Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §520-521

真正政治技艺与受孩童审判的医生之喻

第 49 段,共 53 段 · 希腊语

内容简介

苏格拉底指出苏菲斯特与修辞学家的相似性,并阐明声称传授美德者抱怨遭受不公是荒谬的。当卡里克勒斯建议他从事迎合城邦的政治时,苏格拉底宣称自己是当今唯一实践真正政治的人,并预言自己若上法庭,将如同一位在孩子们面前接受审判的医生。

§520ΚΑΛ. ἔγωγε·
卡里克勒斯:我听过。
ἀλλὰ τί ἂν λέγοις ἀνθρώπων πέρι οὐδενὸς ἀξίων;
但是对于那些毫无价值的人,你又会说什么呢?
ΣΩ. τί δʼ ἂν περὶ ἐκείνων λέγοις, οἳ φάσκοντες προεστάναι τῆς πόλεως καὶ ἐπιμελεῖσθαι ὅπως ὡς βελτίστη ἔσται, πάλιν αὐτῆς κατηγοροῦσιν, ὅταν τύχωσιν, ὡς πονηροτάτης;
苏格拉底:那么对于那些人,你又会说什么呢? 他们声称领导城邦并予以关切以使之尽可能变好,却又在碰巧时反过来指责城邦,说它极其邪恶。
οἴει τι διαφέρειν τούτους ἐκείνων;
你认为这些人与那些人有什么不同吗?
ταὐτόν, ὦ μακάριʼ, ἐστὶν σοφιστὴς καὶ ῥήτωρ, ἢ ἐγγύς τι καὶ παραπλήσιον, ὥσπερ ἐγὼ ἔλεγον πρὸς Πῶλον· σὺ δὲ διʼ ἄγνοιαν τὸ μὲν πάγκαλόν τι οἴει εἶναι, τὴν ῥητορικήν, τοῦ δὲ καταφρονεῖς.
我幸福的朋友啊,苏菲斯特和修辞学家是同一回事,或者说极其接近且相似,正如我对波洛斯所说的那样;但你由于无知,认为其中之一即修辞学是某种极其美妙的东西,而对另一个却十分鄙视。
τῇ δὲ ἀληθείᾳ κάλλιόν ἐστιν σοφιστικὴ ῥητορικῆς ὅσῳπερ νομοθετικὴ δικαστικῆς καὶ γυμναστικὴ ἰατρικῆς· μόνοις δʼ ἔγωγε καὶ ᾤμην τοῖς δημηγόροις τε καὶ σοφισταῖς οὐκ ἐγχωρεῖν μέμφεσθαι τούτῳ τῷ πράγματι ὃ αὐτοὶ παιδεύουσιν, ὡς πονηρόν ἐστιν εἰς σφᾶς, ἢ τῷ αὐτῷ λόγῳ τούτῳ ἅμα καὶ ἑαυτῶν κατηγορεῖν ὅτι οὐδὲν ὠφελήκασιν οὕς φασιν ὠφελεῖν.
但在真理中,苏菲斯特术比修辞学更美妙,正如立法术之于司法术、体育之于医术一样;而我个人曾认为,唯独对于群众演说家和苏菲斯特而言,是不允许抱怨他们自己所教育的这件事情——即抱怨学生对他们不好,或者用这同样的论点,同时控告他们自己根本没有给那些他们声称给予了帮助的人带来任何益处。
οὐχ οὕτως ἔχει;
难道不是这样吗?
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:完全是这样。
ΣΩ. καὶ προέσθαι γε δήπου τὴν εὐεργεσίαν ἄνευ μισθοῦ, ὡς τὸ εἰκός, μόνοις τούτοις ἐνεχώρει, εἴπερ ἀληθῆ ἔλεγον.
苏格拉底:而且,如果他们说的是真话,那么合乎情理地,在不收取费用的情况下预先施予恩惠,也唯独对这些人是可行的。
ἄλλην μὲν γὰρ εὐεργεσίαν τις εὐεργετηθείς, οἷον ταχὺς γενόμενος διὰ παιδοτρίβην, ἴσως ἂν ἀποστερήσειε τὴν χάριν, εἰ προοῖτο αὐτῷ ὁ παιδοτρίβης καὶ μὴ συνθέμενος αὐτῷ μισθὸν ὅτι μάλιστα ἅμα μεταδιδοὺς τοῦ τάχους λαμβάνοι τὸ ἀργύριον·
因为如果某人得到了另一种恩惠,例如通过体育教师而变得跑得快,那么如果体育教师预先将这恩惠施予他,而没有与他约定费用,即在传授速度的同时尽可能地收取银钱,那人或许就会赖掉这份谢意。
οὐ γὰρ δὴ τῇ βραδυτῆτι οἶμαι ἀδικοῦσιν οἱ ἄνθρωποι, ἀλλʼ ἀδικίᾳ· ἦ γάρ;
因为我想,人们做不公正的事,绝不是因为迟缓,而是因为不公正,不是吗?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. οὐκοῦν εἴ τις αὐτὸ τοῦτο ἀφαιρεῖ, τὴν ἀδικίαν, οὐδὲν δεινὸν αὐτῷ μήποτε ἀδικηθῇ, ἀλλὰ μόνῳ ἀσφαλὲς ταύτην τὴν εὐεργεσίαν προέσθαι, εἴπερ τῷ ὄντι δύναιτό τις ἀγαθοὺς ποιεῖν.
苏格拉底:因此,如果有人除去了这件东西本身,即不公正,他就完全不用害怕会被人亏待,而且唯独对他而言,预先施予这种恩惠才是安全的,如果确实有人真的能使人变好的话。
οὐχ οὕτω;
难道不是这样吗?
ΚΑΛ. φημί.
卡里克勒斯:我是这么认为的。
ΣΩ. διὰ ταῦτʼ ἄρα, ὡς ἔοικε, τὰς μὲν ἄλλας συμβουλὰς συμβουλεύειν λαμβάνοντα ἀργύριον, οἷον οἰκοδομίας πέρι ἢ τῶν ἄλλων τεχνῶν, οὐδὲν αἰσχρόν.
苏格拉底:因此,正如所见,为了提供其他的建议而收取银钱,例如关于建筑或其他技术的建议,这并没有什么可耻的。
ΚΑΛ. ἔοικέ γε.
卡里克勒斯:看来是这样。
ΣΩ. περὶ δέ γε ταύτης τῆς πράξεως, ὅντινʼ ἄν τις τρόπον ὡς βέλτιστος εἴη καὶ ἄριστα τὴν αὑτοῦ οἰκίαν διοικοῖ ἢ πόλιν, αἰσχρὸν νενόμισται μὴ φάναι συμβουλεύειν, ἐὰν μή τις αὐτῷ ἀργύριον διδῷ.
苏格拉底:但是对于这一活动,即一个人如何能尽可能地成为最善,并最好地管理自己的家室或城邦,如果不给银钱就不提供建议,这却被认为是可耻的。
ἦ γάρ;
不是吗?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. δῆλον γὰρ ὅτι τοῦτο αἴτιόν ἐστιν, ὅτι μόνη αὕτη τῶν εὐεργεσιῶν τὸν εὖ παθόντα ἐπιθυμεῖν ποιεῖ ἀντʼ εὖ ποιεῖν, ὥστε καλὸν δοκεῖ τὸ σημεῖον εἶναι, εἰ εὖ ποιήσας ταύτην τὴν εὐεργεσίαν ἀντʼ εὖ πείσεται· εἰ δὲ μή, οὔ.
苏格拉底:因为很明显,原因就在于:在所有的恩惠中,唯独这一种恩惠能使受惠者渴望予以回报,因此如果施予了这种恩惠后能获得善意的回报,这似乎是一个好的迹象;否则就不是。
ἔστι ταῦτα οὕτως ἔχοντα;
事情是这样的吗?
§521ΚΑΛ. ἔστιν.
卡里克勒斯:是的。
ΣΩ. ἐπὶ ποτέραν οὖν με παρακαλεῖς τὴν θεραπείαν τῆς πόλεως, διόρισόν μοι·
苏格拉底:那么,你召我去为城邦提供哪一种照料呢?
τὴν τοῦ διαμάχεσθαι Ἀθηναίοις ὅπως ὡς βέλτιστοι ἔσονται, ὡς ἰατρόν, ἢ ὡς διακονήσοντα καὶ πρὸς χάριν ὁμιλήσοντα;
请为我界定清楚:像医生那样,为了使雅典人尽可能变得最好而与他们作斗争;还是像一个仆人那样去侍奉他们,为了迎合他们而与他们交往?
τἀληθῆ μοι εἰπέ, ὦ Καλλίκλεις·
卡里克勒斯,请对我说实话。
δίκαιος γὰρ εἶ, ὥσπερ ἤρξω παρρησιάζεσθαι πρὸς ἐμέ, διατελεῖν ἃ νοεῖς λέγων.
因为正如你开始对我坦率直言一样,继续说出你心里所想的才是公正的。
καὶ νῦν εὖ καὶ γενναίως εἰπέ.
现在,请好好地、大方地告诉我。
ΚΑΛ. λέγω τοίνυν ὅτι ὡς διακονήσοντα.
卡里克勒斯:那么我说,是像个仆人一样侍奉。
ΣΩ. κολακεύσοντα ἄρα με, ὦ γενναιότατε, παρακαλεῖς.
苏格拉底:那么,我高贵的朋友,你是在召我去当个谄媚者了。
ΚΑΛ. εἴ σοι Μυσόν γε ἥδιον καλεῖν, ὦ Σώκρατες· ὡς εἰ μὴ ταῦτά γε ποιήσεις— ΣΩ. μὴ εἴπῃς ὃ πολλάκις εἴρηκας, ὅτι ἀποκτενεῖ με ὁ βουλόμενος, ἵνα μὴ αὖ καὶ ἐγὼ εἴπω, ὅτι Πονηρός γε ὢν ἀγαθὸν ὄντα· μηδʼ ὅτι ἀφαιρήσεται ἐάν τι ἔχω, ἵνα μὴ αὖ ἐγὼ εἴπω ὅτι ἀλλʼ ἀφελόμενος οὐχ ἕξει ὅτι χρήσεται αὐτοῖς, ἀλλʼ ὥσπερ με ἀδίκως ἀφείλετο, οὕτως καὶ λαβὼν ἀδίκως χρήσεται, εἰ δὲ ἀδίκως, αἰσχρῶς, εἰ δὲ αἰσχρῶς, κακῶς.
卡里克勒斯:苏格拉底,如果你觉得叫“米西亚人”更顺耳的话,那就这么叫吧;因为如果你不这么做的话—— 苏格拉底:请不要说你已经说过多次的那句话——“任何想杀我的人都会杀了我”,以免我也反过来对叙,“那是一个恶人杀了我这个善人”;也不要说他会夺走我所拥有的一切,以免我又对你说,“但他即使夺走了,也无法派上用场,而是正如他是不公正地从我这里夺走的,他拿到后也同样会不公正地使用它;既然是不公正地,就是可耻地,既然是可耻地,就是恶劣地。
ΚΑΛ. ὥς μοι δοκεῖς, ὦ Σώκρατες, πιστεύειν μηδʼ ἂν ἓν τούτων παθεῖν, ὡς οἰκῶν ἐκποδὼν καὶ οὐκ ἂν εἰσαχθεὶς εἰς δικαστήριον ὑπὸ πάνυ ἴσως μοχθηροῦ ἀνθρώπου καὶ φαύλου.
” 卡里克勒斯:苏格拉底,在我看来,你是多么确信自己绝不会遭受这其中的任何一件事啊,仿佛你住在世外桃源,绝不会被某个也许是极其卑劣和微不足道的人控告上法庭似的。
ΣΩ. ἀνόητος ἄρα εἰμί, ὦ Καλλίκλεις, ὡς ἀληθῶς, εἰ μὴ οἴομαι ἐν τῇδε τῇ πόλει ὁντινοῦν ἂν ὅτι τύχοι, τοῦτο παθεῖν.
苏格拉底:卡里克勒斯,如果我不认为在这个城邦里,任何人都有可能遭遇任何碰巧发生的事,那我真是个糊涂虫了。
τόδε μέντοι εὖ οἶδʼ ὅτι, ἐάνπερ εἰσίω εἰς δικαστήριον περὶ τούτων τινὸς κινδυνεύων, ὃ σὺ λέγεις, πονηρός τίς μʼ ἔσται ὁ εἰσάγων—οὐδεὶς γὰρ ἂν χρηστὸς μὴ ἀδικοῦντʼ ἄνθρωπον εἰσαγάγοι—καὶ οὐδέν γε ἄτοπον εἰ ἀποθάνοιμι.
然而,有一点我很清楚:如果我为了你所说的那些事,冒着危险走上法庭,那么控告我的人肯定会是个恶人——因为没有哪个好人会去控告一个没有作恶的人——而且如果我被判处死刑,也一点不奇怪。
βούλει σοι εἴπω διʼ ὅτι ταῦτα προσδοκῶ;
你想让我告诉你,我为什么会有这样的预期吗?
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:当然。
ΣΩ. οἶμαι μετʼ ὀλίγων Ἀθηναίων, ἵνα μὴ εἴπω μόνος, ἐπιχειρεῖν τῇ ὡς ἀληθῶς πολιτικῇ τέχνῃ καὶ πράττειν τὰ πολιτικὰ μόνος τῶν νῦν·
苏格拉底:我认为,在雅典人中,我即使不是唯一的一个,也是极少数致力于真正政治艺术的人之一,并且是当今唯一实践政治的人。
ἅτε οὖν οὐ πρὸς χάριν λέγων τοὺς λόγους οὓς λέγω ἑκάστοτε, ἀλλὰ πρὸς τὸ βέλτιστον, οὐ πρὸς τὸ ἥδιστον, καὶ οὐκ ἐθέλων ποιεῖν ἃ σὺ παραινεῖς, τὰ κομψὰ ταῦτα, οὐχ ἕξω ὅτι λέγω ἐν τῷ δικαστηρίῳ.
因此,由于我每次所说的话都不是为了迎合,而是为了最善,而不是为了最愉快,而且由于我不愿意做你建议的那些花哨的事,我在法庭上将无话可说。
ὁ αὐτὸς δέ μοι ἥκει λόγος ὅνπερ πρὸς Πῶλον ἔλεγον· κρινοῦμαι γὰρ ὡς ἐν παιδίοις ἰατρὸς ἂν κρίνοιτο κατηγοροῦντος ὀψοποιοῦ.
适用于我的,正是我对波洛斯说过的那个比喻:因为我将被审判,就像一个医生在孩子们中间被审判,而控告他的却是一个厨子。

词汇与语法注释

  1. 520bὅσῳπερ νομοθετικὴ δικαστικῆς — 由关系副词 ὅσῳπερ(“正如……那样”)引导的比较结构。对应于主句中的“σοφιστικὴ ῥητορικῆς”(苏菲斯特术之于修辞学),后半部分并列了主格“νομοθετικὴ”和比较属格“δικαστικῆς”,且省去了比较级谓语“κάλλιόν ἐστιν”。
  2. 520cμὴ συνθέμενος αὐτῷ μισθὸν — 置于条件从句“εἰ προοῖτο”(“如果他预先施予”)内部的否定分词。在此处表示假设条件,相当于“如果他没有约定”。
  3. 521cοὐκ ἂν εἰσαχθείς — 带 ἂν 的分词,与由表示主观假设的 ὡς 引导的分词“οἰκῶν”并列。它相当于条件句的归结从句,用分词形式表达了潜在的可能性(“仿佛你不会被控告上法庭”)。

引用这一段

柏拉图, 高尔吉亚篇 §520-521. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:520-521

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。