← プラトン

メノン

§75-76

ソクラテスによる形と色の定義と対話術

ソクラテスは「形」の定義として、色の伴随物とする案と立体の境界とする案の二つを提示する。また、メノンのためにゴルギアス・エンペドクレス流の「色」の定義を述べ、対話術の本質を解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§75

ΣΩ. τί ποτε οὖν τοῦτο οὗ τοῦτο ὄνομά ἐστιν, τὸ σχῆμα; πειρῶ λέγειν. εἰ οὖν τῷ ἐρωτῶντι οὕτως ἢ περὶ σχήματος ἢ χρώματος εἶπες ὅτι ἀλλʼ οὐδὲ μανθάνω ἔγωγε ὅτι βούλει, ὦ ἄνθρωπε, οὐδὲ οἶδα ὅτι λέγεις, ἴσως ἂν ἐθαύμασε καὶ εἶπεν· οὐ μανθάνεις ὅτι ζητῶ τὸ ἐπὶ πᾶσιν τούτοις ταὐτόν; ἢ οὐδὲ ἐπὶ τούτοις, ὦ Μένων, ἔχοις ἂν εἰπεῖν, εἴ τίς σε ἐρωτῴη· τί ἐστιν ἐπὶ τῷ στρογγύλῳ καὶ εὐθεῖ καὶ ἐπὶ τοῖς ἄλλοις, ἃ δὴ σχήματα καλεῖς, ταὐτὸν ἐπὶ πᾶσιν; πειρῶ εἰπεῖν, ἵνα καὶ γένηταί σοι μελέτη πρὸς τὴν περὶ τῆς ἀρετῆς ἀπόκρισιν. ΜΕΝ. μή, ἀλλὰ σύ, ὦ Σώκρατες, εἰπέ. ΣΩ. βούλει σοι χαρίσωμαι; ΜΕΝ. πάνυ γε. ΣΩ. ἐθελήσεις οὖν καὶ σὺ ἐμοὶ εἰπεῖν περὶ τῆς ἀρετῆς; ΜΕΝ. ἔγωγε. ΣΩ. προθυμητέον τοίνυν· ἄξιον γάρ. ΜΕΝ. πάνυ μὲν οὖν. ΣΩ. φέρε δή, πειρώμεθά σοι εἰπεῖν τί ἐστιν σχῆμα. σκόπει οὖν εἰ τόδε ἀποδέχῃ αὐτὸ εἶναι· ἔστω γὰρ δὴ ἡμῖν τοῦτο σχῆμα, ὃ μόνον τῶν ὄντων τυγχάνει χρώματι ἀεὶ ἑπόμενον. ἱκανῶς σοι, ἢ ἄλλως πως ζητεῖς; ἐγὼ γὰρ κἂν οὕτως ἀγαπῴην εἴ μοι ἀρετὴν εἴποις. ΜΕΝ. ἀλλὰ τοῦτό γε εὔηθες, ὦ Σώκρατες. ΣΩ. πῶς λέγεις; ΜΕΝ. ὅτι σχῆμά πού ἐστιν κατὰ τὸν σὸν λόγον ὃ ἀεὶ χρόᾳ ἕπεται. εἶεν· εἰ δὲ δὴ τὴν χρόαν τις μὴ φαίη εἰδέναι, ἀλλὰ ὡσαύτως ἀποροῖ ὥσπερ περὶ τοῦ σχήματος, τί ἂν οἴει σοι ἀποκεκρίσθαι; ΣΩ. τἀληθῆ ἔγωγε· καὶ εἰ μέν γε τῶν σοφῶν τις εἴη καὶ ἐριστικῶν τε καὶ ἀγωνιστικῶν1 ὁ ἐρόμενος, εἴποιμʼ ἂν αὐτῷ ὅτι ἐμοὶ μὲν εἴρηται· εἰ δὲ μὴ ὀρθῶς λέγω, σὸν ἔργον λαμβάνειν λόγον καὶ ἐλέγχειν. εἰ δὲ ὥσπερ ἐγώ τε καὶ σὺ νυνὶ φίλοι ὄντες βούλοιντο ἀλλήλοις διαλέγεσθαι, δεῖ δὴ πρᾳότερόν πως καὶ διαλεκτικώτερον ἀποκρίνεσθαι. ἔστι δὲ ἴσως τὸ διαλεκτικώτερον μὴ μόνον τἀληθῆ ἀποκρίνεσθαι, ἀλλὰ καὶ διʼ ἐκείνων ὧν ἂν προσομολογῇ εἰδέναι ὁ ἐρωτώμενος.2 πειράσομαι δὴ καὶ ἐγώ σοι οὕτως εἰπεῖν. λέγε γάρ μοι· τελευτὴν καλεῖς τι; τοιόνδε λέγω οἷον πέρας καὶ ἔσχατον—πάντα ταῦτα ταὐτόν τι λέγω· ἴσως δʼ ἂν ἡμῖν Πρόδικος διαφέροιτο, ἀλλὰ σύ γέ που καλεῖς πεπεράνθαι τι καὶ τετελευτηκέναι—τὸ τοιοῦτον βούλομαι λέγειν, οὐδὲν ποικίλον. ΜΕΝ. ἀλλὰ καλῶ, καὶ οἶμαι μανθάνειν ὃ λέγεις.

ソクラテス:では、この「形」という名前が指している、このものとは一体何なのだろうか。言ってみてほしい。もし君が、形や色について尋ねてくる人に対して、このように答えたとしたらね。「いや、君が何を望んでいるのか私には分かりもしないし、君が何を言っているのかも知らないのだ、君」と。彼はきっと驚いてこう言っただろう。「これらすべてに共通する同じものを私が探しているということが、君には分からないのか」とね。 あるいはメノン、もし誰かが君に「丸いものやまっすぐなもの、そして君が形と呼んでいるその他のものについて、これらすべてに共通する同じものとは何ですか」と尋ねたとしたら、これらについてさえ、君は答えることができないのだろうか。答えるように努めてみなさい。それは、徳についての回答に向けた、君の練習にもなるからだ。 メノン:いえ、そうではなく、ソクラテス、あなたが言ってください。 ソクラテス:私が君にサービスしてほしいかね。 メノン:ぜひとも。 ソクラテス:それでは、君も私に徳について話してくれる気があるかね。 メノン:ありますとも。 ソクラテス:それなら、熱心にやらねばならない。そうする価値はあるからね。 メノン:まったくその通りです。 ソクラテス:さあ、形とは何であるか、君に説明するよう努めてみよう。では、これが形であると君が受け入れるかどうか、よく考えてみてほしい。すなわち、存在するもののうちで、ただこれだけが常に色に伴うものであるようなもの、これを形ということにしよう。これで君は満足かね、それとも別の仕方で求めるかね。私としては、君が徳についてこのように答えてくれるだけでも、十分に満足なのだが。 メノン:しかしソクラテス、それは単純すぎます。 ソクラテス:どういうことかね。 メノン:あなたの言によれば、形とは常に色に伴うものであるということですね。なるほど。しかし、もし誰かが色のことを知らないと言い、形についてと同様に途方に暮れたとしたら、あなたは何と答えたことになると思いますか。 ソクラテス:私なら、真実をね。そして、もし問い手が、いわゆる知者たちのうち、問答狂や議論を争うのが好きな人物であったなら、私は彼にこう言うだろう。「私の方は(自分の意見を)述べた。もし私の言うことが正しくないなら、その議論を取り上げて反駁するのは君の仕事だ」と。 しかし、もしちょうど私と君が今そうであるように、友人同士であって、互いに対話することを望むなら、やはり何かもっと穏やかに、より対話術的に答える必要がある。そして、より対話術的であるとは、おそらく、ただ真実を答えるだけでなく、問いを向けられた者が知っているとあらかじめ同意する事柄を通じて答えることでもある。だから、私も君に対してそのように語るよう努めてみよう。さあ、私に言ってくれ。君は「終わり」と呼ぶ何かを持っているかね。私が言っているのは、例えば「限度」や「極限」といったものだ――私はこれらすべてを同じものとして言っている。おそらくプロディコスなら異論を唱えるだろうが、君もきっと、何かが「限定されている」とか「終わっている」などと呼ぶだろう。私が言いたいのはそういうことであって、何も複雑なことではない。 メノン:ええ、そう呼びます。あなたの言っていることも理解できていると思います。

§76

ΣΩ. τί δʼ; ἐπίπεδον καλεῖς τι, καὶ ἕτερον αὖ στερεόν, οἷον ταῦτα τὰ ἐν ταῖς γεωμετρίαις; ΜΕΝ. ἔγωγε καλῶ. ΣΩ. ἤδη τοίνυν ἂν μάθοις μου ἐκ τούτων σχῆμα ὃ λέγω. κατὰ γὰρ παντὸς σχήματος τοῦτο λέγω, εἰς ὃ τὸ στερεὸν περαίνει, τοῦτʼ εἶναι σχῆμα· ὅπερ ἂν συλλαβὼν εἴποιμι στερεοῦ πέρας σχῆμα εἶναι. ΜΕΝ. τὸ δὲ χρῶμα τί λέγεις, ὦ Σώκρατες; ΣΩ. ὑβριστής γʼ εἶ, ὦ Μένων· ἀνδρὶ πρεσβύτῃ πράγματα προστάττεις ἀποκρίνεσθαι, αὐτὸς δὲ οὐκ ἐθέλεις ἀναμνησθεὶς εἰπεῖν ὅτι ποτε λέγει Γοργίας ἀρετὴν εἶναι. ΜΕΝ. ἀλλʼ ἐπειδάν μοι σὺ τοῦτʼ εἴπῃς, ὦ Σώκρατες, ἐρῶ σοι. ΣΩ. κἂν κατακεκαλυμμένος τις γνοίη, ὦ Μένων, διαλεγομένου σου, ὅτι καλὸς εἶ καὶ ἐρασταί σοι ἔτι εἰσίν. ΜΕΝ. τί δή; ΣΩ. ὅτι οὐδὲν ἀλλʼ ἢ ἐπιτάττεις3 ἐν τοῖς λόγοις, ὅπερ ποιοῦσιν οἱ τρυφῶντες, ἅτε τυραννεύοντες ἕως ἂν ἐν ὥρᾳ ὦσιν, καὶ ἅμα ἐμοῦ ἴσως κατέγνωκας ὅτι εἰμὶ ἥττων τῶν καλῶν· χαριοῦμαι οὖν σοι καὶ ἀποκρινοῦμαι. ΜΕΝ. πάνυ μὲν οὖν χάρισαι. ΣΩ. βούλει οὖν σοι κατὰ Γοργίαν ἀποκρίνωμαι, ᾗ ἂν σὺ μάλιστα ἀκολουθήσαις; ΜΕΝ. βούλομαι· πῶς γὰρ οὔ; ΣΩ. οὐκοῦν λέγετε ἀπορροάς τινας τῶν ὄντων κατὰ Ἐμπεδοκλέα; ΜΕΝ. σφόδρα γε. ΣΩ. καὶ πόρους εἰς οὓς καὶ διʼ ὧν αἱ ἀπορροαὶ πορεύονται; ΜΕΝ. πάνυ γε. ΣΩ. καὶ τῶν ἀπορροῶν τὰς μὲν ἁρμόττειν ἐνίοις τῶν πόρων, τὰς δὲ ἐλάττους ἢ μείζους εἶναι; ΜΕΝ. ἔστι ταῦτα. ΣΩ. οὐκοῦν καὶ ὄψιν καλεῖς τι; ΜΕΝ. ἔγωγε. ΣΩ. ἐκ τούτων δὴ σύνες ὅ τοι λέγω,4 ἔφη Πίνδαρος. ἔστιν γὰρ χρόα ἀπορροὴ σχημάτων ὄψει σύμμετρος καὶ αἰσθητός. ΜΕΝ. ἄριστά μοι δοκεῖς, ὦ Σώκρατες, ταύτην τὴν ἀπόκρισιν εἰρηκέναι. ΣΩ. ἴσως γάρ σοι κατὰ συνήθειαν εἴρηται· καὶ ἅμα οἶμαι ἐννοεῖς ὅτι ἔχοις ἂν ἐξ αὐτῆς εἰπεῖν καὶ φωνὴν ὃ ἔστι, καὶ ὀσμὴν καὶ ἄλλα πολλὰ τῶν τοιούτων. ΜΕΝ. πάνυ μὲν οὖν. ΣΩ. τραγικὴ γάρ ἐστιν, ὦ Μένων, ἡ ἀπόκρισις, ὥστε ἀρέσκει σοι μᾶλλον ἢ ἡ περὶ τοῦ σχήματος. ΜΕΝ. ἔμοιγε. ΣΩ. ἀλλʼ οὐκ ἔστιν, ὦ παῖ Ἀλεξιδήμου, ὡς ἐγὼ ἐμαυτὸν πείθω, ἀλλʼ ἐκείνη βελτίων· οἶμαι δὲ οὐδʼ ἂν σοὶ δόξαι, εἰ μή, ὥσπερ χθὲς ἔλεγες, ἀναγκαῖόν σοι ἀπιέναι πρὸ τῶν μυστηρίων, ἀλλʼ εἰ περιμείναις τε καὶ μυηθείης.

ソクラテス:では、どうだろう。「平面」と呼ぶものがあり、さらにまた別のものとして「立体」と呼ぶものがあるかね。例えば、幾何学で扱われるようなあれらのことだが。 メノン:はい、そう呼びます。 ソクラテス:それなら今や、君はこれらから、私の言う形が何であるかを理解できるだろう。あらゆる形について私はこう言うのだ。立体がそこに終わるところのもの、これが形である、と。これを要約して言えば、形とは立体の極限である、ということになる。 メノン:では、ソクラテス、色については何と言いますか。 ソクラテス:君は乱暴だね、メノン。年老いた男にばかり答えるよう面倒なことを言いつけて、自分の方は、ゴルギアスがかつて徳を何であると言っていたかを思い出し、話そうとしないのだから。 メノン:ですが、ソクラテス、あなたが私にこれを言ってくれたら、あなたに話しましょう。 ソクラテス:目隠しをされた人でもね、メノン、君が対話しているのを聞けば、君が美男子で、いまだに君に恋する者たちがいるということが分かるだろう。 メノン:どうしてですか。 ソクラテス:なぜなら、君は議論の中で命令することしかしないからだ。それは甘やかされた者たちがやることで、若く美しい盛りの間は独裁者のように振る舞うのだ。それに加えて、君はおそらく、私が美しい人たちに弱い人間であることを見抜いているのだろう。だから、君にサービスして答えることにしよう。 メノン:ぜひとも、サービスしてください。 ソクラテス:それでは、君が一番よく理解できる(ついてこられる)ように、ゴルギアスの流儀に従って答えようか。 メノン:そうしてください。どうして断るでしょう。 ソクラテス:では、君たちはエンペドクレスに従って、存在する物質から何らかの流出物があると言っているね。 メノン:ええ、大いに。 ソクラテス:そして、その流出物が入り込み、通過するための通路があるとも? メノン:はい、その通りです。 ソクラテス:そして流出物のうち、あるものは特定の通路にぴったり適合し、あるものは小さすぎたり大きすぎたりすると? メノン:そうなっています。 ソクラテス:では、君は視覚と呼ぶものもあるね。 メノン:はい。 ソクラテス:それなら、これらから、「私の言うことを理解せよ」とピンダロスは言った。すなわち、色とは、視覚に適合し、感覚されるところの、形からの流出物である。 メノン:ソクラテス、この回答は私には極めて見事に語られたように思われます。 ソクラテス:おそらく、君の慣れ親しんだ仕方で語られたからだろうね。それに、これ(この回答)から出発すれば、声が何であるか、匂いが何であるか、その他多くの同様のものについても、君自身で説明できるようになるということに、君も気づいていると思う。 メノン:まったくその通りです。 ソクラテス:というのも、メノン、この回答は悲劇風だから、形についての回答よりも、君にはいっそう気に入るのだ。 メノン:ええ、私には。 ソクラテス:しかし、アレクシデモスの息子よ、私が自分自身に言い聞かせているところでは、そうではないのだ。むしろ、あちら(形についての回答)の方が優れている。君にとっても、昨日君が言っていたように、秘儀の前に立ち去る必要があるのでなければ、ここにとどまって手ほどきを受けさえすれば、そう思えるようになるはずなのだが。

構文注4 件
  1. 75cτῶν σοφῶν τις εἴη καὶ ἐριστικῶν τε καὶ ἀγωνιστικῶν

    希求法を用いた仮定条件節(εἰ... εἴη)の一部。ソフィスト的な、真理探究よりも議論での勝利を優先する「争論的(エリスティコス)」な対話者を指し、後述の「対話術的(ディアレクティコス)」な友人同士の会話と明確に対比されている。

  2. 75dτὸ διαλεκτικώτερον μὴ μόνον τἀληθῆ ἀποκρίνεσθαι, ἀλλὰ καὶ διʼ ἐκείνων ὧν ἂν προσομολογῇ εἰδέναι ὁ ἐρωτώμενος

    「より対話術的に答えること」の内容を説明する不定詞句。関係節 ὧν ἂν προσομολογῇ において、関係代名詞 ὧν は、先行詞となる代名詞(ここでは ἐκείνων)の格に合わせて、本来の対格(不定詞 εἰδέναι の目的語)から属格へと格吸引(attraction)を起こしている。

  3. 76bοὐδὲν ἀλλʼ ἢ ἐπιτάττεις

    οὐδὲν ἄλλο ἤ(〜以外の何ものでもない、ただ〜するだけ)という慣用表現から、中性単数対格 ἄλλο がエリジオンを起こした形。ここでは直接、動詞 ἐπιτάττεις(命令する)にかかり、実質的な副詞句(ただひたすら命令するばかりだ)として機能している。

  4. 76dσύνες ὅ τοι λέγω

    詩人ピンダロスからの引用。動詞 σύνες は複合動詞 συνίημι(理解する)の第二アオリスト能動態命令形(単数二人称)。小辞のように添えられた人称代名詞 τοι(あなたに)を伴い、詩的な響きを持つ命令を構成している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(10 件・最終 2026-09-30)
  • 2026-09-30 表記の統一 — 訳文 9 件
  • 2026-06-21 校訂者 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:75-76