Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §522

免于不公的真正自卫与冥府神话的序言

第 50 段,共 53 段 · 希腊语

内容简介

苏格拉底用一个在孩子们(公民)面前被控告的医生的比喻,解释了自己若在法庭上面临指控时所处的困境,并指出最好的自我拯救是不作恶,并提出要讲述一个关于灵魂在冥府状况的故事。

§522ΣΩ. σκόπει γάρ, τί ἂν ἀπολογοῖτο ὁ τοιοῦτος ἄνθρωπος ἐν τούτοις ληφθείς, εἰ αὐτοῦ κατηγοροῖ τις λέγων ὅτι ὦ παῖδες, πολλὰ ὑμᾶς καὶ κακὰ ὅδε εἴργασται ἀνὴρ καὶ αὐτούς, καὶ τοὺς νεωτάτους ὑμῶν διαφθείρει τέμνων τε καὶ κάων, καὶ ἰσχναίνων καὶ πνίγων ἀπορεῖν ποιεῖ, πικρότατα πώματα διδοὺς καὶ πεινῆν καὶ διψῆν ἀναγκάζων, οὐχ ὥσπερ ἐγὼ πολλὰ καὶ ἡδέα καὶ παντοδαπὰ ηὐώχουν ὑμᾶς·
苏格拉底:你想想看,如果这样一个人在这些孩子中间被抓住,并且有人指控他,说道:“孩子们,这个人给你们,甚至给你们自己造成了许多恶果,他通过切割和灼烧来毒害你们中最年轻的人,并且通过使他们消瘦和窒息来使他们陷入困境,给他们最苦的药水喝,强迫他们挨饿挨渴,而不像我以前那样用各种各样美味丰盛的东西款待你们!
τί ἂν οἴει ἐν τούτῳ τῷ κακῷ ἀποληφθέντα ἰατρὸν ἔχειν εἰπεῖν;
” 你认为一个陷入这种恶劣境地的医生会有什么可说的?
ἢ εἰ εἴποι τὴν ἀλήθειαν, ὅτι ταῦτα πάντα ἐγὼ ἐποίουν, ὦ παῖδες, ὑγιεινῶς, πόσον τι οἴει ἂν ἀναβοῆσαι τοὺς τοιούτους δικαστάς;
或者如果他说出真理,即“孩子们,我做这一切都是为了健康”,你认为这样的法官会发出多大的喧嚣声?
οὐ μέγα;
难道不会很大吗?
ΚΑΛ. ἴσως· οἴεσθαί γε χρή.
卡里克勒斯:也许吧,确实应当这么认为。
ΣΩ. οὐκοῦν οἴει ἐν πάσῃ ἀπορίᾳ ἂν αὐτὸν ἔχεσθαι ὅτι χρὴ εἰπεῖν;
苏格拉底:那么,你认为他对于该说什么会陷入完全的束手无策(困境)之中吗?
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:完全是这样。
ΣΩ. τοιοῦτον μέντοι καὶ ἐγὼ οἶδα ὅτι πάθος πάθοιμι ἂν εἰσελθὼν εἰς δικαστήριον.
苏格拉底:然而,我很清楚,如果我走进法庭,我也会遭受这样的遭遇。
οὔτε γὰρ ἡδονὰς ἃς ἐκπεπόρικα ἕξω αὐτοῖς λέγειν, ἃς οὗτοι εὐεργεσίας καὶ ὠφελίας νομίζουσιν, ἐγὼ δὲ οὔτε τοὺς πορίζοντας ζηλῶ οὔτε οἷς πορίζεται· ἐάν τέ τίς με ἢ νεωτέρους φῇ διαφθείρειν ἀπορεῖν ποιοῦντα, ἢ τοὺς πρεσβυτέρους κακηγορεῖν λέγοντα πικροὺς λόγους ἢ ἰδίᾳ ἢ δημοσίᾳ, οὔτε τὸ ἀληθὲς ἕξω εἰπεῖν, ὅτι δικαίως πάντα ταῦτα ἐγὼ λέγω, καὶ πράττω τὸ ὑμέτερον δὴ τοῦτο, ὦ ἄνδρες δικασταί, οὔτε ἄλλο οὐδέν·
因为我没有办法对他们说出我曾提供过的任何享乐——他们把这些视为恩惠和益处,尽管我既不嫉妒提供这些的人,也不嫉妒接受这些的人;如果有人声称我通过使年轻人陷入困境而毒害他们,或者通过在私下或公开场合说些刺耳的话来诽谤长者,我将既无法说出真理——即“法官先生们,我说这一切都是公正的,而且我做这件事确实是为了你们的利益”,也无法说出其他任何话。
ὥστε ἴσως, ὅτι ἂν τύχω, τοῦτο πείσομαι.
因此,也许碰巧发生什么,我就得承受什么。
ΚΑΛ. δοκεῖ οὖν σοι, ὦ Σώκρατες, καλῶς ἔχειν ἄνθρωπος ἐν πόλει οὕτως διακείμενος καὶ ἀδύνατος ὢν ἑαυτῷ βοηθεῖν;
卡里克勒斯:那么,苏格拉底,你认为一个在城邦里处于这种状况、且无法拯救自己的人,他的状态是很好的吗?
ΣΩ. εἰ ἐκεῖνό γε ἓν αὐτῷ ὑπάρχοι, ὦ Καλλίκλεις, ὃ σὺ πολλάκις ὡμολόγησας· εἰ βεβοηθηκὼς εἴη αὑτῷ, μήτε περὶ ἀνθρώπους μήτε περὶ θεοὺς ἄδικον μηδὲν μήτε εἰρηκὼς μήτε εἰργασμένος.
苏格拉底:卡里克勒斯,如果他确实具备你多次承认的那唯一一件事的话(就是好的):如果他已经拯救了自己,即对于人或对于神明,都没有说过或做过任何不公正的事。
αὕτη γὰρ τῆς βοηθείας ἑαυτῷ πολλάκις ἡμῖν ὡμολόγηται κρατίστη εἶναι.
因为我们多次共同承认,这种自我拯救是最强大的。
εἰ μὲν οὖν ἐμέ τις ἐξελέγχοι ταύτην τὴν βοήθειαν ἀδύνατον ὄντα ἐμαυτῷ καὶ ἄλλῳ βοηθεῖν, αἰσχυνοίμην ἂν καὶ ἐν πολλοῖς καὶ ἐν ὀλίγοις ἐξελεγχόμενος καὶ μόνος ὑπὸ μόνου, καὶ εἰ διὰ ταύτην τὴν ἀδυναμίαν ἀποθνῄσκοιμι, ἀγανακτοίην ἄν·
因此,如果有人指控我无法向自己或他人提供这种拯救,我将感到羞耻,无论是在众人面前、在少数人面前,还是单独一人被另一人指控;如果我因为这种无能而死,我将会感到愤慨。
εἰ δὲ κολακικῆς ῥητορικῆς ἐνδείᾳ τελευτῴην ἔγωγε, εὖ οἶδα ὅτι ῥᾳδίως ἴδοις ἄν με φέροντα τὸν θάνατον.
但如果我是因为缺乏谄媚的修辞学而走向生命的终点,我很清楚你将会很容易地看到我承受死亡。
αὐτὸ μὲν γὰρ τὸ ἀποθνῄσκειν οὐδεὶς φοβεῖται, ὅστις μὴ παντάπασιν ἀλόγιστός τε καὶ ἄνανδρός ἐστιν, τὸ δὲ ἀδικεῖν φοβεῖται·
因为只要不是完全失去理智和懦弱的人,没有人会害怕死亡本身,但他害怕做不公正的事。
πολλῶν γὰρ ἀδικημάτων γέμοντα τὴν ψυχὴν εἰς Ἅιδου ἀφικέσθαι πάντων ἔσχατον κακῶν ἐστιν.
因为带着装满许多不公正行为的灵魂到达冥府,是所有恶事中最极端的恶。
εἰ δὲ βούλει, σοὶ ἐγώ, ὡς τοῦτο οὕτως ἔχει, ἐθέλω λόγον λέξαι.
如果你愿意,为了说明事情确实如此,我乐意给你讲个故事。
ΚΑΛ. ἀλλʼ ἐπείπερ γε καὶ τἆλλα ἐπέρανας, καὶ τοῦτο πέρανον.
卡里克勒斯:好吧,既然你已经把其他的事情都完成了,把这件也完成吧。

词汇与语法注释

  1. 522ἐν τούτοις — 指前句(521e)比喻中的“孩子们”(παιδία)(阳性/中性复数)。在上下文里,指被孩子们围困捕获的状态。虽然也可以解释为表示状况的中性复数,意为“在这些情况下”,但考虑到与前文比喻的连续性,解释为指代孩子们更为自然。
  2. 522cτὸ ὑμέτερον δὴ τοῦτο — 此处的 `τὸ ὑμέτερο` 指法官们的利益或关切之事(“正是为了你们的这个”)。`δὴ τοῦτο` 起到强调作用,表明苏格拉底的活动并非为了自己,而是为了追求公民(法官)全体的真正福祉。
  3. 522dαὕτη γὰρ τῆς βοηθείας — `τῆς βοηθείας` 是部分属格,修饰最高级 `κρατίστη`(“在各种帮助中,这是最强大的”)。它指代前文的 `βοηθείας ἑαυτῷ`(自我拯救),强调保持自身的正义是最好的自我防卫。

引用这一段

柏拉图, 高尔吉亚篇 §522. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:522

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。