝ. ἔγωγε καλῶ.
美诺:是的,我这样称呼。
ΣΩ. ἤδη τοίνυν ἂν μάθοις μου ἐκ τούτων σχῆμα ὃ λέγω.
苏格拉底:那么,从这些当中,你现在就可以明白我所说的图形是什么了。
κατὰ γὰρ παντὸς σχήματος τοῦτο λέγω, εἰς ὃ τὸ στερεὸν περαίνει, τοῦτʼ εἶναι σχῆμα· ὅπερ ἂν συλλαβὼν εἴποιμι στερεοῦ πέρας σχῆμα εἶναι.
因为对于所有的图形,我都这样说:立体在其中终结的那一个,就是图形;用一句话来概括,我会说图形就是立体的极限。
ΜΕΝ. τὸ δὲ χρῶμα τί λέγεις, ὦ Σώκρατες;
美诺:那么苏格拉底,关于颜色,你怎么说?
ΣΩ. ὑβριστής γʼ εἶ, ὦ Μένων· ἀνδρὶ πρεσβύτῃ πράγματα προστάττεις ἀποκρίνεσθαι, αὐτὸς δὲ οὐκ ἐθέλεις ἀναμνησθεὶς εἰπεῖν ὅτι ποτε λέγει Γοργίας ἀρετὴν εἶναι.
苏格拉底:美诺,你真是个蛮横的人;你强迫一个老人回答问题,自己却不愿意动脑子回忆并说出戈尔吉亚曾说美德是什么。
ΜΕΝ. ἀλλʼ ἐπειδάν μοι σὺ τοῦτʼ εἴπῃς, ὦ Σώκρατες, ἐρῶ σοι.
美诺:但苏格拉底,只要你把这个告诉我,我就告诉你。
ΣΩ. κἂν κατακεκαλυμμένος τις γνοίη, ὦ Μένων, διαλεγομένου σου, ὅτι καλὸς εἶ καὶ ἐρασταί σοι ἔτι εἰσίν.
苏格拉底:美诺,即使有人被蒙上眼睛,听到你说话,也能知道你长得很美,而且现在依然有追求者。
ΜΕΝ. τί δή;
美诺:为什么这么说?
ΣΩ. ὅτι οὐδὲν ἀλλʼ ἢ ἐπιτάττεις ἐν τοῖς λόγοις, ὅπερ ποιοῦσιν οἱ τρυφῶντες, ἅτε τυραννεύοντες ἕως ἂν ἐν ὥρᾳ ὦσιν, καὶ ἅμα ἐμοῦ ἴσως κατέγνωκας ὅτι εἰμὶ ἥττων τῶν καλῶν·
苏格拉底:因为在谈话中,你除了发号施令什么也不做,这正是那些娇纵的人所做的,因为只要他们还在青春年华里,他们就像暴君一样;同时,你大概也看透了我,知道我经不起美人的要求。
χαριοῦμαι οὖν σοι καὶ ἀποκρινοῦμαι.
所以我现在就取悦你,回答你。
ΜΕΝ. πάνυ μὲν οὖν χάρισαι.
美诺:那就请你一定要回答我。
ΣΩ. βούλει οὖν σοι κατὰ Γοργίαν ἀποκρίνωμαι, ᾗ ἂν σὺ μάλιστα ἀκολουθήσαις;
苏格拉底:那么,你想让我按照戈尔吉亚的方式回答你吗? 因为这是你最容易跟得上的方式。
ΜΕΝ. βούλομαι· πῶς γὰρ οὔ;
美诺:我想,怎么会不想呢?
ΣΩ. οὐκοῦν λέγετε ἀπορροάς τινας τῶν ὄντων κατὰ Ἐμπεδοκλέα;
苏格拉底:那么,根据恩培多克勒的学说,你们说存在的事物有某种流出物吗?
ΜΕΝ. σφόδρα γε.
美诺:非常赞成。
ΣΩ. καὶ πόρους εἰς οὓς καὶ διʼ ὧν αἱ ἀπορροαὶ πορεύονται;
苏格拉底:并且也有流出物运动进入并穿过的通道吗?
ΜΕΝ. πάνυ γε.
美诺:当然。
ΣΩ. καὶ τῶν ἀπορροῶν τὰς μὲν ἁρμόττειν ἐνίοις τῶν πόρων, τὰς δὲ ἐλάττους ἢ μείζους εἶναι;
苏格拉底:并且在这些流出物中,有些刚好适合某些通道,而另一些则太大或太小吗?
ΜΕΝ. ἔστι ταῦτα.
美诺:是的。
ΣΩ. οὐκοῦν καὶ ὄψιν καλεῖς τι;
苏格拉底:那么,你也把某物称为“视觉”吗?
ΜΕΝ. ἔγωγε.
美诺:是的。
ΣΩ. ἐκ τούτων δὴ σύνες ὅ τοι λέγω, ἔφη Πίνδαρος.
苏格拉底:根据这些, ‘理解我对你所说的话’,正如品达所说。
ἔστιν γὰρ χρόα ἀπορροὴ σχημάτων ὄψει σύμμετρος καὶ αἰσθητός.
因为颜色就是图形的流出物,它与视觉相匹配且可被感觉。
ΜΕΝ. ἄριστά μοι δοκεῖς, ὦ Σώκρατες, ταύτην τὴν ἀπόκρισιν εἰρηκέναι.
美诺:苏格拉底,在我看来,你这个回答给得极好。
ΣΩ. ἴσως γάρ σοι κατὰ συνήθειαν εἴρηται·
苏格拉底:也许是因为它说得符合你的习惯吧。
καὶ ἅμα οἶμαι ἐννοεῖς ὅτι ἔχοις ἂν ἐξ αὐτῆς εἰπεῖν καὶ φωνὴν ὃ ἔστι, καὶ ὀσμὴν καὶ ἄλλα πολλὰ τῶν τοιούτων.
同时,我想你明白,从此出发,你也能够说出声音是什么,气味是什么,以及其他许多类似的东西是什么。
ΜΕΝ. πάνυ μὲν οὖν.
美诺:完全正确。
ΣΩ. τραγικὴ γάρ ἐστιν, ὦ Μένων, ἡ ἀπόκρισις, ὥστε ἀρέσκει σοι μᾶλλον ἢ ἡ περὶ τοῦ σχήματος.
苏格拉底:因为美诺,这个回答是富有戏剧性(悲剧性风格)的,所以它比关于图形的回答更让你喜欢。
ΜΕΝ. ἔμοιγε.
美诺:对我来说确实是这样。
ΣΩ. ἀλλʼ οὐκ ἔστιν, ὦ παῖ Ἀλεξιδήμου, ὡς ἐγὼ ἐμαυτὸν πείθω, ἀλλʼ ἐκείνη βελτίων·
苏格拉底:但是,阿列克西德莫斯之子啊,据我所信,情况并不是这样的,而是那个(关于图形的)回答更好。
οἶμαι δὲ οὐδʼ ἂν σοὶ δόξαι, εἰ μή, ὥσπερ χθὲς ἔλεγες, ἀναγκαῖόν σοι ἀπιέναι πρὸ τῶν μυστηρίων, ἀλλʼ εἰ περιμείναις τε καὶ μυηθείης.
而且我认为,你也不会这样认为的,只要你不像你昨天所说的那样,必须在秘仪开始前离去,而是如果你能留下来并接受启蒙的话。

词汇与语法注释

  1. 75cτῶν σοφῶν τις εἴη καὶ ἐριστικῶν τε καὶ ἀγωνιστικῶν — 带有希求法(εἰ... εἴη)的假设条件句的一部分。指代诡辩式的、比起探求真理更注重辩论胜利的“争辩式”提问者,这与后文描述的朋友间“辩证式”的对话形成鲜明对比。
  2. 75dτὸ διαλεκτικώτερον μὴ μόνον τἀληθῆ ἀποκρίνεσθαι, ἀλλὰ καὶ διʼ ἐκείνων ὧν ἂν προσομολογῇ εἰδέναι ὁ ἐρωτώμενος — 解释“更具辩证性地回答”这一含义的不定式短语。在关系从句 ὧν 增 ἂν προσομολογῇ 中,关系代词 ὧν 受到先行词(此处为代词 ἐκείνων)格的影响,由原本作不定式 εἰδέναι 的宾语而应有的宾格,被吸引成了属格(格吸引现象)。
  3. 76cοὐδὲν ἀλλʼ ἢ ἐπιτάττεις — 由习惯表达 οὐδὲν ἄλλο ἤ(“除了……别无他物”、“仅仅”)省略中性单数宾格 ἄλλο 而来。在这里直接修饰动词 ἐπιτάττεις(命令),实际上起到了副词短语的作用,意为“你一味地只会命令”。
  4. 76dσύνες ὅ τοι λέγω — 引用自诗人品达。动词 σύνες 是复合动词 συνίημι(理解)的第二不定过去时主动命令式(单数第二人称)。伴随着带有语气词色彩的与格人称代词 τοι(对你),构成了一个具有诗意色彩的命令句。

引用这一段

柏拉图, 美诺篇 §75-76. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:75-76

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。