§518ΣΩ. διὸ δὴ καὶ ταύτας μὲν δουλοπρεπεῖς τε καὶ διακονικὰς καὶ ἀνελευθέρους εἶναι περὶ σώματος πραγματείαν, τὰς ἄλλας τέχνας, τὴν δὲ γυμναστικὴν καὶ ἰατρικὴν κατὰ τὸ δίκαιον δεσποίνας εἶναι τούτων.
苏格拉底:因此,这些其他的技术确实是奴隶般的、服务性的、非自由人所宜的,是关于身体的营生,而体育和医术在道理上理应是支配这些的主人。
ταὐτὰ οὖν ταῦτα ὅτι ἔστιν καὶ περὶ ψυχήν, τοτὲ μέν μοι δοκεῖς μανθάνειν ὅτι λέγω, καὶ ὁμολογεῖς ὡς εἰδὼς ὅτι ἐγὼ λέγω· ἥκεις δὲ ὀλίγον ὕστερον λέγων ὅτι ἄνθρωποι καλοὶ κἀγαθοὶ γεγόνασιν πολῖται ἐν τῇ πόλει, καὶ ἐπειδὰν ἐγὼ ἐρωτῶ οἵτινες, δοκεῖς μοι ὁμοιοτάτους προτείνεσθαι ἀνθρώπους περὶ τὰ πολιτικά, ὥσπερ ἂν εἰ περὶ τὰ γυμναστικὰ ἐμοῦ ἐρωτῶντος οἵτινες ἀγαθοὶ γεγόνασιν ἢ εἰσὶν σωμάτων θεραπευταί, ἔλεγές μοι πάνυ σπουδάζων, Θεαρίων ὁ ἀρτοκόπος καὶ Μίθαικος ὁ τὴν ὀψοποιίαν συγγεγραφὼς τὴν Σικελικὴν καὶ Σάραμβος ὁ κάπηλος, ὅτι οὗτοι θαυμάσιοι γεγόνασιν σωμάτων θεραπευταί, ὁ μὲν ἄρτους θαυμαστοὺς παρασκευάζων, ὁ δὲ ὄψον, ὁ δὲ οἶνον.
这完全相同的事情也同样适用于灵魂,你有时似乎理解了我所说的话,并且表示同意,仿佛你知道我的意思;但过了一会儿你又说,这座城邦中曾经出现过优秀的公民,而当我问起他们是谁时,你似乎在政治事务上向我推举了一些人,这正像是我若问起关于体育谁曾经是或现在是优秀的身体照料者,你却非常认真地对我说,面包师特阿里音、写了西西里食谱的米泰科斯,以及零售商萨兰博斯,说这些人是极好的身体照料者,因为一个能制作出极好的面包,另一个能制作好菜,另一个能提供好酒。
ἴσως ἂν οὖν ἠγανάκτεις, εἴ σοι ἔλεγον ἐγὼ ὅτι Ἄνθρωπε, ἐπαΐεις οὐδὲν περὶ γυμναστικῆς· διακόνους μοι λέγεις καὶ ἐπιθυμιῶν παρασκευαστὰς ἀνθρώπους, οὐκ ἐπαΐοντας καλὸν κἀγαθὸν οὐδὲν περὶ αὐτῶν, οἵ, ἂν οὕτω τύχωσιν, ἐμπλήσαντες καὶ παχύναντες τὰ σώματα τῶν ἀνθρώπων, ἐπαινούμενοι ὑπʼ αὐτῶν, προσαπολοῦσιν αὐτῶν καὶ τὰς ἀρχαίας σάρκας·
因此,如果我对你说,“朋友,你对体育一无所知;你对我说的只是仆人和欲望的提供者,他们对身体的健康和优秀毫无所知,他们如果碰巧如此,在填满并催肥了人们的身体并受到人们赞扬之后,还会进一步败坏他们原有的血肉。 ”你也许会发怒。
οἱ δʼ αὖ διʼ ἀπειρίαν οὐ τοὺς ἑστιῶντας αἰτιάσονται τῶν νόσων αἰτίους εἶναι καὶ τῆς ἀποβολῆς τῶν ἀρχαίων σαρκῶν, ἀλλʼ οἳ ἂν αὐτοῖς τύχωσι τότε παρόντες καὶ συμβουλεύοντές τι, ὅταν δὴ αὐτοῖς ἥκῃ ἡ τότε πλησμονὴ νόσον φέρουσα συχνῷ ὕστερον χρόνῳ, ἅτε ἄνευ τοῦ ὑγιεινοῦ γεγονυῖα, τούτους αἰτιάσονται καὶ ψέξουσιν καὶ κακόν τι ποιήσουσιν, ἂν οἷοί τʼ ὦσι, τοὺς δὲ προτέρους ἐκείνους καὶ αἰτίους τῶν κακῶν ἐγκωμιάσουσιν.
而那些人又会因为缺乏经验,不归咎于那些宴请他们的人是疾病和丧失原有血肉的原因,反而会归咎于当时碰巧在场并给他们提出建议的人,当很久以后那时的暴饮暴食因为不顾健康而终于带来疾病时,他们就会责怪、非难这些在场的人,并尽其所能地加害他们,却对以前那些带来祸害的真正元凶赞誉有加。
καὶ σὺ νῦν, ὦ Καλλίκλεις, ὁμοιότατον τούτῳ ἐργάζῃ· ἐγκωμιάζεις ἀνθρώπους, οἳ τούτους εἱστιάκασιν εὐωχοῦντες ὧν ἐπεθύμουν.
卡里克勒斯,你现在也正在做着极其相似的事情:你正在赞美那些宴请这些公民、用他们所渴望的东西款待他们的人。
§519ΣΩ. καί φασι μεγάλην τὴν πόλιν πεποιηκέναι αὐτούς· ὅτι δὲ οἰδεῖ καὶ ὕπουλός ἐστιν διʼ ἐκείνους τοὺς παλαιούς, οὐκ αἰσθάνονται.
苏格拉底:人们还说是他们让城邦变伟大的;但由于那些古老的领导者,城邦已经肿胀并灌了脓, 519a¦ 他们却毫无察觉。
ἄνευ γὰρ σωφροσύνης καὶ δικαιοσύνης λιμένων καὶ νεωρίων καὶ τειχῶν καὶ φόρων καὶ τοιούτων φλυαριῶν ἐμπεπλήκασι τὴν πόλιν·
因为他们没有伴随节制与正义,反而用港口、船坞、城墙、税收以及此类无聊的东西塞满了城邦。
ὅταν οὖν ἔλθῃ ἡ καταβολὴ αὕτη τῆς ἀσθενείας, τοὺς τότε παρόντας αἰτιάσονται συμβούλους, Θεμιστοκλέα δὲ καὶ Κίμωνα καὶ Περικλέα ἐγκωμιάσουσιν, τοὺς αἰτίους τῶν κακῶν·
因此,当这种疾病的发作到来时,他们会归咎于当时的顾问,却会赞美德米斯托克利、客蒙和伯里克利这些祸害的元凶。
σοῦ δὲ ἴσως ἐπιλήψονται, ἐὰν μὴ εὐλαβῇ, καὶ τοῦ ἐμοῦ ἑταίρου Ἀλκιβιάδου, ὅταν καὶ τὰ ἀρχαῖα προσαπολλύωσι πρὸς οἷς ἐκτήσαντο, οὐκ αἰτίων ὄντων τῶν κακῶν ἀλλʼ ἴσως συναιτίων.
如果你不小心,他们也许还会揪住你和我的同伴阿尔西比亚德斯,当他们在失去新得到的东西之外还赔上了原本拥有的财富时,尽管你们不是祸害的元凶,而也许只是共同起因。
καίτοι ἔγωγε ἀνόητον πρᾶγμα καὶ νῦν ὁρῶ γιγνόμενον καὶ ἀκούω τῶν παλαιῶν ἀνδρῶν πέρι.
然而,我即使在今天也看到了这种愚蠢的事情发生,也听说了关于古代名人的这种事。
αἰσθάνομαι γάρ, ὅταν ἡ πόλις τινὰ τῶν πολιτικῶν ἀνδρῶν μεταχειρίζηται ὡς ἀδικοῦντα, ἀγανακτούντων καὶ σχετλιαζόντων ὡς δεινὰ πάσχουσι· πολλὰ καὶ ἀγαθὰ τὴν πόλιν πεποιηκότες ἄρα ἀδίκως ὑπʼ αὐτῆς ἀπόλλυνται, ὡς ὁ τούτων λόγος.
因为我注意到,每当城邦将某位政治家作为作恶者来处置时,他们就会愤怒和抱怨,认为自己遭受了可怕的冤屈:他们声称自己为城邦做了那么多好事,最后却被城邦不公正地毁灭了。
τὸ δὲ ὅλον ψεῦδός ἐστιν· προστάτης γὰρ πόλεως οὐδʼ ἂν εἷς ποτε ἀδίκως ἀπόλοιτο ὑπʼ αὐτῆς τῆς πόλεως ἧς προστατεῖ.
但这完全是谎言;因为一个城邦的领袖绝不可能被他自己所领导的城邦不公正地毁灭。
κινδυνεύει γὰρ ταὐτὸν εἶναι, ὅσοι τε πολιτικοὶ προσποιοῦνται εἶναι καὶ ὅσοι σοφισταί.
因为这看来是一回事:那些自命为政治家的人和那些自命为智者的人。
καὶ γὰρ οἱ σοφισταί, τἆλλα σοφοὶ ὄντες, τοῦτο ἄτοπον ἐργάζονται πρᾶγμα· φάσκοντες γὰρ ἀρετῆς διδάσκαλοι εἶναι πολλάκις κατηγοροῦσιν τῶν μαθητῶν ὡς ἀδικοῦσι σφᾶς, τούς τε μισθοὺς ἀποστεροῦντες καὶ ἄλλην χάριν οὐκ ἀποδιδόντες, εὖ παθόντες ὑπʼ αὐτῶν.
实际上,智者们在其他事情上虽然聪明,却做出了这件荒谬的事:他们声称自己是德行的老师,却经常指责学生对他们不公,扣留他们的学费,不回报其他的谢意,尽管他们从老师那里得到了好处。
καὶ τούτου τοῦ λόγου τί ἂν ἀλογώτερον εἴη πρᾶγμα, ἀνθρώπους ἀγαθοὺς καὶ δικαίους γενομένους, ἐξαιρεθέντας μὲν ἀδικίαν ὑπὸ τοῦ διδασκάλου, σχόντας δὲ δικαιοσύνην, ἀδικεῖν τούτῳ ᾧ οὐκ ἔχουσιν;
在这一论点中,还有什么比这更不合逻辑的事情吗:人们变好了,变得公正了,被老师除去了不公并获得了公正,却用他们并不拥有的东西来行不公?
οὐ δοκεῖ σοι τοῦτο ἄτοπον εἶναι, ὦ ἑταῖρε;
我的同伴啊,你不觉得这很荒谬吗?
ὡς ἀληθῶς δημηγορεῖν με ἠνάγκασας, ὦ Καλλίκλεις, οὐκ ἐθέλων ἀποκρίνεσθαι.
卡里克勒斯,你真的强迫我像在公民大会上演讲一样长篇大论了,因为你不愿意回答。
ΚΑΛ. σὺ δʼ οὐκ ἂν οἷός τʼ εἴης λέγειν, εἰ μή τίς σοι ἀποκρίνοιτο;
卡里克勒斯:难道如果没有人回答你,你就无法说话了吗?
ΣΩ. ἔοικά γε· νῦν γοῦν συχνοὺς τείνω τῶν λόγων, ἐπειδή μοι οὐκ ἐθέλεις ἀποκρίνεσθαι.
苏格拉底:看来确实如此;至少现在,因为你不愿意回答我,我正在拉长我的话。
ἀλλʼ, ὠγαθέ, εἰπὲ πρὸς Φιλίου, οὐ δοκεῖ σοι ἄλογον εἶναι ἀγαθὸν φάσκοντα πεποιηκέναι τινὰ μέμφεσθαι τούτῳ ὅτι ὑφʼ ἑαυτοῦ ἀγαθὸς γεγονώς τε καὶ ὢν ἔπειτα πονηρός ἐστιν;
但是,好人啊,请你看在友谊之神的份上告诉我,一个声称使某人变好的人,却责怪这个人,说他因为自己而变好并且保持着好状态,随后却成了恶人,这难道不显得不合逻辑吗?
ΚΑΛ. ἔμοιγε δοκεῖ.
卡里克勒斯:在我看来确实如此。
ΣΩ. οὐκοῦν ἀκούεις τοιαῦτα λεγόντων τῶν φασκόντων παιδεύειν ἀνθρώπους εἰς ἀρετήν;
苏格拉底:那么,你难道没有听到那些声称在德行上教育人们的人说出类似的话吗?