Humanitext Reader

柏拉图 · 美诺篇 §70-71

美德是否可教之问与美诺所举各类美德

第 1 段,共 20 段 · 希腊语

内容简介

美诺询问苏格拉底美德是否可教,苏格拉底则回答说自己甚至不知道美德是什么,并邀请美诺给它下定义。美诺随后列举了男人、女人和儿童等不同社会角色的美德。

§70ΜΕΝ. ἔχεις μοι εἰπεῖν, ὦ Σώκρατες, ἆρα διδακτὸν ἡ ἀρετή;
美诺:苏格拉底,你能告诉我吗,美德是可教的吗?
ἢ οὐ διδακτὸν ἀλλʼ ἀσκητόν;
还是不可教而是通过练习获得的?
ἢ οὔτε ἀσκητὸν οὔτε μαθητόν, ἀλλὰ φύσει παραγίγνεται τοῖς ἀνθρώποις ἢ ἄλλῳ τινὶ τρόπῳ;
或者既不是通过练习也不是通过学习,而是天生就在人身上产生,还是以其他什么方式?
ΣΩ. ὦ Μένων, πρὸ τοῦ μὲν Θετταλοὶ εὐδόκιμοι ἦσαν ἐν τοῖς Ἕλλησιν καὶ ἐθαυμάζοντο ἐφʼ ἱππικῇ τε καὶ πλούτῳ, νῦν δέ, ὡς ἐμοὶ δοκεῖ, καὶ ἐπὶ σοφίᾳ, καὶ οὐχ ἥκιστα οἱ τοῦ σοῦ ἑταίρου Ἀριστίππου πολῖται Λαρισαῖοι.
苏格拉底:美诺啊,以前色萨利人在希腊人中名声显赫,因其骑术和财富而受人赞美,但现在,在我看来,也因智慧而受赞美,尤其是你的同伴阿里斯提波的公民,拉里萨人。
τούτου δὲ ὑμῖν αἴτιός ἐστι Γοργίας·
这对你们来说,原因在于高尔吉亚。
ἀφικόμενος γὰρ εἰς τὴν πόλιν ἐραστὰς ἐπὶ σοφίᾳ εἴληφεν Ἀλευαδῶν τε τοὺς πρώτους, ὧν ὁ σὸς ἐραστής ἐστιν Ἀρίστιππος, καὶ τῶν ἄλλων Θετταλῶν.
因为他来到这个城市后,因智慧而获得了阿琉阿德家族中最杰出的人(其中阿里斯提波是你的情人)以及其他色萨利人作为爱慕者。
καὶ δὴ καὶ τοῦτο τὸ ἔθος ὑμᾶς εἴθικεν, ἀφόβως τε καὶ μεγαλοπρεπῶς ἀποκρίνεσθαι ἐάν τίς τι ἔρηται, ὥσπερ εἰκὸς τοὺς εἰδότας, ἅτε καὶ αὐτὸς παρέχων αὑτὸν ἐρωτᾶν τῶν Ἑλλήνων τῷ βουλομένῳ ὅτι ἄν τις βούληται, καὶ οὐδενὶ ὅτῳ οὐκ ἀποκρινόμενος.
而且,他也使你们养成了这种习惯:如果有人问起什么,就毫无畏惧、高贵大方地回答,正如那些知道的人所应当的那样,因为他自己也任由任何想提问的希腊人提出他想问的任何问题,并且对任何人都有问必答。
§71ΣΩ. ἐνθάδε δέ, ὦ φίλε Μένων, τὸ ἐναντίον περιέστηκεν·
苏格拉底:但在这一边,亲爱的美诺,相反的情况发生了。
ὥσπερ αὐχμός τις τῆς σοφίας γέγονεν, καὶ κινδυνεύει ἐκ τῶνδε τῶν τόπων παρʼ ὑμᾶς οἴχεσθαι ἡ σοφία.
仿佛发生了一场智慧的干旱,智慧正面临从这些地方流失到你们那里的危险。
εἰ γοῦν τινα ἐθέλεις οὕτως ἐρέσθαι τῶν ἐνθάδε, οὐδεὶς ὅστις οὐ γελάσεται καὶ ἐρεῖ· ὦ ξένε, κινδυνεύω σοι δοκεῖν μακάριός τις εἶναι—ἀρετὴν γοῦν εἴτε διδακτὸν εἴθʼ ὅτῳ τρόπῳ παραγίγνεται εἰδέναι—ἐγὼ δὲ τοσοῦτον δέω εἴτε διδακτὸν εἴτε μὴ διδακτὸν εἰδέναι, ὥστʼ οὐδὲ αὐτὸ ὅτι ποτʼ ἐστὶ τὸ παράπαν ἀρετὴ τυγχάνω εἰδώς.
无论如何,如果你想这样询问这里的任何人,没有人不会笑并说道: “外邦人啊,我似乎让你觉得我是个多么幸福的人——至少知道美德是可教的,还是以什么方式产生的。 而我,对于知道它是可教还是不可教,距离还差得很远,以至于我甚至完全不知道美德本身究竟是什么。
ἐγὼ οὖν καὶ αὐτός, ὦ Μένων, οὕτως ἔχω·
” 我自己也是如此,美诺。
συμπένομαι τοῖς πολίταις τούτου τοῦ πράγματος, καὶ ἐμαυτὸν καταμέμφομαι ὡς οὐκ εἰδὼς περὶ ἀρετῆς τὸ παράπαν·
在这件事上,我和我的公民们一样贫困,并因完全不知道美德而自责。
ὃ δὲ μὴ οἶδα τί ἐστιν, πῶς ἂν ὁποῖόν γέ τι εἰδείην;
我既然不知道它是什么,又怎能知道它具有怎样的性质呢?
ἢ δοκεῖ σοι οἷόν τε εἶναι, ὅστις Μένωνα μὴ γιγνώσκει τὸ παράπαν ὅστις ἐστίν, τοῦτον εἰδέναι εἴτε καλὸς εἴτε πλούσιος εἴτε καὶ γενναῖός ἐστιν, εἴτε καὶ τἀναντία τούτων;
或者你认为可能吗,一个完全不知道美诺是谁的人,竟然会知道他是美丽、富有、还是高贵,或者恰好相反?
δοκεῖ σοι οἷόν τʼ εἶναι;
你认为可能吗?
ΜΕΝ. οὐκ ἔμοιγε.
美诺:我绝不认为可能。
ἀλλὰ σύ, ὦ Σώκρατες, ἀληθῶς οὐδʼ ὅτι ἀρετή ἐστιν οἶσθα, ἀλλὰ ταῦτα περὶ σοῦ καὶ οἴκαδε ἀπαγγέλλωμεν;
但是苏格拉底,你真的连美德是什么都不知道吗? 我们要把关于你的这件事也带回家乡去报告吗?
ΣΩ. μὴ μόνον γε, ὦ ἑταῖρε, ἀλλὰ καὶ ὅτι οὐδʼ ἄλλῳ πω ἐνέτυχον εἰδότι, ὡς ἐμοὶ δοκῶ.
苏格拉底:不仅如此,朋友,还要报告说,据我看来,我至今还没有遇到过任何其他知道的人。
ΜΕΝ. τί δέ;
美诺:怎么?
Γοργίᾳ οὐκ ἐνέτυχες ὅτε ἐνθάδε ἦν;
当高尔吉亚在这里时,你没有遇到过他吗?
ΣΩ. ἔγωγε.
苏格拉底:我遇到了。
ΜΕΝ. εἶτα οὐκ ἐδόκει σοι εἰδέναι;
美诺:那么他看起来不知道吗?
ΣΩ. οὐ πάνυ εἰμὶ μνήμων, ὦ Μένων, ὥστε οὐκ ἔχω εἰπεῖν ἐν τῷ παρόντι πῶς μοι τότε ἔδοξεν.
苏格拉底:美诺,我记性不太好,所以目前我无法说明当时他看起来怎样。
ἀλλʼ ἴσως ἐκεῖνός τε οἶδε, καὶ σὺ ἃ ἐκεῖνος ἔλεγε·
但也许他知道,而你也知道他所说的话。
ἀνάμνησον οὖν με πῶς ἔλεγεν.
所以请提醒我,他是怎么说的。
εἰ δὲ βούλει, αὐτὸς εἰπέ· δοκεῖ γὰρ δήπου σοὶ ἅπερ ἐκείνῳ.
或者如果你愿意,你自己说吧,因为想必你同意他的看法。
ΜΕΝ. ἔμοιγε.
美诺:是的。
ΣΩ. ἐκεῖνον μὲν τοίνυν ἐῶμεν, ἐπειδὴ καὶ ἄπεστιν·
苏格拉底:那么,我们且不谈他,既然他不在场。
σὺ δὲ αὐτός, ὦ πρὸς θεῶν, Μένων, τί φῂς ἀρετὴν εἶναι;
但是,看在诸神的份上,美诺,你自己说美德是什么?
εἶπον καὶ μὴ φθονήσῃς, ἵνα εὐτυχέστατον ψεῦσμα ἐψευσμένος ὦ, ἂν φανῇς σὺ μὲν εἰδὼς καὶ Γοργίας, ἐγὼ δὲ εἰρηκὼς μηδενὶ πώποτε εἰδότι ἐντετυχηκέναι.
说出来,不要吝啬,这样,如果事实证明你和高尔吉亚知道,而我却说从未遇见过任何知道的人,那我就是撒了一个最幸运的谎。
ΜΕΝ. ἀλλʼ οὐ χαλεπόν, ὦ Σώκρατες, εἰπεῖν.
美诺:这并不难,苏格拉底,很容易说。
πρῶτον μέν, εἰ βούλει ἀνδρὸς ἀρετήν, ῥᾴδιον, ὅτι αὕτη ἐστὶν ἀνδρὸς ἀρετή, ἱκανὸν εἶναι τὰ τῆς πόλεως πράττειν, καὶ πράττοντα τοὺς μὲν φίλους εὖ ποιεῖν, τοὺς δʼ ἐχθροὺς κακῶς, καὶ αὐτὸν εὐλαβεῖσθαι μηδὲν τοιοῦτον παθεῖν.
首先,如果你想要男人的美德,这很容易:这就是男人的美德,有能力管理城邦的事务,在管理中善待朋友,恶待敌人,并自己小心不遭受这样的对待。
εἰ δὲ βούλει γυναικὸς ἀρετήν, οὐ χαλεπὸν διελθεῖν, ὅτι δεῖ αὐτὴν τὴν οἰκίαν εὖ οἰκεῖν, σῴζουσάν τε τὰ ἔνδον καὶ κατήκοον οὖσαν τοῦ ἀνδρός.
如果你想要女人的美德,描述起来也不难:她必须好好管理家务,保全家中的财物,并顺从丈夫。
καὶ ἄλλη ἐστὶν παιδὸς ἀρετή, καὶ θηλείας καὶ ἄρρενος, καὶ πρεσβυτέρου ἀνδρός, εἰ μὲν βούλει, ἐλευθέρου, εἰ δὲ βούλει, δούλου.
而且孩子也有别的美德,不论女童还是男童,老人也是,如果你愿意,自由人是,如果你愿意,奴隶也是。

词汇与语法注释

  1. 70bὧν ὁ σὸς ἐραστής ἐστιν Ἀρίστιππος — 关系代词 ὧν 是部分属格,其先行词为前面的 Ἀλευαδῶν 以及后面的 τῶν ἄλλων Θετταλῶν,意为“在他们之中[阿里斯提波是你的情人]”。
  2. 71bὃ δὲ μὴ οἶδα τί ἐστιν, πῶς ἂν ὁποῖόν γέ τι εἰδείην; — 关系从句 ὃ μὴ οἶδα(“我所不知道的事物”)内部嵌套了一个间接疑问从句 τί ἐστιν(“它是什么”)。整个关系从句在逻辑上对主句中带有潜在希求法的 πῶς ἂν ... εἰδείην 起到了假设条件句的作用。
  3. 71bὅστις Μένωνα μὴ γιγνώσκει τὸ παράπαν ὅστις ἐστίν — 此处为提早(prolepsis)句法。本应作为后文间接疑问从句 ὅστις ἐστίν 主语的 Mένωνα,被提早拉出作为前文动词 γιγνώσκει 的直接宾语,而后文的间接疑问从句则在语义上对其进行补充。
  4. 71dἵνα εὐτυχέστατον ψεῦσμα ἐψευσμένος ὦ — 在表示目的的 ἵνα 从句中使用了完成时虚拟式(ἐψευσμένος ὦ),并带有同族宾语 ψεῦσμα。这种表达方式不单指一过性的动作,而是侧重于强调“处于已经撒了谎的状态中”这一行为完成后的结果与状态。

引用这一段

柏拉图, 美诺篇 §70-71. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:70-71

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。