Humanitext Reader

柏拉图 · 美诺篇 §77-78

美诺对美德的定义与获得善好之物的能力

第 5 段,共 20 段 · 希腊语

内容简介

美诺引用诗句,将美德定义为“喜爱美好的事物并有能力获得”。苏格拉底通过论证所有人其实都在渴望好的事物,指出美德并不在于渴望本身,而在于“公正且虔敬地”获得好东西的能力。

§77ΜΕΝ. ἀλλὰ περιμένοιμʼ ἄν, ὦ Σώκρατες, εἴ μοι πολλὰ τοιαῦτα λέγοις.
美诺:但是,苏格拉底,如果你能对我说很多这样的话,我愿意等下去。
ΣΩ. ἀλλὰ μὴν προθυμίας γε οὐδὲν ἀπολείψω, καὶ σοῦ ἕνεκα καὶ ἐμαυτοῦ, λέγων τοιαῦτα· ἀλλʼ ὅπως μὴ οὐχ οἷός τʼ ἔσομαι πολλὰ τοιαῦτα λέγειν.
苏格拉底:我肯定不会缺乏任何热情,无论是为了你还是为了我自己,来对你说这些话;但我只怕我无法说出许多这样的话。
ἀλλʼ ἴθι δὴ πειρῶ καὶ σὺ ἐμοὶ τὴν ὑπόσχεσιν ἀποδοῦναι, κατὰ ὅλου εἰπὼν ἀρετῆς πέρι ὅτι ἐστίν, καὶ παῦσαι πολλὰ ποιῶν ἐκ τοῦ ἑνός, ὅπερ φασὶ τοὺς συντρίβοντάς τι ἑκάστοτε οἱ σκώπτοντες, ἀλλὰ ἐάσας ὅλην καὶ ὑγιῆ εἰπὲ τί ἐστιν ἀρετή.
来吧,你也试着履行你对我的诺言,整体地告诉我美德是什么,不要再像那些开玩笑的人对每次打碎东西的人所说的那样,把一个东西弄成许多碎片,而是让它保持完整、健康,告诉我美德是什么。
τὰ δέ γε παραδείγματα παρʼ ἐμοῦ εἴληφας.
你已经从我这里得到了例子。
ΜΕΝ. δοκεῖ τοίνυν μοι, ὦ Σώκρατες, ἀρετὴ εἶναι, καθάπερ ὁ ποιητὴς λέγει, χαίρειν τε καλοῖσι καὶ δύνασθαι· καὶ ἐγὼ τοῦτο λέγω ἀρετήν, ἐπιθυμοῦντα τῶν καλῶν δυνατὸν εἶναι πορίζεσθαι.
美诺:那么苏格拉底,在我看来,美德正如诗人所说: “喜好美好的事物且有能力”;我也说这就是美德:渴望美好的事物并且能够获得它们。
ΣΩ. ἆρα λέγεις τὸν τῶν καλῶν ἐπιθυμοῦντα ἀγαθῶν ἐπιθυμητὴν εἶναι;
苏格拉底:你所说的渴望美好事物的人,是指渴望好东西的人吗?
ΜΕΝ. μάλιστά γε.
美诺:确实是。
ΣΩ. ἆρα ὡς ὄντων τινῶν οἳ τῶν κακῶν ἐπιθυμοῦσιν, ἑτέρων δὲ οἳ τῶν ἀγαθῶν;
苏格拉底:这是因为你认为有的人渴望坏东西,而另一些人渴望好东西吗?
οὐ πάντες, ὤριστε, δοκοῦσί σοι τῶν ἀγαθῶν ἐπιθυμεῖν;
我的好朋友,难道你认为不是所有人都在渴望好东西吗?
ΜΕΝ. οὐκ ἔμοιγε.
美诺:我认为不是。
ΣΩ. ἀλλά τινες τῶν κακῶν;
苏格拉底:而是有人渴望坏东西?
ΜΕΝ. ναί.
美诺:是的。
ΣΩ. οἰόμενοι τὰ κακὰ ἀγαθὰ εἶναι, λέγεις, ἢ καὶ γιγνώσκοντες ὅτι κακά ἐστιν ὅμως ἐπιθυμοῦσιν αὐτῶν;
苏格拉底:你的意思是,他们以为坏东西是好的,还是说他们明知那是坏的,却仍然渴望它?
ΜΕΝ. ἀμφότερα ἔμοιγε δοκοῦσιν.
美诺:在我看来这两者都有。
ΣΩ. ἦ γὰρ δοκεῖ τίς σοι, ὦ Μένων, γιγνώσκων τὰ κακὰ ὅτι κακά ἐστιν ὅμως ἐπιθυμεῖν αὐτῶν;
苏格拉底:美诺,你真的认为有人明知坏东西是坏的,却仍然渴望它吗?
ΜΕΝ. μάλιστα.
美诺:确实。
ΣΩ. τί ἐπιθυμεῖν λέγεις;
苏格拉底:你所说的渴望是指什么?
ἦ γενέσθαι αὐτῷ;
是指渴望坏东西归自己所有吗?
ΜΕΝ. γενέσθαι· τί γὰρ ἄλλο;
美诺:归自己所有;不然还能是什么?
ΣΩ. πότερον ἡγούμενος τὰ κακὰ ὠφελεῖν ἐκεῖνον ᾧ ἂν γένηται, ἢ γιγνώσκων τὰ κακὰ ὅτι βλάπτει ᾧ ἂν παρῇ;
苏格拉底:他是认为坏东西会给得到它的人带来好处,还是明知坏东西会伤害拥有它的人?
ΜΕΝ. εἰσὶ μὲν οἳ ἡγούμενοι τὰ κακὰ ὠφελεῖν, εἰσὶν δὲ καὶ οἳ γιγνώσκοντες ὅτι βλάπτει.
美诺:有的人认为坏东西能带来好处,也有人明知它们会带来伤害。
ΣΩ. ἦ καὶ δοκοῦσί σοι γιγνώσκειν τὰ κακὰ ὅτι κακά ἐστιν οἱ ἡγούμενοι τὰ κακὰ ὠφελεῖν;
苏格拉底:那些认为坏东西能带来好处的人,你真的认为他们知道坏东西是坏的吗?
ΜΕΝ. οὐ πάνυ μοι δοκεῖ τοῦτό γε.
美诺:这我完全不认为。
ΣΩ. οὐκοῦν δῆλον ὅτι οὗτοι μὲν οὐ τῶν κακῶν ἐπιθυμοῦσιν, οἱ ἀγνοοῦντες αὐτά, ἀλλὰ ἐκείνων ἃ ᾤοντο ἀγαθὰ εἶναι, ἔστιν δὲ ταῦτά γε κακά· ὥστε οἱ ἀγνοοῦντες αὐτὰ καὶ οἰόμενοι ἀγαθὰ εἶναι δῆλον ὅτι τῶν ἀγαθῶν ἐπιθυμοῦσιν.
苏格拉底:那么很明显,这些不知道坏东西的人并不渴望坏东西,而是渴望那些他们以为是好的、但实际上是坏的东西;因此,那些不知道坏东西而以为它们是好东西的人,显然渴望的是好东西。
ἢ οὔ;
难道不是吗?
ΜΕΝ. κινδυνεύουσιν οὗτοί γε.
美诺:他们大概确实是这样。
ΣΩ. τί δέ; οἱ τῶν κακῶν μὲν ἐπιθυμοῦντες, ὡς φῂς σύ, ἡγούμενοι δὲ τὰ κακὰ βλάπτειν ἐκεῖνον ᾧ ἂν γίγνηται, γιγνώσκουσιν δήπου ὅτι βλαβήσονται ὑπʼ αὐτῶν;
苏格拉底:那么,那些像你所说渴望坏东西、但认为坏东西会伤害得到它的人,他们想必知道自己会被它们伤害吧?
§78ΜΕΝ. ἀνάγκη.
美诺:必然如此。
ΣΩ. ἀλλὰ τοὺς βλαπτομένους οὗτοι οὐκ οἴονται ἀθλίους εἶναι καθʼ ὅσον βλάπτονται;
苏格拉底:但那些受伤害的人,难道不认为自己在受伤害的范围内是可怜的吗?
ΜΕΝ. καὶ τοῦτο ἀνάγκη.
美诺:这也必然如此。
ΣΩ. τοὺς δὲ ἀθλίους οὐ κακοδαίμονας;
苏格拉底:而可怜的人不就是不幸的吗?
ΜΕΝ. οἶμαι ἔγωγε.
美诺:我认为是。
ΣΩ. ἔστιν οὖν ὅστις βούλεται ἄθλιος καὶ κακοδαίμων εἶναι;
苏格拉底:那么,有谁想要成为可怜和不幸的人呢?
ΜΕΝ. οὔ μοι δοκεῖ, ὦ Σώκρατες.
美诺:苏格拉底,在我看来没有这样的人。
ΣΩ. οὐκ ἄρα βούλεται, ὦ Μένων, τὰ κακὰ οὐδείς, εἴπερ μὴ βούλεται τοιοῦτος εἶναι.
苏格拉底:那么,美诺,没有人想要坏东西,只要他不想成为那样的人。
τί γὰρ ἄλλο ἐστὶν ἄθλιον εἶναι ἢ ἐπιθυμεῖν τε τῶν κακῶν καὶ κτᾶσθαι;
因为成为可怜的人,除了渴望坏东西并获得它们,还能是什么呢?
ΜΕΝ. κινδυνεύεις ἀληθῆ λέγειν, ὦ Σώκρατες· καὶ οὐδεὶς βούλεσθαι τὰ κακά.
美诺:苏格拉底,你说的似乎是真的,确实没有人想要坏东西。
ΣΩ. οὐκοῦν νυνδὴ ἔλεγες ὅτι ἔστιν ἡ ἀρετὴ βούλεσθαί τε τἀγαθὰ καὶ δύνασθαι;
苏格拉底:那么你刚才不是说,美德就是想要好东西且有能力获得它吗?
ΜΕΝ. εἶπον γάρ.
美诺:我是说过。
ΣΩ. οὐκοῦν τοῦ λεχθέντος τὸ μὲν βούλεσθαι πᾶσιν ὑπάρχει, καὶ ταύτῃ γε οὐδὲν ὁ ἕτερος τοῦ ἑτέρου βελτίων;
苏格拉底:那么在所说的这话中,“想要”是所有人都有的,在这一点上,一个人并不比另一个人更好?
ΜΕΝ. φαίνεται.
美诺:看起来是这样。
ΣΩ. ἀλλὰ δῆλον ὅτι εἴπερ ἐστὶ βελτίων ἄλλος ἄλλου, κατὰ τὸ δύνασθαι ἂν εἴη ἀμείνων.
苏格拉底:但显然,如果一个人比另一个人更好,那应该是在“有能力”这一方面更优越。
ΜΕΝ. πάνυ γε.
美诺:确实如此。
ΣΩ. τοῦτʼ ἔστιν ἄρα, ὡς ἔοικε, κατὰ τὸν σὸν λόγον ἀρετή, δύναμις τοῦ πορίζεσθαι τἀγαθά.
苏格拉底:那么,根据你的说法,美德似乎就是:获得好东西的力量。
ΜΕΝ. παντάπασί μοι δοκεῖ, ὦ Σώκρατες, οὕτως ἔχειν ὡς σὺ νῦν ὑπολαμβάνεις.
美诺:苏格拉底,我觉得事情完全就是你现在所理解的那样。
ΣΩ. ἴδωμεν δὴ καὶ τοῦτο εἰ ἀληθὲς λέγεις· ἴσως γὰρ ἂν εὖ λέγοις.
苏格拉底:让我们看看你说的这是否真实;因为也许你说的很有道理。
τἀγαθὰ φῂς οἷόν τʼ εἶναι πορίζεσθαι ἀρετὴν εἶναι;
你说能够获得好东西就是美德?
ΜΕΝ. ἔγωγε.
美诺:我是这样说的。
ΣΩ. ἀγαθὰ δὲ καλεῖς οὐχὶ οἷον ὑγίειάν τε καὶ πλοῦτον;
苏格拉底:你所说的“好东西”不就是指健康和财富之类的东西吗?
ΜΕΝ. καὶ χρυσίον λέγω καὶ ἀργύριον κτᾶσθαι καὶ τιμὰς ἐν πόλει καὶ ἀρχάς.
美诺:我的意思也包括获得金子和银子,以及城邦中的荣誉和官职。
ΣΩ. μὴ ἄλλʼ ἄττα λέγεις τἀγαθὰ ἢ τὰ τοιαῦτα;
苏格拉底:除了这些,你说的“好东西”还有别的什么吗?
ΜΕΝ. οὔκ, ἀλλὰ πάντα λέγω τὰ τοιαῦτα.
美诺:没有,我指的是所有这些东西。
ΣΩ. εἶεν·
苏格拉底:好极了。
χρυσίον δὲ δὴ καὶ ἀργύριον πορίζεσθαι ἀρετή ἐστιν, ὥς φησι Μένων ὁ τοῦ μεγάλου βασιλέως πατρικὸς ξένος.
那么,获得金子和银子就是美德,正如伟大国王的世袭宾客美诺所说。
πότερον προστιθεῖς τούτῳ τῷ πόρῳ, ὦ Μένων, τὸ δικαίως καὶ ὁσίως, ἢ οὐδέν σοι διαφέρει, ἀλλὰ κἂν ἀδίκως τις αὐτὰ πορίζηται, ὁμοίως σὺ αὐτὰ ἀρετὴν καλεῖς;
美诺,在这个“获得”上,你是否加上“公正和虔敬地”? 还是说这对你无所谓,哪怕有人不义地获得它们,你也同样称之为美德?
ΜΕΝ. οὐ δήπου, ὦ Σώκρατες.
美诺:当然不能,苏格拉底。
ΣΩ. ἀλλὰ κακίαν.
苏格拉底:而应该称之为恶德?
ΜΕΝ. πάντως δήπου.
美诺:完全应该。
ΣΩ. δεῖ ἄρα, ὡς ἔοικε, τούτῳ τῷ πόρῳ δικαιοσύνην ἢ σωφροσύνην ἢ ὁσιότητα προσεῖναι, ἢ ἄλλο τι μόριον ἀρετῆς· εἰ δὲ μή, οὐκ ἔσται ἀρετή, καίπερ ἐκπορίζουσα τἀγαθά.
苏格拉底:那么,看来在获得时,必须伴随着正义、节制、虔敬或美德的其他部分;否则,即使它获得了好东西,也不会是美德。
ΜΕΝ. πῶς γὰρ ἄνευ τούτων ἀρετὴ γένοιτʼ ἄν;
美诺:因为没有这些,怎么可能成为美德呢?
ΣΩ. τὸ δὲ μὴ ἐκπορίζειν χρυσίον καὶ ἀργύριον, ὅταν μὴ δίκαιον ᾖ, μήτε αὑτῷ μήτε ἄλλῳ, οὐκ ἀρετὴ καὶ αὕτη ἐστὶν ἡ ἀπορία;
苏格拉底:而在不公正的情况下,不获得金子和银子——无论对自己还是对他人——这种不获得本身不也是美德吗?
ΜΕΝ. φαίνεται.
美诺:看起来是这样。

词汇与语法注释

  1. 77aὅπως μὴ οὐχ — 该结构为 `ὅπως μὴ (οὐ)` 后接直说法的将来时(`ἔσομαι`),省略了表示恐惧或担忧的动词(如 δέδοικα)。用于表达说话者的担忧:“只怕我无法……”
  2. 77aὅπερ φασὶ τοὺς συντρίβοντάς τι ἑκάστοτε οἱ σκώπτοντες — `οἱ σκώπτοντες,`(嘲讽者)是主语,`τοὺς συντρίβοντας` 或者是主动词 `φασί` 的对象(“谈论那些粉碎某物的人”),或者作为省去了不定式的“对格加不定式”(A.c.I.)结构中的对格主语。
  3. 77bχαίρειν τε καλοῖσι καὶ δύνασθαι — 引用自某首诗(作者不详)。`καλοῖσι` 是诗歌中常见的与格复数形式,等同于 `καλοῖς`。在此处,作名词性使用的不定式 `χαίρειν` 与 `δύνασθαι` 构成了美德定义的核心。
  4. 77eδῆλον ὅτι — 此处 `δῆλον ὅ提` 并非引入名词性从句作非人称谓语(“……是显而易见的”),而是作为插入语或副词使用,修饰整个句子(`οἱ ἀγνοοῦντες... τῶν ἀγαθῶν ἐπιθυμοῦσιν`),意为“显然”、“必然地”。

引用这一段

柏拉图, 美诺篇 §77-78. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:77-78

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。