← プラトン

ゴルギアス

§520-521

真の政治技術と法廷で裁かれる医師の予言

ソクラテスは、ソフィストと弁論家の類似性と、徳を教える者が不当に扱われると非難することの不条理さを指摘する。カリクレスから仕える者としての政治を勧められると、ソクラテスは自身が真の政治を行っている唯一の者であり、法廷に引き出されれば子供たちに裁かれる医師のようになるだろうと予言する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§520

ΚΑΛ. ἔγωγε· ἀλλὰ τί ἂν λέγοις ἀνθρώπων πέρι οὐδενὸς ἀξίων; ΣΩ. τί δʼ ἂν περὶ ἐκείνων λέγοις, οἳ φάσκοντες προεστάναι τῆς πόλεως καὶ ἐπιμελεῖσθαι ὅπως ὡς βελτίστη ἔσται, πάλιν αὐτῆς κατηγοροῦσιν, ὅταν τύχωσιν, ὡς πονηροτάτης; οἴει τι διαφέρειν τούτους ἐκείνων; ταὐτόν, ὦ μακάριʼ, ἐστὶν σοφιστὴς καὶ ῥήτωρ, ἢ ἐγγύς τι καὶ παραπλήσιον, ὥσπερ ἐγὼ ἔλεγον πρὸς Πῶλον· σὺ δὲ διʼ ἄγνοιαν τὸ μὲν πάγκαλόν τι οἴει εἶναι, τὴν ῥητορικήν, τοῦ δὲ καταφρονεῖς. τῇ δὲ ἀληθείᾳ κάλλιόν ἐστιν σοφιστικὴ ῥητορικῆς ὅσῳπερ νομοθετικὴ δικαστικῆς1 καὶ γυμναστικὴ ἰατρικῆς· μόνοις δʼ ἔγωγε καὶ ᾤμην τοῖς δημηγόροις τε καὶ σοφισταῖς οὐκ ἐγχωρεῖν μέμφεσθαι τούτῳ τῷ πράγματι ὃ αὐτοὶ παιδεύουσιν, ὡς πονηρόν ἐστιν εἰς σφᾶς, ἢ τῷ αὐτῷ λόγῳ τούτῳ ἅμα καὶ ἑαυτῶν κατηγορεῖν ὅτι οὐδὲν ὠφελήκασιν οὕς φασιν ὠφελεῖν. οὐχ οὕτως ἔχει; ΚΑΛ. πάνυ γε. ΣΩ. καὶ προέσθαι γε δήπου τὴν εὐεργεσίαν ἄνευ μισθοῦ, ὡς τὸ εἰκός, μόνοις τούτοις ἐνεχώρει, εἴπερ ἀληθῆ ἔλεγον. ἄλλην μὲν γὰρ εὐεργεσίαν τις εὐεργετηθείς, οἷον ταχὺς γενόμενος διὰ παιδοτρίβην, ἴσως ἂν ἀποστερήσειε τὴν χάριν, εἰ προοῖτο αὐτῷ ὁ παιδοτρίβης καὶ μὴ συνθέμενος αὐτῷ μισθὸν2 ὅτι μάλιστα ἅμα μεταδιδοὺς τοῦ τάχους λαμβάνοι τὸ ἀργύριον· οὐ γὰρ δὴ τῇ βραδυτῆτι οἶμαι ἀδικοῦσιν οἱ ἄνθρωποι, ἀλλʼ ἀδικίᾳ· ἦ γάρ; ΚΑΛ. ναί. ΣΩ. οὐκοῦν εἴ τις αὐτὸ τοῦτο ἀφαιρεῖ, τὴν ἀδικίαν, οὐδὲν δεινὸν αὐτῷ μήποτε ἀδικηθῇ, ἀλλὰ μόνῳ ἀσφαλὲς ταύτην τὴν εὐεργεσίαν προέσθαι, εἴπερ τῷ ὄντι δύναιτό τις ἀγαθοὺς ποιεῖν. οὐχ οὕτω; ΚΑΛ. φημί. ΣΩ. διὰ ταῦτʼ ἄρα, ὡς ἔοικε, τὰς μὲν ἄλλας συμβουλὰς συμβουλεύειν λαμβάνοντα ἀργύριον, οἷον οἰκοδομίας πέρι ἢ τῶν ἄλλων τεχνῶν, οὐδὲν αἰσχρόν. ΚΑΛ. ἔοικέ γε. ΣΩ. περὶ δέ γε ταύτης τῆς πράξεως, ὅντινʼ ἄν τις τρόπον ὡς βέλτιστος εἴη καὶ ἄριστα τὴν αὑτοῦ οἰκίαν διοικοῖ ἢ πόλιν, αἰσχρὸν νενόμισται μὴ φάναι συμβουλεύειν, ἐὰν μή τις αὐτῷ ἀργύριον διδῷ. ἦ γάρ; ΚΑΛ. ναί. ΣΩ. δῆλον γὰρ ὅτι τοῦτο αἴτιόν ἐστιν, ὅτι μόνη αὕτη τῶν εὐεργεσιῶν τὸν εὖ παθόντα ἐπιθυμεῖν ποιεῖ ἀντʼ εὖ ποιεῖν, ὥστε καλὸν δοκεῖ τὸ σημεῖον εἶναι, εἰ εὖ ποιήσας ταύτην τὴν εὐεργεσίαν ἀντʼ εὖ πείσεται· εἰ δὲ μή, οὔ. ἔστι ταῦτα οὕτως ἔχοντα;

カリクレス:ええ、耳にします。しかし、何の価値もない人間たちについて、君は何と言うかね。ソクラテス:それでは、国家の先頭に立って導き、それができる限り善くなるように配慮していると主張しながら、他方では、たまたまそうなったときに、国家がこの上なく邪悪であると非難する者たちについて、君は何と言うかね。君は、彼らがあの人たちと何か異なっていると思うかね。我が幸福な友よ、ソフィストと弁論家は同じものであるか、あるいは私がポロスに対して言っていたように、きわめて近く、似通ったものである。しかし君は無知のゆえに、一方、すなわち弁論術を何かこの上なく素晴らしいものと思い、他方を軽蔑しているのだ。しかし真実においては、ソフィスト術は弁論術よりも、立法術が裁判術よりも、また体育が医術よりも優れているのと同程度に、より優れたものである。そして私は、民衆演説家たちとソフィストたちにだけは、自分たちが教育している当の事柄について、それが自分たちに対して不当であると責めることや、あるいはこれと同じ議論によって、自分たちが恩恵を施したと主張する相手に対して何ら役に立たなかったのだと、自分自身を同時に告発することは許されないと考えていた。そうではないかね。カリクレス:全くその通りだ。ソクラテス:そして、当然のことながら、報酬なしに事前に恵みを施すことが許されるのは、彼らが真実を言っているとすれば、彼らだけに他ならない。なぜなら、別の恵みを受けた人、例えば体育教師のおかげで足が速くなった人なら、もし体育教師が事前にそれを与え、速さを伝えるのとできる限り同時に金を受け取るという報酬の契約を結んでいなかったならば、おそらく感謝を支払わないかもしれないからだ。というのも、人間が不正を働くのは、足の遅さのせいではなく、不正のせいだからだ。そうではないかね。カリクレス:そうだ。ソクラテス:それなら、もし誰かがこのこと自体、すなわち不正を取り除くならば、その者が不当な扱いを受ける恐れは全くなく、もし本当に誰かを善くすることができるとすれば、ただその者だけが、この恵みを事前に施すことが安全であるということになる。そうではないかね。カリクレス:その通りだと言う。ソクラテス:それゆえ、どうやら、他の助言を金を受け取ってすること、例えば建築や他の技術について助言することは、何ら恥ずべきことではないのだ。カリクレス:そのようだ。ソクラテス:しかし、どのようにすれば人ができる限り最善になり、自分の家や国家を最も良く治めることができるかという、この営みについては、金を与えられない限り助言をしないと言うことは恥ずべきこととされている。そうではないかね。カリクレス:そうだ。ソクラテス:というのも、これが原因であることは明らかだからだ。すなわち、様々な恵みのうちでこれだけが、恵みを受けた者に、お返しに善いことをしたいと望ませる。それゆえ、この恵みを施した人が、お返しに善い扱いを受けるならば、それは良い兆候であると思われるが、そうでなければそうではないのだ。このことはこのようになっているかね。

§521

ΚΑΛ. ἔστιν. ΣΩ. ἐπὶ ποτέραν οὖν με παρακαλεῖς τὴν θεραπείαν τῆς πόλεως, διόρισόν μοι· τὴν τοῦ διαμάχεσθαι Ἀθηναίοις ὅπως ὡς βέλτιστοι ἔσονται, ὡς ἰατρόν, ἢ ὡς διακονήσοντα καὶ πρὸς χάριν ὁμιλήσοντα; τἀληθῆ μοι εἰπέ, ὦ Καλλίκλεις· δίκαιος γὰρ εἶ, ὥσπερ ἤρξω παρρησιάζεσθαι πρὸς ἐμέ, διατελεῖν ἃ νοεῖς λέγων. καὶ νῦν εὖ καὶ γενναίως εἰπέ. ΚΑΛ. λέγω τοίνυν ὅτι ὡς διακονήσοντα. ΣΩ. κολακεύσοντα ἄρα με, ὦ γενναιότατε, παρακαλεῖς. ΚΑΛ. εἴ σοι Μυσόν γε ἥδιον καλεῖν, ὦ Σώκρατες· ὡς εἰ μὴ ταῦτά γε ποιήσεις— ΣΩ. μὴ εἴπῃς ὃ πολλάκις εἴρηκας, ὅτι ἀποκτενεῖ με ὁ βουλόμενος, ἵνα μὴ αὖ καὶ ἐγὼ εἴπω, ὅτι Πονηρός γε ὢν ἀγαθὸν ὄντα· μηδʼ ὅτι ἀφαιρήσεται ἐάν τι ἔχω, ἵνα μὴ αὖ ἐγὼ εἴπω ὅτι ἀλλʼ ἀφελόμενος οὐχ ἕξει ὅτι χρήσεται αὐτοῖς, ἀλλʼ ὥσπερ με ἀδίκως ἀφείλετο, οὕτως καὶ λαβὼν ἀδίκως χρήσεται, εἰ δὲ ἀδίκως, αἰσχρῶς, εἰ δὲ αἰσχρῶς, κακῶς. ΚΑΛ. ὥς μοι δοκεῖς, ὦ Σώκρατες, πιστεύειν μηδʼ ἂν ἓν τούτων παθεῖν, ὡς οἰκῶν ἐκποδὼν καὶ οὐκ ἂν εἰσαχθεὶς3 εἰς δικαστήριον ὑπὸ πάνυ ἴσως μοχθηροῦ ἀνθρώπου καὶ φαύλου. ΣΩ. ἀνόητος ἄρα εἰμί, ὦ Καλλίκλεις, ὡς ἀληθῶς, εἰ μὴ οἴομαι ἐν τῇδε τῇ πόλει ὁντινοῦν ἂν ὅτι τύχοι, τοῦτο παθεῖν. τόδε μέντοι εὖ οἶδʼ ὅτι, ἐάνπερ εἰσίω εἰς δικαστήριον περὶ τούτων τινὸς κινδυνεύων, ὃ σὺ λέγεις, πονηρός τίς μʼ ἔσται ὁ εἰσάγων—οὐδεὶς γὰρ ἂν χρηστὸς μὴ ἀδικοῦντʼ ἄνθρωπον εἰσαγάγοι—καὶ οὐδέν γε ἄτοπον εἰ ἀποθάνοιμι. βούλει σοι εἴπω διʼ ὅτι ταῦτα προσδοκῶ; ΚΑΛ. πάνυ γε. ΣΩ. οἶμαι μετʼ ὀλίγων Ἀθηναίων, ἵνα μὴ εἴπω μόνος, ἐπιχειρεῖν τῇ ὡς ἀληθῶς πολιτικῇ τέχνῃ καὶ πράττειν τὰ πολιτικὰ μόνος τῶν νῦν· ἅτε οὖν οὐ πρὸς χάριν λέγων τοὺς λόγους οὓς λέγω ἑκάστοτε, ἀλλὰ πρὸς τὸ βέλτιστον, οὐ πρὸς τὸ ἥδιστον, καὶ οὐκ ἐθέλων ποιεῖν ἃ σὺ παραινεῖς, τὰ κομψὰ ταῦτα, οὐχ ἕξω ὅτι λέγω ἐν τῷ δικαστηρίῳ. ὁ αὐτὸς δέ μοι ἥκει λόγος ὅνπερ πρὸς Πῶλον ἔλεγον· κρινοῦμαι γὰρ ὡς ἐν παιδίοις ἰατρὸς ἂν κρίνοιτο κατηγοροῦντος ὀψοποιοῦ.

カリクレス:そうだ。ソクラテス:それなら、君は国家に対する二つの世話のうち、どちらに私を招いているのか、私に明確に区分してくれ。アテナイ人たちができる限り最善になるように、彼らと戦い抜く世話か、それとも召使のように仕え、気に入られるように交際する世話か。カリクレスよ、私に真実を言ってくれ。君は、私に率直に語り始めたのだから、自分が考えていることを語り続けるのが正しいのだ。今も、よく、そして堂々と語ってくれ。カリクレス:それなら、仕える者としてだと言う。ソクラテス:ということは、私にへつらう者になれと、最愛の友よ、君は勧めているのだね。カリクレス:ソクラテスよ、もし君にとって「ミュシア人」と呼ぶ方が心地よいなら、そう呼ぶがいい。なぜなら、もし君がこれをしないなら―― ソクラテス:望む者は誰でも私を殺すだろうという、君が何度も言ったことを言わないでくれ。私がまた「悪人である者が、善人である私を殺すのだ」と言い返さなくても済むように。また、私が持っているものを彼が奪い去るだろうとも言わないでくれ。私がまた「しかし奪い去っても、彼はそれをどう使ってよいかわからないだろう。不当に私から奪ったのと同様に、手に入れた後も不当に使うだろうし、不当に使うなら、恥ずべき仕方で、恥ずべき仕方で使うなら、悪しき仕方で使うことになるのだ」と言い返さなくても済むように。カリクレス:ソクラテスよ、君はまるで世間から離れて暮らしていて、おそらくきわめて卑劣でくだらない人間によって裁判所に引き出されることなどあり得ないかのように、これらのことの一つも自分が被ることはないと確信しているように、私には思える。ソクラテス:カリクレスよ、この国家において、誰であれ何が起きてもおかしくないと私が思っていないのだとしたら、私は本当に愚か者だ。しかし、このことはよく知っている。もし君が言うようなことに関して危機に瀕して裁判所に入るならば、私を引き出すのは誰か悪人だろう。なぜなら、不正を働いていない人間を裁判所に引き出すような善い人は一人もいないからだ。そして、私が死刑になっても、何ら奇妙なことではない。なぜ私がこのようなことを予想しているのか、君に話そうか。カリクレス:ぜひ言ってくれ。ソクラテス:私は、アテナイ人の中で極めて少数の(「私一人だけ」と言わずに済むように)真の意味での政治技術に挑んでいる者であり、現在の者たちの中で唯一、政治を行っている者であると思う。それゆえ、私が日々語る言葉は、気に入られるためではなく、最善のためであり、最も心地よいことのためではない。また、君が勧めるようなこと、あの巧妙なことを行うのを望まないので、私は裁判所で何と言ってよいかわからないだろう。そして、私がポロスに言ったのと同じ議論が私にも当てはまる。というのも、私は、料理人が告発する中で、子供たちの間で裁判にかけられる医師のように裁かれることになるからだ。

構文注3 件
  1. 520bὅσῳπερ νομοθετικὴ δικαστικῆς

    「〜と同じ程度に」を表す関係副詞 ὅσῳπερ に導かれる比較構文。主節の σοφιστικὴ ῥητορικῆς(弁論術に対するソフィスト術)に対応して、νομοθετικὴ δικαστικῆς(裁判術に対する立法術)という二つの主格と比較の属格が並置されており、後半部でも比較級の述語 κάλλιόν ἐστιν が省略されている。

  2. 520cμὴ συνθέμενος αὐτῷ μισθὸν

    条件節 εἰ προοῖτο(もし事前に与えるなら)の内部に置かれた否定分詞。ここでは「もし契約を結んでいなければ」という仮定条件(εἰ μὴ συνθέσατο)を表す。

  3. 521cοὐκ ἂν εἰσαχθείς

    主観的理由・仮定を表す接続辞 ὡς に導かれる分詞 οἰκῶν と並列された ἂν 付き分詞。条件文の帰結に相当し、「裁判所に引き出されることはないだろう(οὐκ ἂν εἰσαχθείης)」という潜在(potential optative)の意味を分詞で表現している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:520-521