§74ΣΩ. τίνας ταύτας;
苏格拉底:这些是什么美德?
εἰπέ.
说吧。
οἷον καὶ ἐγώ σοι εἴποιμι ἂν καὶ ἄλλα σχήματα, εἴ με κελεύοις· καὶ σὺ οὖν ἐμοὶ εἰπὲ ἄλλας ἀρετάς.
正如如果你要求我,我也可以对你说出其他图形;所以你也对我说出其他的美德吧。
ΜΕΝ. ἡ ἀνδρεία τοίνυν ἔμοιγε δοκεῖ ἀρετὴ εἶναι καὶ σωφροσύνη καὶ σοφία καὶ μεγαλοπρέπεια καὶ ἄλλαι πάμπολλαι.
美诺:在我看来,勇气就是一种美德,还有节制、智慧、大度以及其他非常多的美德。
ΣΩ. πάλιν, ὦ Μένων, ταὐτὸν πεπόνθαμεν· πολλὰς αὖ ηὑρήκαμεν ἀρετὰς μίαν ζητοῦντες, ἄλλον τρόπον ἢ νυνδή· τὴν δὲ μίαν, ἣ διὰ πάντων τούτων ἐστίν, οὐ δυνάμεθα ἀνευρεῖν.
苏格拉底:美诺,我们又碰到了同样的情况:在寻找一个美德时,我们又发现了许多个,只是以不同于刚才的方式;但是,那个贯穿于所有这些之中的单一美德,我们却无法找到。
ΜΕΝ. οὐ γὰρ δύναμαί πω, ὦ Σώκρατες, ὡς σὺ ζητεῖς, μίαν ἀρετὴν λαβεῖν κατὰ πάντων, ὥσπερ ἐν τοῖς ἄλλοις.
美诺:因为,苏格拉底,我还无法像你所寻找的那样,像在其他事情上那样,把握一个贯穿于所有美德之中的单一美德。
ΣΩ. εἰκότως γε· ἀλλʼ ἐγὼ προθυμήσομαι, ἐὰν οἷός τʼ ὦ, ἡμᾶς προβιβάσαι.
苏格拉底:这是理所当然的;但如果我能够的话,我会努力推动我们前进。
μανθάνεις γάρ που ὅτι οὑτωσὶ ἔχει περὶ παντός· εἴ τίς σε ἀνέροιτο τοῦτο ὃ νυνδὴ ἐγὼ ἔλεγον,
τί ἐστιν σχῆμα, ὦ Μένων;
因为你大概明白,对于一切事物都是这样的情况:如果有人问你我刚才说的这句话:‘美诺,什么是图形?
εἰ αὐτῷ εἶπες ὅτι στρογγυλότης, εἴ σοι εἶπεν ἅπερ ἐγώ,
πότερον σχῆμα ἡ στρογγυλότης ἐστὶν ἢ σχῆμά τι;
’如果你对他说‘圆度’,而他对你说了我刚才说的那些话:‘圆度是图形,还是某种图形?
εἶπες δήπου ἂν ὅτι σχῆμά τι.
’你肯定会说,它是某种图形吧。
ΜΕΝ. πάνυ γε.
美诺:当然。
ΣΩ. οὐκοῦν διὰ ταῦτα, ὅτι καὶ ἄλλα ἔστιν σχήματα;
苏格拉底:那么,就是因为这个缘故,即还有其他的图形吗?
ΜΕΝ. ναί.
美诺:是的。
ΣΩ. καὶ εἴ γε προσανηρώτα σε ὁποῖα, ἔλεγες ἄν;
苏格拉底:而且,如果他进一步问你它们是些什么样的图形,你会说吗?
ΜΕΝ. ἔγωγε.
美诺:我会的。
ΣΩ. καὶ αὖ εἰ περὶ χρώματος ὡσαύτως ἀνήρετο ὅτι ἐστίν, καὶ εἰπόντος σου ὅτι τὸ λευκόν, μετὰ ταῦτα ὑπέλαβεν ὁ ἐρωτῶν· πότερον τὸ λευκὸν χρῶμά ἐστιν ἢ χρῶμά τι;
苏格拉底:同样,如果他又问起关于颜色是什么,而在你说出‘白色’之后,提问者接着问:‘白色是颜色,还是某种颜色?
εἶπες ἂν ὅτι χρῶμά τι, διότι καὶ ἄλλα τυγχάνει ὄντα;
’你会不会因为刚好还有其他颜色,而回答说是‘某种颜色’呢?
ΜΕΝ. ἔγωγε.
美诺:我会的。
ΣΩ. καὶ εἴ γέ σε ἐκέλευε λέγειν ἄλλα χρώματα, ἔλεγες ἂν ἄλλα, ἃ οὐδὲν ἧττον τυγχάνει ὄντα χρώματα τοῦ λευκοῦ;
苏格拉底:而且,如果他命令的说出其他颜色,你会不会说出其他那些同样也是颜色的、不亚于白色的颜色呢?
ΜΕΝ. ναί.
美诺:是的。
ΣΩ. εἰ οὖν ὥσπερ ἐγὼ μετῄει τὸν λόγον, καὶ ἔλεγεν ὅτι
ἀεὶ εἰς πολλὰ ἀφικνούμεθα, ἀλλὰ μή μοι οὕτως, ἀλλʼ ἐπειδὴ τὰ πολλὰ ταῦτα ἑνί τινι προσαγορεύεις ὀνόματι, καὶ φῂς οὐδὲν αὐτῶν ὅτι οὐ σχῆμα εἶναι, καὶ ταῦτα καὶ ἐναντία ὄντα ἀλλήλοις, ὅτι ἐστὶν τοῦτο ὃ οὐδὲν ἧττον κατέχει τὸ στρογγύλον ἢ τὸ εὐθύ, ὃ δὴ ὀνομάζεις σχῆμα καὶ οὐδὲν μᾶλλον φῂς τὸ στρογγύλον σχῆμα εἶναι ἢ τὸ εὐθύ;
苏格拉底:如果他像我一样继续追问,并且说道:‘我们总是落入到多数之中;但不要这样对我(回答),而是既然你用某一个名字来称呼这许多事物,并且说它们之中没有一个不是图形,即使它们彼此相反,那么,这个同样包罗了圆形和直线的、你称之为图形且你认为圆形并不比直线更算得上是图形的东西,究竟是什么呢?
ἢ οὐχ οὕτω λέγεις;
’或者你不是这样认为的吗?
ΜΕΝ. ἔγωγε.
美诺:我是这样认为的。
ΣΩ. ἆρʼ οὖν, ὅταν οὕτω λέγῃς, τότε οὐδὲν μᾶλλον φῂς τὸ στρογγύλον εἶναι στρογγύλον ἢ εὐθύ, οὐδὲ τὸ εὐθὺ εὐθὺ ἢ στρογγύλον;
苏格拉底:那么,当你这样说的时候,难道你是说圆形并不比直线更圆,直线也不比圆形更直吗?
ΜΕΝ. οὐ δήπου, ὦ Σώκρατες.
美诺:当然不是,苏格拉底。
ΣΩ. ἀλλὰ μὴν σχῆμά γε οὐδὲν μᾶλλον φῂς εἶναι τὸ στρογγύλον τοῦ εὐθέος, οὐδὲ τὸ ἕτερον τοῦ ἑτέρου.
苏格拉底:但你确实是说,圆形并不比直线更算得上是图形,一者并不比另一者更算得上是图形。
ΜΕΝ. ἀληθῆ λέγεις.
美诺:你说得对。